1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

102

βασιλεῖ, στήσας αὐτὴν ἔξω τοῦ πραιτωρίου αὑτοῦ, γράψας ὑποκάτω αὐτῆς, Βόνω Κωνσταντίνω. ἥτις στήλη χαλκῆ ἵσταται ἕως τῆς νῦν. Προηγάγετο δὲ ὁ αὐτὸς βασιλεὺς ἐν τῇ αὐτῇ μεγάλῃ πόλει 319 τῶν Ἀντιοχέων πρώτοις κόμητα ἀνατολῆς ἐπὶ τῆς ὑπατείας Ἴλλου καὶ Ἀλβίνου, ποιήσας αὐτῷ πραιτώριον τὸ ἱερὸν τῶν Μουσῶν, πληροῦντα τὸν τόπον ἐν τῇ ἀνατολῇ τοῦ ἐπάρχου τῶν πραιτωρίων, ὀνόματι Φηλικιανὸν χριστιανόν, χαρισάμενος τῇ αὐτῇ πόλει τῶν Ἀντιοχέων διὰ θείου αὐτοῦ τύπου δικαιώματα ἀξίας δευτέρου κομετάτου, τοῦ τπγʹ ἔτους χρηματίζοντος κατὰ τὴν μεγάλην τῶν Ἀντιοχέων πόλιν. οὐκ ἦν γὰρ πρῴην ἐν τῇ αὐτῇ μεγάλῃ Ἀντιοχείᾳ κόμης ἀνατολῆς ἐγκάθετος, ἀλλὰ κατὰ πόλεμον κινούμενον δηληγάτωρ ἐκάθητο ἐν Ἀντιοχείᾳ τῆς Συρίας, καὶ ὅτε ἐπαύθη ὁ πόλεμος, ἐκουφίζετο ὁ δηληγάτωρ. ὁ δὲ βασιλεὺς Κωνσταντῖνος ἐξῆλθεν ἀπὸ Ἀντιοχείας, ἐάσας Ῥουφῖνον τὸν ἔπαρχον· ὅστις Ῥουφῖνος σπουδάσας ἀνεπλήρωσε τὴν βασιλικήν· καὶ διὰ τοῦτο ἐκλήθη ἡ Ῥουφίνου. Ὁ δὲ βασιλεὺς Κωνσταντῖνος ἔπεμψε τὴν ἑαυτοῦ μητέρα τὴν κυρὰν Ἑλένην εἰς Ἱεροσόλυμα εἰς ἀναζήτησιν τοῦ τιμίου σταυροῦ· ἥτις καὶ εὑροῦσα ἀνήγαγε τὸν αὐτὸν τίμιον σταυρὸν μετὰ τῶν πέντε ἥλων· καὶ ηὐξήθη ἐξ ἐκείνου τὰ τῶν χριστιανῶν πάντα. Ὁ δὲ αὐτὸς βασιλεὺς καὶ τρίτην Παλαιστίνην ἐποίησεν ἐπαρχίαν. καὶ ἐπὶ τῆς αὐτοῦ βασιλείας ἐνεκαινίσθη τό ποτε Βυζάντιον ἐπὶ τῆς ὑπατείας Γαλλιανοῦ καὶ Συμμάχου, τοῦ αὐτοῦ δὲ βασιλέως Κωνσταντίνου ποιήσαντος πρόκεσσον ἐπὶ πολὺν χρόνον, ἀπὸ Ῥώμης ἐλθόντος ἐν τῷ Βυζαντίῳ· ὅστις καὶ τὸ πρῴην τεῖ 320 χος τῆς αὐτῆς πόλεως ἀνενέωσε τοῦ Βύζου καὶ προσθεὶς ἄλλο διάστημα πολὺ τῷ τείχει, καὶ συνάψας τῷ παλαιῷ τείχει τῆς αὐτῆς πόλεως, ἐκέλευσεν αὐτὴν Κωνσταντινούπολιν λέγεσθαι, ἀναπληρώσας καὶ τὸ Ἱππικὸν καὶ κοσμήσας αὐτὸ χαλκουργήμασι καὶ πάσῃ ἀρετῇ, κτίσας ἐν αὐτῷ καὶ κάθισμα θεωρίου βασιλικοῦ καθ' ὁμοιότητα τοῦ ἐν Ῥώμῃ ὄντος. ἔκτισε δὲ καὶ παλάτιον μέγα καὶ εὐπρεπὲς καθ' ὁμοιότητα ὡσαύτως τοῦ Ῥώμης πλησίον τοῦ Ἱππικοῦ, τὴν ἄνοδον ἀπὸ τοῦ παλατίου εἰς τὸ κάθισμα τοῦ Ἱππικοῦ διὰ τοῦ λεγομένου Κοχλίου, κτίσας καὶ φόρον μέγαν καὶ εὐπρεπῆ πάνυ, καὶ στήσας ἐν τῷ μέσῳ κίονα ὁλοπόρφυρον ἄξιον θαύματος, καὶ ἐπάνω τοῦ αὐτοῦ κίονος ἑαυτῷ ἔστησεν ἀνδριάντα, ἔχοντα ἐν τῇ κεφαλῇ αὐτοῦ ἀκτῖνας ἑπτά· ὅπερ χαλκούργημα ἤγαγεν εἰς τὸ Ἴλιον ἑστηκός, πόλιν τῆς Φρυγίας. ὁ δὲ αὐτὸς Κωνσταντῖνος ἀφελόμενος ἀπὸ Ῥώμης κρύφα τὸ λεγόμενον Παλλάδιον ξόανον, ἔθηκεν αὐτὸ εἰς τὸν ὑπ' αὐτοῦ κτισθέντα φόρον ὑποκάτω τοῦ κίονος τῆς στήλης αὐτοῦ, ὥς τινες λέγουσι τῶν Βυζαντίων ὅτι ἐκεῖ κεῖται. τὴν δὲ τύχην τῆς πόλεως τῆς ὑπ' αὐτοῦ ἀνανεωθείσης καὶ εἰς ὄνομα αὐτοῦ κτισθείσης ποιήσας τῷ θεῷ θυσίαν ἀναίμακτον ἐκάλεσεν Ἄνθουσαν. ἥτις πόλις ἐκτίσθη ἐξ ἀρχῆς ὑπὸ Φιδαλίας· καὶ ἐκάλεσε τότε τὴν τύχην αὐτῆς Κηρώην. τὴν δὲ αὐτὴν Φιδαλίαν ἠγάγετο Βύζας ὁ τῆς Θρᾴκης βα 321 σιλεὺς μετὰ τὴν τελευτὴν Βαρβυσίου τοῦ πατρὸς αὐτῆς, τοῦ τοπάρχου καὶ φύλακος τοῦ αὐτοῦ ἐμπορίου. ὅστις Βαρβύσιος μέλλων τελευτᾶν ἐκέλευσε τὴν Φιδαλίαν ποιῆσαι τεῖχος τῷ τόπῳ ἕως θαλάσσης. ὁ δὲ Βύζας εἰς τὸ ἑαυτοῦ ὄνομα καλέσας τὴν χώραν ἐβασίλευσεν ἐν τῇ αὐτῇ πόλει. Ἔκτισε δὲ δύο ἐμβόλους ἀπὸ τῆς εἰσόδου τοῦ παλατίου ἕως τοῦ αὐτοῦ φόρου εὐπρεπεῖς καὶ κεκοσμημένους ἀνδριᾶσι καὶ μαρμάροις διαφόροις, καλέσας τὸν τόπον τῶν ἐμβόλων Ῥηγίαν, κτίσας ἐγγὺς καὶ βασιλικὴν καὶ ἔξω μεγάλους κίονας καὶ ἀνδριάντας, ἥνπερ ἐκάλεσε Σενᾶτον, κατέναντι στήσας τῇ ἰδίᾳ μητρὶ Ἑλένῃ στήλην Αὐγούστας ἐν πορφυρῷ μικρῷ κίονι, καλέσας τὸν τόπον Αὐγουστιῶνα. ὁμοίως δὲ ἀνεπλήρωσε καὶ τὸ λεγόμενον Ζεύξιππον δημόσιον λουτρόν, κοσμήσας κίοσι καὶ μαρμάροις ποικίλοις καὶ χαλκουργήμασιν· εὗρε γὰρ αὐτὸ ἀπλήρωτον, ἀρχθὲν μὲν πρῴην ὑπὸ Σεβήρου βασιλέως