108
τὸ κήρυγμα· καὶ μαρτυρεῖ καὶ ταύτῃ τῇ προῤῥήσει ἡ τῶν πραγμάτων πεῖρα. Καίτοι σφόδρα ἀπίθανος ἦν ταῦτα λέγων τότε. ∆ιὰ τί; Ὅτι πάντα λόγοι ἦσαν, καὶ οὐδέπω ἀπόδειξιν παρείχετο τῶν λεχθέντων. Ὥστε πολλῷ μᾶλλον πιστότερα γέγονε νῦν. Εἶπεν ὅτι ὅταν κηρυχθῇ τὸ Εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσι, τότε ἥξει τὸ τέλος· καὶ ἰδοὺ πρὸς τὸ τέλος λοιπὸν ἐφθάσαμεν. Τὸ γὰρ πλέον τῆς οἰκουμένης κατηγγέλη· λοιπὸν οὖν τὸ τέλος ἐνέστηκε. Φρίξωμεν, ἀγαπητοί. Τί δὲ, εἰπέ μοι; περὶ συντελείας σὺ μεριμνᾷς; Καὶ αὕτη μὲν γὰρ ἐγγὺς πάρεστιν, ἡ δὲ ἑκάστου ζωὴ ἐγγυτέρα πολλῷ καὶ ἡ τελευτή. Αἱ ἡμέραι γὰρ τῶν ἐτῶν ἡμῶν, φησὶν, ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη. Ἐγγὺς ἡ ἡμέρα τῆς κρίσεως· κἂν οὕτω φοβηθῶμεν. Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Πολλὰ μετανοήσομεν ἐκεῖ· ἀλλ' ἐν τῷ θανάτῳ οὐδεὶς ἐξομολογήσεται αὐτῷ. ∆ιὰ τοῦτο λέγει. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει· τουτέστι, τὴν παρουσίαν αὐτοῦ. Ἐνταῦθα μὲν γὰρ ὅπερ ἐὰν ποιήσωμεν, ἔχει ἰσχὺν, ἐκεῖ δὲ οὐκέτι. Εἴ τις ἡμᾶς, εἰπέ μοι, ἐν καμίνῳ φλεγομένῃ μικρὸν στήσειε χρόνον, οὐχὶ πάντα ὑποστησόμεθα ὑπὲρ τῆς ἀπαλλαγῆς, κἂν χρήματα δέῃ προέσθαι, κἂν δουλείαν ὑποστῆναι; Πόσοι νόσοις περιέπεσον χαλεπαῖς, καὶ πάντα ἑτοίμως εἵλοντο δοῦναι ἂν, ὥστε ἀπαλλαγῆναι, εἴ γε αἵρεσις προὔκειτο; Εἰ τοίνυν ἐνταῦθα νόσος ὀλιγοχρόνιος οὕτως ἡμᾶς ἀνιᾷ, τί ποιήσομεν ἐκεῖ, ὅταν μηδὲν ὄφελος ᾖ τῆς μετανοίας; Πόσων νῦν γέμομεν κακῶν, καὶ οὐκ αἰσθανόμεθα; ἀλλήλους δάκνομεν, ἀλλήλους κατεσθίομεν ἀδικοῦντες, κατηγοροῦντες, διαβάλλοντες ταῖς τῶν πλησίον δόξαις δακνόμενοι. Καὶ ὅρα τὸ χαλεπόν· ὅταν βουληθῇ τις διορύξαι τοῦ πλησίον τὴν ὑπόληψιν, φησί· Τόδε εἶπεν ὁ δεῖνα περὶ αὐτοῦ, ὁ Θεὸς συγχώρησόν μοι, μή με ἐξετάσῃς, ἀκοῆς λόγον ὀφείλω. Τί οὖν λέγεις ὅλως, εἰ οὐ πιστεύεις; τί λέγεις; τί πιστὸν αὐτὸ ἐργάζῃ τῇ πολλῇ φήμῃ; τί διαπορθμεύεις τὸν λόγον οὐκ ἀληθῆ ὄντα; σὺ ἀπιστεῖς, καὶ τὸν Θεὸν παρακαλεῖς ὥστε σε μὴ ἐξετάσαι; Μὴ λέγε τοίνυν, ἀλλὰ σιώπα, καὶ παντὸς δέους ἀπήλλαξαι. δʹ. Ἀλλ' οὐκ οἶδα πόθεν ἡ νόσος αὕτη ἐν τοῖς ἀνθρώποις ἐμπέπτωκε· φλύαροι γεγόναμεν, οὐδὲν ἡμῶν ἐναπομένει τῇ ψυχῇ. Ἄκουε σοφοῦ τινος παραινοῦντος καὶ λέγοντος, Ἤκουσας λόγον; ἐναποθανέτω σοι· θάρσει, οὐ μή σε ῥήξῃ· καὶ πάλιν, Ἤκουσε λόγον ὁ μωρὸς, καὶ ὠδίνησεν, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. Πρὸς κατηγορίας ἐσμὲν ἕτοιμοι, πρὸς κατακρίσεις παρεσκευασμένοι. Κἂν μηδὲν ἡμῖν ἕτερον εἰργασμένον εἴη κακὸν, τοῦτο ἱκανὸν ἦν ἡμᾶς ἀπολέσαι, καὶ εἰς γέενναν ἀπαγαγεῖν, τοῦτο μυρίοις περιβαλεῖν κακοῖς. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἄκουε τοῦ Προφήτου λέγοντος, Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἀλλ' οὐκ ἐγὼ, φησὶν, ἀλλ' ἐκεῖνος. Σὺ μὲν οὖν· εἰ γὰρ μὴ σὺ εἶπες, ἕτε 63.153 ρος οὐκ ἂν ἤκουσεν· εἰ δὲ καὶ ἔμελλεν ἀκούειν, ἀλλὰ σὺ τῆς ἁμαρτίας οὐκ ἦς αἴτιος. ∆έον συσκιάζειν καὶ συγκρύπτειν τὰ ἐλαττώματα τῶν πλησίον, σὺ δὲ ἐκπομπεύεις προσχήματι φιλαγαθίας; Οὐ γίνῃ κατήγορος, ἀλλὰ φλύαρος, ἀλλὰ λῆρος, ἀλλὰ μωρός. Ὢ δεινότης! σαυτὸν αἰσχύνεις μετ' ἐκείνου, καὶ οὐκ αἰσθάνῃ; Ὅρα δὲ ὅσα τὰ κακὰ ἐντεῦθεν γίνεται· παροργίζεις τὸν Θεὸν, λυπεῖς τὸν πλησίον, ὑπεύθυνον σεαυτὸν τῇ κολάσει ποιεῖς. Οὐκ ἀκούεις Παύλου λέγοντος περὶ χηρῶν γυναικῶν; Οὐ μόνον δὲ ἀργαὶ, φησὶ, μανθάνουσιν, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, περιερχόμεναι τὰς οἰκίας, καὶ λαλοῦσαι τὰ μὴ δέοντα; Ὥστε καὶ ὅταν πιστεύσῃς τοῖς λεγομένοις κατὰ τοῦ ἀδελφοῦ σου, οὐδὲ οὕτω λέγειν χρὴ, μήτιγε ἀπιστοῦντα. Ἀλλὰ τὸ σαυτοῦ πανταχοῦ σκοπεῖς, δεδοικὼς ἐξετασθῆναι παρὰ τοῦ Θεοῦ; ∆εῖσον οὖν μὴ καὶ ὑπὲρ τῆς φλυαρίας ἐξετασθῆς. Ἐνταῦθα γὰρ οὐκ ἔχεις εἰπεῖν, ὅτι Μή με ἐξετάσῃ ὁ Θεὸς ὑπὲρ τῆς φλυαρίας· τὸ γὰρ πρᾶγμα φλυαρία ἐστί. Τί ἐξεπόμπευσας; τί ηὔξησας τὸ δεινόν; Τοῦτο ἡμᾶς ἀπολέσαι ἔχει. ∆ιὰ τοῦτο ἔλεγεν ὁ Χριστός· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἀλλ' οὐδεὶς ἡμῖν τούτου λόγος, οὐδὲ τὰ κατὰ τὸν Φαρισαῖον, ἡμᾶς σωφρονίζει. Ἐκεῖνος εἶπεν ἀληθὲς πρᾶγμα, ὅτι Οὐκ εἰμὶ ὡς ὁ τελώνης οὗτος, καὶ