104
θεαμάτων. τελευτᾷ δὲ ὢν ἐνιαυτῶν ξʹ καὶ μηνῶν γʹ, ὡς ταῦτα συνεγράψατο καὶ τοὺς χρόνους πάντας τῶν προγεγραμμένων βασιλέων ὁ σοφώτατος Νεστοριανὸς ὁ χρονογράφος. Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίνου τοῦ μεγάλου ηὑρέθη βασιλεὺς ὢν ἐν Ῥώμῃ Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ· ὅντινα ἐν τῇ ζωῇ αὐτοῦ ἐποίησε βασιλέα Ῥώμης ἐπὶ τῆς ὑπατείας Οὔρσου καὶ Πολυβίου. 325 Ὁ δὲ αὐτὸς Κωνσταντῖνος βασιλεὺς ὁ μικρὸς ἐβασίλευσεν ἐν τῇ Ῥώμῃ ἔνη ιβʹ. ὅστις μετὰ τελευτὴν τοῦ πατρὸς ἐξῆλθεν εἰς πρόκεσσον καὶ ἐσφάγη ἐν Μοθώνῃ ὑπὸ τῶν ἀνθρώπων τοῦ ἀδελφοῦ αὐτοῦ, ὢν ἐνιαυτῶν κʹ. Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίνου τοῦ μικροῦ ἐβασίλευσεν ἐν τῇ Ῥώμῃ Κώνστας ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιςʹ. ὅστις ἀῤῥωστήσας ἀπὸ δυσεντερίας ἐτελεύτα, ὢν ἐνιαυτῶν κζʹ. Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίνου τοῦ μεγάλου ἐβασίλευσε Κωνσταντινουπόλεως Κωνστάντιος ὁ υἱὸς αὐτοῦ ὁ μικρότερος ἔτη λʹ. ἦν δὲ μεγαλόψυχος, ἐξακιονίτης, ὅ ἐστιν Ἀρειανός. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐκίνησαν οἱ Πέρσαι, ἤτοι Ἀββουραρσάκιος ὁ βασιλεύς· καὶ ἐπεστράτευσε κατ' αὐτῶν ποιήσας Καίσαρα Ἰουλιανὸν συγγενέα αὐτοῦ. Καὶ γενόμενος ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἐπλήρωσε τὴν μεγάλην ἐκκλησίαν ἐπιγράψας ταῦτα· 326 Χριστῷ Κωνστάντιος ἐπέραιστον οἶκον ἔτευξεν, Οὐρανίαις ἀψῖσι πανείκελα, παμφανόωντα, Κωνσταντίου ἄνακτος ὑποδρήσσοντος ἐφετμαῖς· Γοργόνιος δὲ κόμης θαλαμηπόλον ἔργον ὕφανε. καὶ κατελθὼν ἐπὶ τὰ Περσικὰ ἐποίησε πάκτα εἰρήνης μετὰ Περσῶν ἐπὶ φανερὸν χρόνον, πολλῶν πεσόντων ἐξ ἀμφοτέρων ἐν τῇ συμβολῇ. καὶ ὑποστρέψας ἐποίησε τὰ ἐγκαίνια τῆς αὐτῆς μεγάλης ἐκκλησίας ἐν Ἀντιοχείᾳ. καὶ ἐξελθὼν ὁ αὐτὸς Κωνστάντιος ἀπὸ Ἀντιοχείας, ἀνιὼν ἐπὶ Κωνσταντινούπολιν, ἔφθασε τὴν Κιλικίαν· καὶ ἔκτισεν ἐκεῖ τὴν γέφυραν τοῦ Πυράμου ποταμοῦ, ἔργον μέγιστον. καὶ εἰσελθὼν ἐν Μαμψουεστίᾳ, πόλει τῆς Κιλικίας, ἀῤῥωστήσας τελευτᾷ ἐκεῖ, ὢν ἐνιαυτῶν μʹ. Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίου ἐβασίλευσεν Ἰουλιανὸς ὁ παραβάτης, ὁ πρῴην γενόμενος Καῖσαρ, ὁ συγγενεὺς τοῦ αὐτοῦ Κωνσταντίου, ἐπὶ ὑπατείας Μαρμεντίου καὶ Νεβήτα· ὅστις ἐβασίλευσεν ἔτη βʹ. ἦν δὲ ἐλλόγιμος· ὅστις ἐκλήθη παραβάτης, διότι 327 ἀρνησάμενος τὸ δόγμα τῶν αὐτοῦ προγόνων, τὸ τῶν χριστιανῶν, γέγονεν Ἕλλην. ἦν δὲ φίλος καὶ ὁμόχρονος Λιβανίου τοῦ περιβοήτου σοφιστοῦ Ἀντιοχείας. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐμαρτύρησεν ὁ ἅγιος ∆ομέτιος. ἐπεστράτευσε γὰρ κατὰ Περσῶν δυνατὴν στρατείαν, καὶ κατελθὼν κατέλαβεν Ἀντιόχειαν· καὶ ἀνελθὼν ἐν τῷ ὄρει τῷ λεγομένῳ Κασίῳ ἐποίησεν ἐκεῖ θυσίαν ἑκατόμβην τῷ ∆ιὶ Κασίῳ· καὶ κατελθὼν ἐκεῖθεν καὶ ἐλθὼν εἰς ∆άφνην ἐποίησε κἀκεῖ θυσίαν τῷ Ἀπόλλωνι. καὶ παρακοιμηθεὶς εἶδεν ἐν ὁράματι παῖδα ξανθὸν λέγοντα αὐτῷ, Ἐν Ἀσίᾳ δεῖ σε τεθνάναι. εἰσερχόμενος δὲ ἀπὸ ∆άφνης ἐν Ἀντιοχείᾳ ὑπηντήθη ὑπὸ τῶν συγκλητικῶν αὐτοῦ καὶ τῶν ἀξιωματικῶν αὐτοῦ καὶ τοῦ δήμου. καὶ ἔκραξαν αὐτῷ οἱ δημόται Ἀντιοχείας ὑβριστικὰς φωνάς, ὡς χριστιανοὶ θερμοὶ ὄντες, δεδωκότες αὐτῷ ἐν ταῖς αὐτῶν φωναῖς κληδόνα μὴ ὑποστρέψαι. ἀπὸ δὲ τῶν πλησίον αὐτοῦ δύο κανδιδᾶτοι χριστιανοί, ὧν τὰ ὀνόματά ἐστι ταῦτα, Ἰουβεντῖνος καὶ Μαξιμιανός, ἀποσχίσαντες συνέμιξαν τοῖς ὑβρίζουσιν αὐτὸν ὄχλοις, πλέον ἀνεγείροντες τὸν δῆμον εἰς ὕβρεις. καὶ ἑωρακὼς αὐτοὺς Ἰουλιανὸς ὁ βασιλεύς, ἐκέλευσεν αὐτοὺς συσχεθῆναι· καὶ εὐθέως αὐτοὺς ἀπεκεφάλισεν ἐν Ἀντιοχείᾳ, καὶ ἐτέθησαν τὰ λείψανα αὐτῶν ἐν τῷ μαρτυρίῳ τῷ λεγομένῳ Κοιμητηρίῳ· οὕστινας καλοῦσιν οἱ Ἀντιοχεῖς Γεντιλίους. καὶ ἀγανακτήσας κατὰ τῶν Ἀντιοχέων ἠπείλει αὐτοῖς, λέγων ὑποστρέφειν καὶ τιμωρεῖσθαι αὐτούς, ὡς μὴ 328 ἔχοντας κληδόνα, εἰπὼν περὶ τῶν αὐτῶν Ἀντιοχέων λόγον, διαβάλλων αὐτοὺς ὡς τυράννους. καὶ προέθηκε τὸν κατ' αὐτῶν ῥηθέντα παρ' αὐτοῦ λόγον ἔξω τοῦ παλατίου τῆς αὐτῆς πόλεως εἰς τὸ