1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

110

ἐβασίλευσεν, ἔδωκε τοῖς Ἀρειανοῖς τὴν μεγάλην ἐκκλησίαν ἐν Κωνσταντινουπόλει, καὶ εἰς τὰς ἄλλας πόλεις τὸ αὐτὸ πεποιηκώς. καὶ πάνυ ἐκάκωσε τοὺς χριστιανοὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ. Ὁ δὲ αὐτὸς Βάλης καὶ τὴν δευτέραν Καππαδοκίαν ἐποίησεν ἐπαρχίαν, ἀπομερίσας αὐτὴν ἀπὸ τῆς πρώτης. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ἔπαθεν ὑπὸ θεομηνίας Νίκαια, 343 πόλις τῆς Βιθυνίας, μηνὶ σεπτεμβρίῳ ἰνδικτιῶνος ιαʹ· ἐτελεύτησε δὲ ὁ αὐτὸς Βάλης ποιήσας πρόκενσον εἰς Ἀδριανούπολιν τῆς Θρᾴκης, ἀπελθὼν κτίσαι φαβρίκα ἐκεῖ οἶκον πρὸ τῆς πόλεως ἐν ἀγρῷ ἑτέρῳ, τοῦ οἰκήματος τοῦ ἀγροῦ ἀδήλως ἀναφθέντος καὶ ἀναφθέντων τῶν σκαλῶν νυκτός, ἀπώλετο μετὰ τῶν κουβικουλαρίων καὶ σπαθαρίων αὐτοῦ, ὢν ἐνιαυτῶν μθʹ. Μετὰ δὲ τὴν βασιλείαν Βάλεντος ἐβασίλευσεν ὁ εὐσεβέστατος Γρατιανὸς ὁ υἱὸς Βαλεντινιανοῦ ὁ μείζων ἐπὶ τῆς ὑπατείας Αὐσονιανοῦ καὶ Ἑρμογένους· ἐβασίλευσε δὲ ἔτη ιζʹ. ἦν δὲ ἥσυχος καὶ τιμητικός. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ Θέων ὁ σοφώτατος φιλόσοφος ἐδίδασκε καὶ ἡρμήνευε τὰ ἀστρονομικὰ καὶ τὰ Ἑρμοῦ τοῦ Τρισμεγίστου συγγράμματα καὶ τὰ Ὀρφέως. Τῷ δὲ ἕκτῳ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Γρατιανοῦ ἀνηγορεύθη ὑπ' αὐτοῦ βασιλεὺς Θεοδόσιος ὁ Σπανός, γαμήσας Πλακιδίαν, ἀδελφὴν Γρατιανοῦ. 344 Πρὸ δὲ τῆς βασιλείας Γρατιανοῦ ἐτελεύτησε Βαλεριανός, βασιλεὺς Ῥώμης, ὁ υἱὸς Βαλεντινιανοῦ, ὁ ἀδελφὸς Γρατιανοῦ ὁ μείζων, βασιλεύσας τῆς Ῥώμης ἔτη ὀλίγα πάνυ· καὶ ἐγένετο ἀντ' αὐτοῦ βασιλεὺς ἐν τῇ Ῥώμῃ ὁ συγγενὴς αὐτοῦ Βαλεντινιανός. Ὁ δὲ βασιλεὺς Γρατιανὸς νόσῳ περιπεσὼν τὸν σπλῆνα ἔμεινεν ἐπὶ πολὺν χρόνον νοσῶν· καὶ ἐν τῷ ἀνιέναι αὐτὸν ἐν τῷ Ἱππικῷ Κωνσταντινουπόλεως θεωρῆσαι διὰ τοῦ Κοχλίου κατὰ τὴν θύραν τοῦ λεγομένου ∆εκίμου ἐσφάγη καὶ τελευτᾷ, ὢν ἐνιαυτῶν κηʹ. Μετὰ δὲ τὴν βασιλείαν Γρατιανοῦ ἡ σύγκλητος Κωνσταντινουπόλεως ἀνηγόρευσε βασιλέα Θεοδόσιον, ὡς ἐκ τοῦ γένους αὐτῶν ὄντα ἐκ τῆς Ἱσπανίας χώρας. καὶ ἀναγορευθεὶς ὑπὸ τῆς συγκλήτου ἐβασίλευσεν ὁ θειότατος Θεοδόσιος ὁ Σπανός, ὁ μέγας, γαμβρὸς Γρατιανοῦ, ἔτη ιζʹ. ἦν δὲ χριστιανὸς καὶ φρόνιμος καὶ εὐσεβὴς καὶ ἐνδρανής. ἢ μόνον δὲ ἐβασίλευσεν, εὐθέως ἀνέδωκε τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις, πανταχοῦ ποιήσας σάκρας καὶ διώξας τοὺς Ἀρειανούς. ὁ δὲ αὐτὸς βασιλεὺς ἔστεψε τοὺς δύο αὐτοῦ υἱούς, οὓς ἔσχεν ἀπὸ τῆς προτέρας αὐτοῦ γυναικὸς Γάλλης, καὶ τὸν μὲν Ἀρκάδιον ἐποίησε βασιλέα ἐν Κωνσταντινουπόλει, τὸν δὲ Ὁνώριον ἐν Ῥώμῃ. τοὺς δὲ ναοὺς τῶν Ἑλλήνων πάνταςκατέστρεψεν ἕως ἐδάφους ὁ αὐτὸς Θεοδόσιος βασιλεύς. κατέλυσε δὲ καὶ τὸ ἱερὸν Ἡλιουπόλεως τὸ μέγα καὶ περιβόητον τὸ λεγόμενον Τρίλιθον, καὶ ἐποίησεν αὐτὸ ἐκκλησίαν χριστιανοῖς. ὁμοίως δὲ καὶ τὸ ἱερὸν ∆αμασκοῦ ἐποίησεν ἐκκλησίαν χριστιανῶν· καὶ ἄλλα 345 δὲ πολλὰ ἱερὰ ἐποίησεν ἐκκλησίας, καὶ ηὐξήθη τὰ τῶν χριστιανῶν πλέον ἐπὶ τῆς βασιλείας αὐτοῦ. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀπεμέρισε καὶ τὴν Φοινίκην Λιβανησίαν ἀπὸ τῆς παράλου καὶ ἐποίησεν ἐπαρχίαν, δοὺς δίκαια μητροπόλεως καὶ ἄρχοντα ὀρδινάριον Ἐμέζτῃ τῇ πόλει. ὁ αὐτὸς δὲ βασιλεὺς καὶ τὸν Πόντον μερίσας ἐποίησεν ἐπαρχίαν, ἥντινα ἐκάλεσεν Αἱμίμοντον. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτυράννησε Βαλβῖνος ὁ Ἴσαυρος, καὶ ἔστρεψεν Ἀνάζαρβον τὴν πόλιν καὶ Εἰρηνούπολιν καὶ Καστάβαλαν, τῆς Κιλικίας πόλεις. καὶ συλληφθεὶς ὑπὸ Ῥούφου στρατηλάτου ἀνῃρέθη. Ὁ δὲ αὐτὸς βασιλεὺς Θεοδόσιος ἐν τῷ αὐτῷ χρόνῳ τοὺς τρεῖς ναοὺς τοὺς ὄντας ἐν Κωνσταντινουπόλει εἰς τὴν πρῴην λεγομένην Ἀκρόπολιν καταλύσας, ἐποίησε τὸν τοῦ Ἡλίου ναὸν αὐλὴν οἰκημάτων, καὶ ἐδωρήσατο αὐτὴν τῇ μεγάλῃ ἐκκλησίᾳ Κωνσταντινουπόλεως· ἥτις αὐλὴ κέκληται ἕως τοῦ νῦν τοῦ Ἡλίου· τὸν δὲ τῆς Ἀρτέμιδος ναὸν ἐποίησε ταβλοπαρόχιον τοῖς κοττίζουσιν· ὅστις τόπος κέκληται ἕως τῆς νῦν ὁ ναός· ἡ δὲ πλησίον ῥύμη τὸ ἐλάφιν. τὸν δὲ τῆς Ἀφροδίτης ναὸν