104
Ἐν παντὶ εὐχαριστεῖτε· εἶπεν ὅτι Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Ἐννόει τοίνυν ὅσης εὐνοίας ἀπολαύσεις, ταῦτα διὰ τῶν ἔργων ἐπιδειξαμένη. Ἓν γὰρ μόνον ζητεῖται παρ' ἡμῶν, τὸ ἐπὶ πᾶσιν εὐχαριστεῖν τῷ Θεῷ, καὶ πάντα ἔχομεν μετὰ δαψιλείας. Οἷόν τι λέγω· Ἀπώλεσας χρυσοῦ λίτρας 63.147 μυρίας, εὐχαρίστησον εὐθέως τῷ Θεῷ, καὶ δέκα μυριάδας ἐκτήσω διὰ τῆς φωνῆς ἐκείνης καὶ τῆς εὐχαριστίας. Εἰπὲ γάρ μοι, πότε μακαρίζεις τὸν Ἰώβ; ὅτε εἶχε τοσαύτας καμήλους καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια, ἢ ὅτε ἐκείνην τὴν φωνὴν ἀφῆκεν, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο; Καὶ γὰρ ὁ διάβολος διὰ τοῦτο ἡμᾶς ζημιοῖ, οὐχ ἵνα τὰ χρήματα μόνον ἀφέληται· οἶδε γὰρ ὅτι οὐδέν ἐστιν· ἀλλ' ἵνα διὰ τούτων ἀναγκάσῃ εἰπεῖν τι βλάσφημον. Οὕτω καὶ ἐπὶ τοῦ μακαρίου Ἰὼβ τοῦτο ἐσπούδαζεν, οὐ πένητα αὐτὸν ποιῆσαι μόνον, ἀλλὰ βλάσφημον ἀποφῆναι. Ὅτε γοῦν πάντων αὐτὸν ἐγύμνωσεν, ὅρα τί φησι πρὸς αὐτὸν διὰ τῆς γυναικός· Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Καίτοι, ὦ μιαρὲ, πάντων αὐτὸν ἐγύμνωσας. Ἀλλ' οὐ τοῦτο ἐσπούδαζον, φησί· δι' ὃ γὰρ πάντα ἐποίησα, οὐδέπω ἤνυσα· ἐσπούδασα γὰρ αὐτὸν γυμνῶσαι τῆς τοῦ Θεοῦ βοηθείας· διὰ τοῦτο καὶ τῶν χρημάτων ἐγύμνωσα. Τοῦτό ἐστιν ὃ βούλομαι· ἐκεῖνο οὐδέν ἐστιν· ἂν τοῦτό μοι μὴ προσῇ, οὐ μόνον οὐδὲν ἠδικήθη, ἀλλὰ καὶ ὠφελήθη. δʹ. Ὁρᾷς ὅτι οἶδε καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὅση τοῦ πράγματός ἐστιν ἡ ζημία; ∆ιὰ τοῦτο καὶ βλέπεις αὐτὸν διὰ τῆς γυναικὸς τὴν ἐπιβουλὴν ῥάπτοντα. Ἀκούετε, ὅσοι γυναῖκας ἄνδρες ἔχετε χρημάτων ἐρώσας, καὶ ἀναγκαζούσας ὑμᾶς βλασφημεῖν τὸν Θεόν· ἀναμνήσθητε τοῦ Ἰώβ. Ἀλλ' ἴδωμεν αὐτοῦτὴν πολλὴν, εἰ δοκεῖ, ἐπιείκειαν, καὶ ὅπως αὐτὴν ἐπεστόμισεν. Ἵνα τί, φησὶν, ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν οὕτως ἐλάλησας; Ἀληθῶς Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· ἀεὶ μὲν οὖν φθείρουσι, μάλιστα δὲ ἐπὶ τῶν συμφορῶν· τότε οἱ τὰ φαῦλα παραινοῦντες ἔχουσιν ἰσχύν. Εἰ γὰρ καὶ ἀφ' ἑαυτῆς ἡ ψυχὴ πρὸς ἀποδυσπέτησίν ἐστιν ἕτοιμος, πόσῳ μᾶλλον, ὅταν καὶ ὁ συμβουλεύων ᾖ; οὐχὶ καὶ πρὸς βάραθρον ὠθεῖται; Μέγα ἀγαθὸν γυνὴ, ὡσπεροῦν καὶ κακὸν μέγα. Καὶ ὅρα πόθεν ὀρύξαι τὸ τεῖχος ἐπεχείρησε τὸ ἰσχυρόν. Ἐπειδὴ γὰρ οὐχ εἷλεν αὐτὸν ἡ τῶν χρημάτων ἀφαίρεσις, οὐδὲ μέγα τι εἰργάσατο ἡ τούτων ζημία, ἀλλὰ καὶ μάτην ἠλέγχθη εἰπών· Ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει, διὰ τοῦτο ἐφοπλίζει αὐτῷ τὴν γυναῖκα. Ὁρᾷς ποῦ ἔπνευσεν; Ἀλλ' οὐδὲν αὐτῷ πλέον ὑπῆρξε καὶ ἀπὸ ταύτης τῆς μηχανῆς. Ἂν τοίνυν καὶ ἡμεῖς εὐχαρίστως φέρωμεν, καὶ ταῦτα ἀποληψόμεθα, κἂν 63.148 μὴ ἀπολάβωμεν, μείζων ἔσται ἡμῖν ὁ μισθός. Οὕτω καὶ ἐπὶ τοῦ ἀδάμαντος ἐκείνου γέγονεν· ὅτε γὰρ ἤθλησε γενναίως, τότε αὐτῷ καὶ ταῦτα ἀπέδωκεν· ὅτε ἔδειξε τῷ διαβόλῳ, ὅτι οὐ διὰ ταῦτα αὐτὸν θεραπεύει, τότε καὶ αὐτὰ αὐτῷ ἔδωκε. Τοιοῦτος γάρ ἐστιν ὁ Θεός· ὅταν ἴδῃ ἡμᾶς μὴ προσηλωμένους τοῖς βιωτικοῖς, τότε ἡμῖν αὐτὰ δίδωσιν· ὅταν ἴδῃ τὰ πνευματικὰ προτιμῶντας, τότε καὶ τὰ σαρκικὰ παρέχεται· οὐ πρότερον δὲ δίδωσιν, ἵνα μὴ ἀποῤῥαγῶμεν τῶν πνευματικῶν. Φειδόμενος οὖν ἡμῶν οὐ δίδωσι τὰ σαρκικὰ, ἵνα καὶ ἄκοντας ἀποστήσῃ τούτων. Οὒ, φησίν· ἀλλ' ἐὰν λάβω, ἐμπίπλαμαι, καὶ μᾶλλον εὐχαριστῶ. Ψεύδῃ, ὦ ἄνθρωπε· τότε γὰρ μάλιστα ἔσῃ ῥᾴθυμος. Τί οὖν ὅτι, φησὶ, πολλοῖς δίδωσι; Καὶ πόθεν δῆλον, ὅτι αὐτὸς δίδωσιν; Ἀλλὰ τίς, φησὶν, ἕτερος δίδωσιν; Ἡ πλεονεξία αὐτῶν, ἡ ἁρπαγή. Πῶς οὖν συγχωρεῖ γίνεσθαι ταῦτα; Ὥσπερ καὶ φόνους καὶ κλοπὰς καὶ βίας. Τί οὖν ἐρεῖς, φησὶ, πρὸς τοὺς ἐκ πατέρων διαδεχομένους κλῆρον, τοὺς μυρίων γέμοντας κακῶν; πῶς αὐτοὺς ἐᾷ, φησὶν, ὁ Θεὸς ἀπολαύειν τούτων; Ὥσπερ οὖν καὶ κλέπτας ἀφίησι, καὶ φονέας, καὶ τοὺς λοιποὺς κακούργους· οὐ γάρ ἐστιν ὁ καιρὸς τῆς κρίσεως νῦν, ἀλλὰ τῆς πολιτείας τῆς ἀρίστης. Ὅπερ δὲ καὶ ἤδη εἶπον, τοῦτο καὶ νῦν λέγω· ὅτι μείζονα δώσουσι δίκην, ὅταν καὶ πάντων ἀπολαύσαντες τῶν ἀγαθῶν, μηδὲ οὕτω βελτίους γίνωνται. Οὐ γὰρ πάντες ὁμοίως κολασθήσονται, ἀλλ' οἱ μὲν καὶ μετὰ τῆς εὐεργεσίας μείναντες κακοὶ, μειζόνως τιμωρηθήσονται· οἱ δὲ μετὰ πενίας, οὐχ οὕτω. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς,