1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

103

τὸ αὐτὸ δημόσιον. ἔκτισε δὲ καὶ τὸ Ἱππικὸν καὶ ἄλλα πολλά· καὶ ὅτε πάντα ἐπλήρωσεν, ἐπετέλεσεν ἱππικόν, ἐν πρώτοις θεωρήσας ἐκεῖ καὶ φορέσας τότε ἐν πρώτοις ἐν τῇ ἰδίᾳ αὐτοῦ κορυφῇ διάδημα διὰ μαργαριτῶν καὶ λίθων τιμίων, βουλόμενος πληρῶσαι τὴν προφητικὴν φωνὴν τὴν λέγουσαν» ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.» οὐδεὶς γὰρ τῶν πρὸ αὐτοῦ βασιλευσάντων τοιοῦτόν τί ποτε ἐφόρεσε. καὶ ἐπετέλεσεν ἑορτὴν μεγάλην μηνὶ μαΐῳ τῷ καὶ 322 ἀρτεμισίῳ ιαʹ, ἔτους κατὰ Ἀντιόχειαν τὴν μεγάλην χρηματίζοντος τοηʹ, κελεύσας διὰ θείου αὐτοῦ τύπου τῇ αὐτῇ ἡμέρᾳ ἐπιτελεῖσθαι τὴν ἑορτὴν τοῦ γενεθλίου τῆς πόλεως αὐτοῦ, καὶ ἀνοίγειν τῇ αὐτῇ ιαʹ τοῦ μαΐου μηνὸς τὸ δημόσιον λουτρὸν τὸ Ζεύξιππον, πλησίον ὂν τοῦ Ἱππικοῦ καὶ τῆς Ῥηγίας καὶ τοῦ παλατίου, ποιήσας ἑαυτῷ ἄλλην στήλην ξοάνου κεχρυσωμένην, βαστάζουσαν τῇ δεξιᾷ αὐτοῦ χειρὶ τὴν τύχην τῆς αὐτῆς πόλεως καὶ αὐτὴν κεχρυσωμένην, ἣν ἐκάλεσεν Ἄνθουσαν, κελεύσας κατὰ τὴν αὐτὴν ἡμέραν τοῦ γενεθλιακοῦ ἱππικοῦ εἰσιέναι τὴν αὐτὴν τοῦ ξοάνου στήλην διριγευομένην ὑπὸ τῶν στρατιωτῶν μετὰ χλαμύδων καὶ καμπαγίων, πάντων κατεχόντων κηρούς, καὶ περιέρχεσθαι τὸ σχῆμα τὸν ἄνω καμπτὸν καὶ ἔρχεσθαι εἰς τὸ σκάμμα κατέναντι τοῦ βασιλικοῦ καθίσματος, καὶ ἐγείρεσθαι τὸν κατὰ καιρὸν βασιλέα καὶ προσκυνεῖν, ὡς θεωρεῖ τὴν αὐτὴν στήλην Κωνσταντίνου καὶ τῆς τύχης τῆς πόλεως. καὶ πεφύλακται τοῦτο τὸ ἔθος ἕως τοῦ νῦν. Ὁ δὲ θειότατος Κωνσταντῖνος ἐν τῇ συμπληρώσει τῆς αὐτοῦ ὑπατείας ἔῤῥιψεν ἐν Κωνσταντινουπόλει χάρισμα τοῖς Βυζαντίοις καλάμων συντόμια ἄρτων ἡμερησίων διαιωνιζόντων, οὕστινας ἄρτους ἐκάλεσε παλατίνους διὰ τὸ ἐν τῷ παλατίῳ ῥογεύεσθαι τοὺς αὐτοὺς ἄρτους, ἑκάστου ἄρτου ἀφορίσας οἶνον, κρέα καὶ βέ 323 στια, ἀφορίσας πρόσοδον ὑπὲρ αὐτῶν ἐκ τῶν ἰδίων καὶ καλέσας αὐτοὺς πολιτικούς. Ὁ δὲ αὐτὸς Κωνσταντῖνος ἔμεινε βασιλεύων ἐν Κωνσταντινουπόλει, ἀφελόμενος αὐτὴν ἀπὸ τῆς Εὐρώπης ἐπαρχίας ἀπὸ Ἡρακλείας τῆς μητροπόλεως αὐτῆς, δοὺς αὐτῇ ἀπὸ θεοῦ δίκαιον βασιλείας, προβαλόμενος ἐν αὐτῇ ἔπαρχον πραιτωρίων καὶ ἔπαρχον πόλεως καὶ τοὺς λοιποὺς μεγάλους ἄρχοντας, χριστιανοὺς πάντας ποιήσας. καὶ ἔμεινεν ἐξ ἐκείνου εὐτυχῶς βασιλεύουσα. Ὁ δὲ αὐτὸς Κωνσταντῖνος βασιλεὺς καὶ τὴν Φρυγίαν Σαλουταρίαν ἐποίησεν ἐπαρχίαν. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἡ σύνοδος ἐγένετο τῶν τιηʹ ἐπισκόπων κατὰ Ἀρείου περὶ τῆς πίστεως τῶν χριστιανῶν. ἐν αὐτῇ δὲ τῇ συνόδῳ ὑπῆρχε καὶ ὁ ὁσιώτατος ἐπίσκοπος Εὐσέβιος ὁ Παμφίλου ὁ χρονογράφος. Ἔπαθε δὲ ἐπὶ τῆς βασιλείας τοῦ αὐτοῦ Κωνσταντίνου ὑπὸ θεομηνίας Μαξιμιανούπολις τῆς Ὀσδροηνῆς τὸ δεύτερον αὐτῆς πάθος τὸ μετὰ τὸ ληφθῆναι ὑπὸ τῶν Περσῶν. καὶ ἀνήγειρεν αὐτὴν ὁ αὐτὸς βασιλεὺς Κωνσταντῖνος καὶ τὰ τείχη αὐτῆς· ἦσαν γὰρ πεσόντα· καὶ τοῖς περισωθεῖσι πολλὰ ἐχαρίσατο· καὶ μετεκάλεσεν αὐτὴν εἰς τὸ ἴδιον ὄνομα Κωνσταντῖναν. ἔκτισε δὲ καὶ εἰς τὴν Βιθυνίαν τὴν πρῴην οὖσαν κώμην λεγομένην Σουγάν, δοὺς αὐτῇ καὶ δίκαιον πόλεως καὶ καλέσας αὐτὴν εἰς ὄνομα τῆς ἰδίας αὐτοῦ μητρὸς Ἑλενούπολιν. καὶ εἰς ὄνομα δὲ τῆς αὐτοῦ μητρὸς ἐκάλεσε καὶ ἐπαρχίαν Ἑλενούποντον. 324 Καὶ ἐν αὐτῷ τῷ χρόνῳ ὁ αὐτὸς βασιλεὺς Κωνσταντῖνος τοὺς ὄντας ἐν Κωνσταντινουπόλει τρεῖς ναοὺς ἐν τῇ πρῴην λεγομένῃ ἀκροπόλει τοῦ Ἡλίου καὶ τῆς Ἀρτέμιδος σελήνης καὶ τῆς Ἀφροδίτης ἐκέλευσεν ἀχρηματίστους τοῦ λοιποῦ διαμεῖναι. Μετὰ δὲ ὀλίγον καιρὸν ἐτελεύτησεν ὁ αὐτὸς βασιλεὺς Κωνσταντῖνος ἐν Νικομηδείᾳ τῆς Βιθυνίας, ὡς ἔστιν ἐν προκέσσῳ, ἐν προαστείῳ τινὶ λεγομένῳ Ἀχυρῶνι πρὸ ὀλίγου διαστήματος τῆς πόλεως, ἀῤῥωστήσας ἡμέρας ἕξ, πρὸ τοῦ πληρωθῆναι τὸ κτίσμα ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τῆς Συρίας τὸ τῆς μεγάλης ἐκκλησίας τὸ μέγιστον καὶ ἓν ὂν τῶν