1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

110

ὅτι τὰ μέγιστα διὰ πίστεως, καὶ οὐ διὰ λογισμῶν κατορθοῦται. Καὶ πῶς τοῦτο δείκνυσιν, εἰπέ μοι; Πίστει νοοῦμεν, εἰπὼν, κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι. ∆ῆλον, φησὶν, ἐστὶν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ Θεὸς, ἐκ τῶν μὴ φαινομένων τὰ φαινόμενα, ἐκ τῶν οὐχ ὑφεστώτων τὰ ὑφεστῶτα. Πόθεν δὲ δῆλον, ὅτι καὶ ῥήματι τοῦτο ἐποίησεν; ὁ μὲν γὰρ λογισμὸς οὐδὲν ὑποβάλλει τοιοῦτον, ἀλλὰ καὶ τοὐναντίον ἐκ τῶν φαινομένων τὰ μὴ φαινόμενα εἶναι. ∆ιὰ τοῦτο μάλιστα οἱ φιλόσοφοι οὐδέν φασιν ἐξ οὐκ ὄντων εἶναι, ψυχικοὶ ὄντες, καὶ οὐδὲν τῇ πίστει ἐπιτρέποντες· ἁλίσκονται δὲ καὶ αὐτοὶ ὅμως, ὅταν μέγα τι καὶ γενναῖον εἴπωσι, τῇ πίστει αὐτὸ ἐπιτρέποντες· οἷον, λέγουσιν ὅτι ὁ Θεὸς ἄναρχός 63.155 ἐστι καὶ ἀγέννητος· ὁ γὰρ λογισμὸς οὐχ ὑποβάλλει τοῦτο, ἀλλὰ τοὐναντίον. Θέα δέ μοι καὶ τὴν πολλὴν μωρίαν αὐτῶν. Τὸν Θεὸν ἄναρχον λέγουσιν· ὃ τοῦ ἐξ οὐκ ὄντων πολλῷ θαυμασιώτερον. Τοῦ γὰρ εἰπεῖν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ὁ Θεὸς ἐποίησε, τὸ εἰπεῖν, ὅτι ἄναρχός ἐστιν, ὅτι ἀγέννητος, οὔτε ὑφ' ἑαυτοῦ, οὔτε ὑφ' ἑτέρου γεννηθεὶς, ἀπορώτερον. Ἐνταῦθα μὲν γὰρ πολλὰ τὰ πιστά· οἷον, ὅτι ἐποίησέ τι, ὅτι ἀρχὴν ἔσχε τὸ ποιούμενον, ὅτι ἐποιήθη ὅλως· ἐκεῖ δὲ τὸ, αὐτόματος, ἀγέννητος, οὔτε ἀρχὴν ἔσχεν, οὔτε χρόνον, ταῦτα οὐχὶ πίστεως δεῖται, εἰπέ μοι; Ἀλλ' οὐκ ἔθηκε τοῦτο ὃ πολλῷ πλέον ἦν, ἀλλὰ τὸ ἔλαττον, εἰπών· Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ. Πόθεν οὖν λέγεις δῆλον, ὅτε ὁ Θεὸς ῥήματι πάντα ἐποίησε; λογισμὸς γὰρ τοῦτο οὐχ ὑποβάλλει, οὐδὲ παρῆν τις ὅτε ταῦτα ἐγίνετο. Ὑπὸ πίστεως· πίστεως γὰρ ἔργον ἡ κατανόησις. ∆ιὸ καὶ οὕτως εἶπε, Πίστει νοοῦμεν. Τί νοοῦμεν πίστει, εἰπέ; Ὅτι μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γέγονε· τοῦτο γὰρ ἡ πίστις. Εἰπὼν δὴ τὸ κοινὸν, λοιπὸν ἐπὶ προσώπων αὐτὸ γυμνάζει. Καὶ γὰρ τῆς οἰκουμένης ἐστὶν ἀντάξιος ἔνδοξος ἀνήρ. Τοῦτο γοῦν καὶ ὕστερον ᾐνίξατο. Ἐπειδὴ γὰρ ἐπὶ προσώπων αὐτὸ ἑκατὸν ἢ διακοσίων ἀντέστησεν, εἶτα εἶδε τὸν ἀριθμὸν ὀλίγον τῇ ποσότητι, λοιπόν φησιν· Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ. Θέα τίνα πρῶτον τίθησι, τὸν παθόντα κακῶς, καὶ παρὰ ἀδελφοῦ οὐδὲν ἠδικημένου, ἀλλὰ διὰ τὸν Θεὸν φθονηθέντος. Οὐκοῦν οἰκεῖον τὸ πάθος. Καὶ γὰρ ὑμεῖς τὰ αὐτὰ, φησὶν, ἐπάθετε ὑπὸ τῶν οἰκείων συμφυλετῶν. Ἅμα καὶ δείκνυσιν ὅτι καὶ αὐτοὶ βασκαίνονται καὶ φθονοῦνται. Ἐτίμησεν ἐκεῖνος τὸν Θεὸν, καὶ ἀπέθανεν ἀνθ' ὧν ἐτίμησε, καὶ οὐδέπω ἀναστάσεως ἔτυχεν· ἀλλ' ἡ μὲν προθυμία αὐτοῦ δήλη, καὶ τὰ παρ' αὐτοῦ γέγονε, τὰ δὲ παρὰ τοῦ Θεοῦ οὐδέπω εἰς αὐτὸν εἰσενήνεκται. Θυσίαν δὲ ἐνταῦθα πλείονα τὴν ἐντιμοτέραν λέγει, τὴν λαμπροτέραν, τὴν ἀναγκαιοτέραν. Καὶ οὐκ ἔχομεν, φησὶν, εἰπεῖν, ὅτι οὐκ ἀπεδέχθη· ἀπεδέξατο γὰρ, καὶ εἶπε πρὸς τὸν Κάϊν· Οὒκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς. Οὐκοῦν ὁ Ἄβελ καὶ ὀρθῶς προσήνεγκε, καὶ ὀρθῶς διεῖλεν. Ἀλλ' ὅμως ἀντὶ τούτων τίνα τὴν ἀμοιβὴν ἔλαβεν; Ἐσφάγη παρὰ τῆς ἀδελφικῆς χειρός· καὶ τὴν καταδίκην, ἣν ὁ πατὴρ ὑπέμεινε διὰ τὴν ἁμαρτίαν, ταύτην πρῶτος ἐδέξατο υἱὸς ὁ κατορθώσας, καὶ τοσούτῳ χαλεπὰ ἔπαθεν ὅσῳ καὶ παρὰ ἀδελφοῦ καὶ πρῶτος. Καὶ ταῦτα κατώρθωσεν εἰς οὐδένα ἰδών· εἰς τίνα γὰρ εἶδε, καὶ οὕτως ἐτίμησε τὸν Θεόν; εἰς τὸν πατέρα καὶ τὴν μητέρα; ἀλλ' ἐκεῖνοι ὕβρισαν αὐτὸν ἀντὶ τῶν εὐεργεσιῶν. Ἀλλ' εἰς τὸν ἀδελφόν; ἀλλὰ καὶ οὗτος ἠτίμασεν. Ὥστε παρ' ἑαυτοῦ τὸ ἀγαθὸν ἐξεῦρε. Καὶ ὁ τοσαύτης ὢν τιμῆς ἄξιος, τί δὴ πάσχει; Ἀναιρεῖται. Εἶτα καὶ ἄλλο ἐγκώμιον τίθησι λέγων· ∆ι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ. Πῶς δὲ καὶ ἄλλως ἐμαρτυρήθη εἶναι δίκαιος; Λέγεται πῦρ κατελθὸν ἀναλαβεῖν τὰς θυσίας· ἀντὶ γὰρ τοῦ, Ἐπὶ Ἄβελ ἐπέβλεψε, καὶ ἐπὶ τὰς θυσίας αὐτοῦ ὁ Κύριος, Καὶ ἐνεπύρισεν, εἶπεν. Ὁ τοίνυν καὶ διὰ 63.156 λόγων, καὶ δι' ἔργων μαρτυρήσας τῷ δικαίῳ, καὶ δι' αὐτὸν ὁρῶν ἀναιρούμενον, οὐκ ἤμυνεν ἀλλ' εἴασε. βʹ. Τὸ δὲ ὑμέτερον οὐ τοιοῦτον· πῶς γὰρ, οἱ καὶ προφήτας καὶ παραδείγματα ἔχοντες, καὶ παρακλήσεις