1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

111

μυρίας, καὶ σημεῖα καὶ θαύματα γενόμενα; Ὥστε ἐκεῖνο ὄντως πίστις ἦν. Ποῖα γὰρ θαύματα εἶδεν ἐκεῖνος, ἵνα πιστεύσῃ ὅτι ἔσται τις αὐτῷ ἀντίδοσις τῶν ἀγαθῶν; οὐχὶ ἀπὸ πίστεως μόνης τὴν ἀρετὴν εἵλετο; Τί ἐστι, Καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ; Ἵνα μὴ εἰς πολλὴν ἀπόγνωσιν αὐτοὺς ἐμβάλῃ, δείκνυσιν αὐτὸν ἐν μέρει ἀπολαύσαντα ἀμοιβῆς. Πῶς; Ἡ ἐπισκοπὴ ἡ ὑπὲρ αὐτοῦ, φησὶ, πολλή ἐστι· τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Καὶ ἔτι λαλεῖ· τουτέστιν, ἀνεῖλεν αὐτὸν, ἀλλὰ οὐ συνανεῖλεν αὐτῷ τὴν δόξαν καὶ τὴν τιμήν· οὐ τέθνηκεν ἐκεῖνος· οὐκοῦν οὐδὲ ὑμεῖς τεθνήξεσθε. Ὅσῳ γὰρ ἄν τις χαλεπώτερα πάθῃ, τοσούτῳ ἡ δόξα μείζων. Πῶς οὖν ἔτι γὰρ λαλεῖ; Τοῦτο καὶ τοῦ ζῇν σημεῖόν ἐστι, καὶ τοῦ παρὰ πάντων ᾄδεσθαι, θαυμάζεσθαι καὶ μακαρίζεσθαι· ὁ γὰρ παραινῶν τοῖς ἄλλοις δικαίοις εἶναι, λαλεῖ. Οὐ τοσοῦτον γὰρ ἀνύει λόγος, ὅσον τὸ πάθος τὸ ἐκείνου. Ὥσπερ οὖν ὁ οὐρανὸς φαινόμενος μόνον λαλεῖ, οὕτω καὶ ἐκεῖνος μνημονευόμενος. Οὐκ ἂν, εἰ ἀνεκήρυξεν ἑαυτὸν, οὐκ ἂν, εἰ μυρίας ἔσχε γλώσσας, καὶ ἔζη, οὕτως ἐθαυμάζετο ὡς νῦν. Τουτέστιν, οὐκ ἀτιμωρητὶ ταῦτα γίνεται οὐδὲ ἁπλῶς, οὐδὲ παρέρχεται. Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον· καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ. Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ πρῶτον τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Οὗτος μείζονα πίστιν τοῦ Ἄβελ ἐπεδείξατο. Τί δήποτε; Ὅτι εἰ καὶ μετ' ἐκεῖνον γέγονεν, ἀλλὰ τὰ εἰς ἐκεῖνον γενόμενα ἱκανὰ ἦν αὐτὸν ἀποστρέψαι. Πῶς; Προῄδει ὁ Θεὸς ὅτι ἀπολεῖται· εἶπε γὰρ τῷ Κάϊν· Ἥμαρτες, μὴ προσθῇς ἔτι. Ἐτιμήθη παρ' αὐτοῦ, οὐκ ἤμυνεν αὐτῷ. Καὶ οὐδὲ τοῦτο εἰς ῥᾳθυμίαν ἐνέβαλεν· οὐκ εἶπε πρὸς ἑαυτὸν, Τίς χρεία πόνων καὶ κινδύνων; ὁ Ἄβελ ἐτίμησε τὸν Θεὸν, καὶ οὐκ ἤμυνεν αὐτῷ. Τί γὰρ ὄφελος τῷ ἀπελθόντι τῆς τιμωρίας τῆς τοῦ ἀδελφοῦ; τί δὲ ἐκεῖθεν ἀπόνασθαι αὐτὸν δυνατόν; Θῶμεν ὅτι χαλεπὴν δίδωσι δίκην· τί πρὸς τὸν ἀνηρημένον; Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλὰ ταῦτα πάντα ὑπερβὰς, ἔγνω ὅτι, εἰ Θεὸς ἔστι, πάντως καὶ ἀνταποδότης ἐστί· καίτοι οὔπω οὐδὲν περὶ ἀναστάσεως ᾔδεισαν. Εἰ δὲ οἱ μηδὲν μηδέπω περὶ ἀναστάσεως εἰδότες, ἀλλὰ καὶ ἐνταῦθα τἀναντία ὁρῶντες οὕτως εὐηρέστησαν· πόσῳ μᾶλλον ἡμεῖς; οὔτε γὰρ περὶ ἀναστάσεως ᾔδεισαν ἐκεῖνοι, οὔτε εἰς παραδείγματα εἶχον ἰδεῖν. Αὐτὸ μὲν οὖν τοῦτο αὐτὸν 63.157 εὐαρεστῆσαι ἐποίησε, τὸ μηδὲν αὐτὸν ἀπολαβεῖν. Εἰπὲ δή μοι· ᾔδει ὅτι μισθαποδότης ἐστὶν ὁ Θεός. Πόθεν; οὔπω γὰρ οὐδὲ τῷ Ἄβελ ἀπέδωκεν. Ὥστε ὁλογισμὸς ἕτερα ὑπέβαλλεν, ἡ δὲ πίστις τὰ ἐναντία τῶν ὁρωμένων. Κἂν ὑμεῖς οὖν, φησὶν, ὁρᾶτε μηδὲν ἐνταῦθα ἀπολαμβάνοντας ὑμᾶς, μὴ θορυβεῖσθε. Πῶς δὲ πίστει μετετέθη ὁ Ἐνώχ; Ὅτι τῆς μεταθέσεως ἡ εὐαρέστησις αἰτία, τῆς δὲ εὐαρεστήσεως ἡ πίστις. Εἰ γὰρ μὴ ᾔδει ὅτι λήψεται ἀμοιβὰς, πῶς εὐηρέστει; Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι. Πῶς; Ἂν γάρ τις πιστεύσῃ εἶναι Θεὸν καὶ ἀντίδοσιν, ἕξει τὰς ἀμοιβάς. Ἐντεῦθεν οὖν ἡ εὐαρέστησις. Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστιν, οὐ τὸ τί ἐστιν. Εἰ δὲ τὸ, Ὅτι ἔστι, πίστεως, καὶ οὐ λογισμῶν δεῖται· τὸ, τί ἐστι, λογισμῷ καταλαβεῖν δυνατόν; εἰ ὅτι μισθαποδότης ἐστὶ, πίστεως χρείαν ἔχει, καὶ οὐ λογισμῶν· πῶς τὰ τῆς οὐσίας λογισμῷ περιλαβεῖν ἔνι; ποῖος γὰρ δυνήσεται λογισμὸς ἐφικέσθαι τούτων; τινὲς γὰρ αὐτόματά φασιν ἄγεσθαι τὰ ὄντα. Ὁρᾷς ὅτι, ἂν μὴ πιστεύομεν περὶ πάντα, οὐ περὶ τὴν ἀντίδοσιν μόνον, ἀλλὰ καὶ περὶ αὐτὸ τὸ εἶναι Θεὸν, οἴχεται ἡμῖν τὰ πάντα; Πολλοὶ δὲ ζητοῦσι ποῦ μετετέθη ὁ Ἐνὼχ, καὶ διὰ τί μετετέθη, καὶ διὰ τί οὐκ ἀπέθανεν, οὔτε αὐτὸς, οὔτε ὁ Ἠλίας, καὶ εἰ ἔτι ζῶσι, πῶς ζῶσι, καὶ ἐν ποίῳ σχήματί εἰσιν. Ἀλλὰ περιττὸν πάντη τὸ ταῦτα ζητεῖν. Ὅτι μὲν γὰρ μετετέθη οὗτος, καὶ ὅτι ἀνελήφθη ἐκεῖνος, εἶπον αἱ Γραφαί· ποῦ δέ εἰσι, καὶ πῶς εἰσιν, οὐκέτι προσέθηκαν· οὐδὲν γὰρ πλέον τῶν ἀναγκαίων λέγουσι. Τοῦτο μὲν γὰρ γέγονε, λέγω δὲ τὸ τῆς μεταθέσεως, ἐκ προοιμίων εὐθέως, ὅπως ἡ ἀνθρωπίνη φύσις ἐλπίδα λάβῃ τῆς