106
παραλαβεῖν τὰ ἐκεῖσε. Ὁ δὲ βασιλεὺς Σαββουραρσάκιος ὑπονοήσας ὅτι διὰ τῆς Νισίβεως ἤρχετο ὁ βασιλεὺς Ῥωμαίων Ἰουλιανός, ὥρμησε κατ' αὐτοῦ μετὰ τοῦ πλήθους αὐτοῦ παντός. ἀπαγγελθέντος δὲ αὐτῷ ὅτι 331 ὄπισθεν αὐτοῦ ἐστιν ὁ βασιλεὺς Ῥωμαίων Ἰουλιανὸς παραλαβὼν τὰ Περσικὰ μέρη, καὶ ὅτι ἔμπροσθεν αὐτῷ ἀπαντῶσιν οἱ στρατηγοὶ τῶν Ῥωμαίων καὶ πλήθη πολλά, καὶ γνοὺς ὅτι ἐμεσάσθη, φεύγει ἐπὶ τὴν Περσαρμενίαν, δόλῳ πέμψας δύο συγκλητικοὺς αὐτοῦ καὶ αὐτοὺς κατὰ ἰδίαν βούλησιν ῥινοτομήσας πρὸς Ἰουλιανὸν τὸν βασιλέα Ῥωμαίων, ἵνα πλανήσωσιν αὐτόν, πρὸς τὸ μὴ καταδιωχθέντα αὐτὸν φθασθῆναι. οἱ δὲ ῥινοτομηθέντες Πέρσες ἦλθον πρὸς τὸν βασιλέα Ῥωμαίων προδοῦναι, φησίν, θέλοντες τὸν βασιλέα Περσῶν, ὡς τιμωρησάμενον αὐτούς. ἀπατηθεὶς δὲ παρ' αὐτῶν ἐπομνυμένων ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς ἠκολούθησεν αὐτοῖς μετὰ τοῦ ἰδίου στρατεύματος· καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν ἔρημον καὶ ἄνυδρον ἐπὶ μίλια ρνʹ, πλανήσαντες αὐτούς, τῇ εἰκάδι πέμπτῃ τοῦ δαισίου τοῦ καὶ ἰουνίου μηνός. καὶ εὑρὼν ἐκεῖ τείχη παλαιὰ πεπτωκότα πόλεως λεγομένης Βουβίων, καὶ ἄλλο δὲ χωρίον, ἑστώτων μὲν τῶν οἰκημάτων, ἔρημον δὲ ἦν, ὅπερ ἐλέγετο Ἀσία· ἔνθα ἐλθὼν ὁ βασιλεὺς Ἰουλιανὸς καὶ ὁ πᾶς στρατὸς τῶν Ῥωμαίων ἐκεῖ ἐσκήνωσεν. ἐν αὐτοῖς δὲ τοῖς τόποις γενόμενοι ἐλίποντο τροφῶν καὶ οὐδὲ τοῖς ἀλόγοις ὑπῆρχε βοτάνη· ἦν γὰρ ἐρημία· καὶ γνοὺς ὁ πᾶς στρατὸς Ῥωμαίων ὅτι ἀπατηθεὶς ὁ βασιλεὺς ἐπλάνησεν αὐτοὺς καὶ εἰς ἐρήμους ἤγαγε τόπους, εἰς πολλὴν ἀταξίαν ἐτράπησαν. τῇ δὲ ἑξῆς ἡμέρᾳ μηνὶ ἰουνίῳ κςʹ, ἀγαγὼν τοὺς πλανήσαντας αὐτὸν Πέρσας ἐξήτασεν αὐτούς· καὶ ὡμολόγησαν λέγοντες ὅτι ὑπὲρ πατρίδος καὶ τοῦ βασιλέως ἡμῶν, ἵνα 332 σωθῇ, ἐδώκαμεν ἡμᾶς ἑαυτοὺς εἰς θάνατον καὶ ἐπλανήσαμεν ὑμᾶς· ἰδοὺ οἱ δοῦλοί σου ἀπεθάνομεν. καὶ ἀπεδέξατο αὐτούς, μὴ φονεύσας αὐτούς, ἀλλὰ δοὺς λόγον αὐτοῖς, ἵνα ἐκβάλωσι τὸν στρατὸν ἐκ τῆς ἐρήμου χώρας. Καὶ περὶ ὥραν δευτέραν τῆς αὐτῆς ἡμέρας ὁ βασιλεὺς Ἰουλιανὸς παριὼν τὸ στράτευμα καὶ δυσωπῶν αὐτοὺς μὴ ἀτάκτως φέρεσθαι ἐτρώθη ἀδήλως· καὶ εἰσελθὼν εἰς τὸν ἴδιον παπυλεῶνα διὰ τῆς νυκτὸς τελευτᾷ, ὡς ὁ προγεγραμμένος Μάγνος ἐξέθετο. Εὐτυχιανὸς δὲ ὁ χρονογράφος ὁ Καππάδοξ, στρατιώτης ὢν καὶ βικάριος τοῦ ἰδίου ἀριθμοῦ τῶν Πριμοαρμενιακῶν, παρὼν καὶ αὐτὸς ἐν τῷ πολέμῳ, συνεγράψατο ὅτι κατελθὼν ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς μονὰς ιεʹ ἐπὶ τὰ Περσικὰ μέρη διὰ τοῦ Εὐφράτου εἰσῆλθε καὶ ἐπικρατὴς γενόμενος καὶ νικήσας πάντας παρέλαβεν ἕως πόλεως λεγομένης Κτησιφῶντος, ἔνθα ὁ βασιλεὺς Περσῶν ἐκάθητο, ἐκείνου φυγόντος ἐπὶ τὰ μέρη τῶν Περσαρμενίων, καὶ βουλομένου μετὰ τῆς ἰδίας συγκλήτου καὶ τοῦ στρατοῦ αὐτοῦ ἄχρι τῆς Βαβυλῶνος τῇ ἑξῆς ὁρμῆσαι καὶ ταύτην παραλαβεῖν διὰ τῆς νυκτός. καὶ ὡς καθεύδει, εἶδεν ἐν ὁράματί τινα τέλειον ἄνδρα ἐνδεδυμένον ζάβαν καὶ εἰσελθόντα πρὸς αὐτὸν εἰς τὸν παπυλεῶνα αὐτοῦ πλησίον τῆς πόλεως Κτησιφῶντος ἐν πόλει λεγομένῃ Ἀσίᾳ καὶ κρούσαντα αὐτὸν λόγχῃ· καὶ πτοηθεὶς ἐξυπνίσθη κράξας· καὶ ἐξανέστησαν οἱ κουβικουλάριοι εὐνοῦχοι καὶ σπαθάριοι καὶ ὁ στρατὸς ὁ φυλάττων τὸν παπυλεῶνα, καὶ εἰσελθόντες πρὸς αὐτὸν μετὰ λαμπάδων βασιλικῶν· καὶ προσε 333 σχηκὼς Ἰουλιανὸς ὁ βασιλεὺς ἑαυτὸν σφαγέντα κατὰ τῆς μασχάλης ἐπηρώτησεν αὐτούς, Πῶς λέγεται ἡ κώμη ὅπου ἐστὶν ὁ παπυλεών μου; καὶ εἶπον αὐτῷ ὅτι Ἀσία λέγεται. καὶ εὐθέως ἔκραξεν, Ὦ Ἥλιε, ἀπώλεσας Ἰουλιανόν. καὶ ἐκχυθεὶς τὸ αἷμαπαρέδωκε τὴν ψυχὴν ὥραν νυκτερινὴν πέμπτην ἔτους κατὰ Ἀντιόχειαν τὴν μεγάλην χρηματίζοντος υιαʹ. Καὶ εὐθέως ὁ στρατὸς πρὸ τοῦ γνῶναι τοὺς πολεμίους Πέρσας ἀπῆλθον εἰς τὸν παπυλεῶνα Ἰοβιανοῦ, κόμητος τῶν δομεστίκων καὶ στρατηλάτου τὴν ἀξίαν ἔχοντος· καὶ ἀγνοοῦντα ἤγαγον αὐτὸν εἰς τὸν βασιλικὸν