1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

108

ἀλλ' ἔξω τῶν τειχέων κατεσκήνωσεν. ὁ δὲ Ἰούνιος ὁ τῶν Περσῶν σατράπης εἰσελθὼν εἰς τὴν πόλιν κατὰ κέλευσιν τοῦ βασιλέως, εἰς ἕνα τῶν πύργων σημεῖον Περσικὸν ἔθηκε, τοῦ βασιλέως Ῥωμαίων κελεύσαντος τοὺς πολίτας πάντας σὺν πᾶσι τοῖς διαφέρουσιν αὐτοῖς ἕως ἑνὸς ἐξελθεῖν. καὶ ἐξελθὼν πρὸς αὐτὸν Σιλουανὸς κόμης τῇ ἀξίᾳ καὶ πολιτευόμενος τῆς αὐτῆς πόλεως προσέπεσεν αὐτῷ τῷ βασιλεῖ δεόμενος αὐτοῦ μὴ προδοῦναι τὴν πόλιν Πέρσαις· καὶ οὐκ ἔπεισεν αὐτόν. ὀμωμοκέναι γάρ, φησίν, ἔφασκε καὶ μὴ βούλεσθαι δόξαν ἐπίορκον παρὰ πᾶσιν ἔχειν. καὶ τειχίσας πόλιν ἔξω τοῦ τείχους τῆς πόλεως Ἀμίδης, καλέσας τὴν κώμην Νισίβεως, ἐκεῖ πάντας τοὺς ἐκ τῆς 337 Μυγδονίας χώρας οἰκεῖν ἐποίησε καὶ Σιλουανὸν τὸν πολιτευόμενον. Καὶ περάσας ἐπὶ τὴν Μεσοποταμίαν εὐθέως πάντα τὰ χριστιανῶν ἀνήγειρε καὶ χριστιανοῖς ἐνεχείριζε τὰ πράγματα καὶ ἄρχοντας χριστιανοὺς εἰς τὴν ἀνατολὴν πᾶσαν προηγάγετο καὶ ἐξάρχους. καὶ ἀπολιπὼν τὴν ἀνατολὴν ὁ αὐτὸς βασιλεὺς Ἰοβιανὸς μετὰ τὸ ποιῆσαι πάκτα εἰρήνης μετὰ Περσῶν πρὸς ὀλίγον χρόνον ἐξώρμησεν ἐπὶ Κωνσταντινούπολιν σπουδαίως μετὰ τοῦ αὐτοῦ στρατοῦ διὰ τὸν χειμῶνα· ἦν γὰρ βαρύς. καὶ ἐν τῷ ἀνιέναι αὐτὸν κατέφθασε τὴν Γαλατῶν χώραν· καὶ τελευτᾷ ἰδίῳ θανάτῳ ἐν κώμῃ λεγομένῃ ∆αδάστανα, ὢν ἐνιαυτῶν ξʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἰοβιανοῦ ἐβασίλευσε Βαλεντινιανὸς ἐν Νικαίᾳ πόλει ὁ ἀπότομος ἔτη ιςʹ. ἦν δὲ χριστιανός. οὗτος δὲ ὑπὸ τῆς συγκλήτου προήχθη καὶ ἐστέφθη βασιλεὺς ὑπὸ Σαλουστίου τοῦ ἐπάρχου τῶν πραιτωρίων, ἐπιλεξαμένου αὐτὸν καὶ καταναγκάσαντος αὐτὸν βασιλεῦσαι. τὸν γὰρ αὐτὸν βασιλέα Βαλεντινιανὸν Ἰουλιανὸς ὁ βασιλεὺς ὁ παραβάτης, ὡς χριστιανὸν πάνυ, ἔπεμψεν εἰς Σαλαβρίαν, ποιήσας τριβοῦνον ἀριθμοῦ· ἔγνω γὰρ ἐν ὁράματι ὅτι μετ' αὐτὸν αὐτὸς βασιλεύει. ὁ δὲ ἔπαρχος Σα 338 λούστιος πέμψας ἤνεγκεν αὐτὸν ἀπὸ Σαλαμβρίας, καὶ εἶπε τῷ στρατῷ ὅτι οὐδεὶς ποιεῖ βασιλέα Ῥωμαίων ὡς οὗτος. Ἢ μόνον δὲ ἐβασίλευσεν, εὐθέως διεδέξατο τὸν αὐτὸν ἔπαρχον Σαλούστιον, καὶ ὑπὸ ἐγγύας ποιήσας ἔθηκε πρόθεμα κατ' αὐτοῦ, ἵνα εἴ τις ἠδικήθη τι παρ' αὐτοῦ, προσέλθῃ τῷ βασιλεῖ. καὶ οὐδεὶς προσῆλθε κατὰ Σαλουστίου· ἦν γὰρ ἁγνότατος. Ὁ δὲ αὐτὸς βασιλεὺς Βαλεντινιανὸς ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ πολλά. ἐπεστράτευσε δὲ κατὰ Περσῶν, πέμψας τὸν ἴδιον αὐτοῦ ἀδελφὸν Βάλεντα, ποιήσας αὐτὸν Καίσαρα, μηνὶ ἀπριλλίῳ πρώτῃ· καὶ οὐκ ἐπολέμησεν ὁ αὐτὸς Βάλης, ἀλλὰ κατελθὼν ἐποίησεν εἰρήνης πάκτα· εἶχε γὰρ πᾶσαν ἐξουσίαν εἰς πρόσωπον τοῦ ἰδίου ἀδελφοῦ· κατελθόντων Περσῶν καὶ αἰτησάντων εἰρήνην. Γενόμενος οὖν ὁ αὐτὸς Βάλης ἐν Ἀντιοχείᾳ τῆς Συρίας μετὰ τοῦ πλήθους τῆς στρατιωτικῆς δυνάμεως μηνὶ νοεμβρίῳ δεκάτῃ, ἰνδικτιῶνι ιδʹ, διέσυρεν ἐκεῖ ἕνεκεν τοῦ ποιῆσαι μετὰ Περσῶν τὰ πάκτα τῆς εἰρήνης· καὶ ἐποίησε τὰ πάκτα ἐπὶ ἔτη ἑπτά, τῶν Περσῶν αἰτησάντων εἰρήνην καὶ παραχωρησάντων τὸ ἥμισυ τοῦ Νιζτίβιος. καὶ ἔκτισεν ἐν τῇ αὐτῇ Ἀντιοχέων πόλει, τερφθεὶς τῆς τοποθεσίας καὶ τῶν ἀέρων καὶ τῶν ὑδάτων, πρῶτον τὸν φόρον, ἐπιβαλόμενος μέγα κτίσμα, λύσας τὴν βασιλικὴν τὴν λεγομένην πρῴην τὸ Καισάριον, τὴν οὖσαν πλησίον τοῦ ὡρολογίου καὶ τοῦ Κομμοδίου δημοσίου, τοῦ νυνὶ ὄντος πραιτωρίου ὑπατικοῦ Συ 339 ρίας ἄρχοντος, ἕως τοῦ λεγομένου Πλεθρίου, καὶ τὴν κόγχην ἀνανεώσας αὐτῆς καὶ εἰλήσας ἁψῖδας ἐπάνω τοῦ λεγομένου Παρμενίου χειμάῤῥου ποταμοῦ, κατερχομένου ἀπὸ τοῦ ὄρους κατὰ μέσον τῆς πόλεως Ἀντιοχείας. καὶ ποιήσας ἄλλην βασιλικὴν κατέναντι τοῦ Κομμοδίου καὶ κοσμήσας τὰς τέσσαρας βασιλικὰς κίοσι μεγάλοις Σαλωνιτικοῖς, καλαθώσας δὲ τὰς ὑποροφώσεις καὶ καλλωπίσας γραφαῖς καὶ μαρμάροις διαφόροις καὶ μουσώσει, μαρμαρώσας δὲ ἐπάνω τῶν εἰλημάτων τοῦ χειμάῤῥου πᾶν τὸ μέσαυλον ἐπλήρωσε τὸν φόρον αὐτοῦ, καὶ ταῖς τέτρασι βασιλικαῖς διαφόρους ἀρετὰς χαρισάμενος καὶ ἀνδριάντας στήσας, ἐν δὲ τῷ