1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

112

καταλύσεως τοῦ θανάτου, καὶ τῆς καθαιρέσεως τῆς τυραννίδος τῆς διαβολικῆς, καὶ ὅτι παραλυθήσεται ὁ θάνατος· μετετέθη γὰρ οὐ νεκρὸς, ἀλλὰ τοῦ μὴ ἰδεῖν θάνατον. ∆ιὰ τοῦτο προσέθηκε, ζῶν μετετέθη, ὅτι εὐηρέστησε. Καθάπερ γάρ τις ἀπειλήσας πατὴρ υἱῷ, βούλεται μὲν εὐθέως ἀνεῖναι τὴν ἀπειλὴν, ὅταν ἀπειλήσῃ, ἀνέχεται δὲ καὶ καρτερεῖ, ἵνα τέως αὐτὸν σωφρονίσῃ καὶ νουθετήσῃ, ἀφεὶς βεβαίαν μένειν τὴν ἀπειλήν· οὕτω καὶ ὁ Θεὸς, σχεδὸν εἰπεῖν ἀνθρωπίνως, οὐκ ἐκαρτέρησεν, ἀλλ' εὐθέως ἔδειξεν, ὅτι λέλυται ὁ θάνατος. Καὶ πρῶτον ἀφίησι τὸν θάνατον εἰς τὸν δίκαιον γενέσθαι, φοβῆσαι βουλόμενος διὰ τοῦ παιδὸς τὸν πατέρα. Θέλων γὰρ δεῖξαι, ὅτι ὄντως ἐστὶν ἡ ἀπόφασις βεβαία, οὐ τοὺς κακοὺς εὐθέως, ἀλλὰ καὶ τὸν εὐαρεστήσαντα ὑπέβαλε τῇ τιμωρίᾳ, τὸν μακάριον ἐκεῖνον τὸν Ἄβελ λέγω· καὶ σχεδὸν μετὰ τοῦτον εὐθέως μετέθηκε τὸν Ἐνὼχ ζῶντα. Καὶ οὐκ ἀνέστησεν ἐκεῖνον, ἵνα μὴ θαῤῥήσωσιν εὐθέως, ἀλλὰ μετέθηκε τοῦτον ζῶντα, διὰ μὲν τοῦ Ἄβελ φοβήσας, διὰ δὲ τούτου δοὺς ζῆλον τοῦ εὐαρεστεῖν αὐτῷ. Ὥστε οἱ αὐτόματα πάντα ἄγεσθαι καὶ φέρεσθαι λέγοντες, καὶ μὴ προσδοκῶντες ἀντίδοσιν, οὐκ εὐαρεστοῦσιν, ὥσπερ οὐδὲ οἱ Ἕλληνες. Τοῖς γὰρ ἐκζητοῦσιν αὐτὸν δι' ἔργων καὶ διὰ τῆς γνώσεως μισθαποδότης γίνεται. 63.158 γʹ. Ἐπεὶ οὖν ἔχομεν μισθαποδότην, πάντα πράττωμεν, ὥστε μὴ ἀποστερηθῆναι τῶν μισθῶν τῶν ἐπὶ τῇ ἀρετῇ· καὶ γὰρ πολλῶν δακρύων ἄξιον τοιαύτης ἀμοιβῆς ὑπεριδεῖν, τοιαύτης ἀντιδόσεως καταφρονῆσαι. Ὥσπερ γὰρ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται, οὕτω τοῖς μὴ ζητοῦσι τὸ ἐναντίον· Ζητεῖτε, καὶ εὑρήσετε, φησί. Πῶς δὲ ἔστι τὸν Κύριον εὑρεῖν; Ἐννόησον πῶς εὑρίσκεται τὸ χρυσίον, μετὰ πολλοῦ πόνου. Ταῖς χερσί μου, φησὶ, νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Τουτέστιν, ὥσπερ τὸ ἀπολωλὸς ζητοῦμεν, οὕτω τὸν Θεὸν ζητήσωμεν. Οὐχὶ τὸν νοῦν ἐκεῖ συστρέφομεν; οὐχὶ πάντας ἐξετάζομεν; οὐχὶ ἀποδημίαν ποιούμεθα; οὐχὶ χρήματα ἐπαγγελλόμεθα; Οἶον, ἔστω τις ἡμῖν υἱὸς ἀπολωλώς· τί οὐ πράττομεν; ποίαν γῆν, ποίαν θάλατταν οὐ περινοστοῦμεν; οὐχὶ καὶ χρήματα, καὶ οἰκίας, καὶ πάντα δεύτερα τιθέμεθα τῆς εὑρέσεως; κἂν εὕρωμεν, κατέχομεν, ἐπισφίγγομεν, οὐκ ἐγκαταλιμπάνομεν. Καὶ μέλλοντες ζητεῖν, πάντα πραγματευόμεθα, ὥστε εὑρεῖν τὸ ζητούμενον· πόσῳ δὲ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο χρὴ ποιεῖν, ὥσπερ τι τῶν ἀναγκαίων ζητοῦντας; μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον. Πλὴν ἀλλ' ἐπειδὴ ἀσθενεῖς ἐσμεν, κἂν ὡς τὰ χρήματά σου ζητεῖς, ἢ τὸν υἱὸν, ζήτησον τὸν Θεόν. Οὐχὶ ἀποδημεῖς ὑπὲρ τούτου; ἆρα οὐκ ἀπεδήμησάς ποτε ὑπὲρ χρημάτων; οὐχὶ πάντα περιεργάζῃ; οὐχ ὅταν εὕρῃς, τότε θαῤῥεῖς; Ζητεῖτε, φησὶ, καὶ εὑρήσετε. Τὰ γὰρ ζητούμενα πολλῆς δεῖται μερίμνης, καὶ μάλιστα ἐπὶ Θεοῦ· πολλὰ γὰρ τὰ κωλύματα, πολλὰ τὰ ἐπισκοτοῦντα, πολλὰ τὰ εἴργοντα ἡμῶν τὴν αἴσθησιν. Ὥσπερ γὰρ ὁ ἥλιός ἐστι δῆλος, καὶ εἰς μέσον πᾶσι πρόκειται, καὶ οὐ δεόμεθα τοῦ ζητεῖν αὐτόν· ἂν μέντοι κατορύξωμεν ἑαυτοὺς, κἂν πάντα περιστρέφωμεν, πολλοῦ δεόμεθα πόνου, ὥστε ἰδεῖν πρὸς τὸν ἥλιον· οὕτω δὴ καὶ ἐνταῦθα, ἐὰν ἐν τῷ βυθῷ τῶν ἐπιθυμιῶν τῶν πονηρῶν, ἐὰν ἐν τῷ σκότῳ τῶν παθῶν καὶ τῶν βιωτικῶν πραγμάτων κατορύττωμεν ἑαυτοὺς, μόλις διαβλέπομεν, μόλις ἀνακύπτομεν. Ὁ κάτω κατορωρυγμένος, ὅσῳ ἂν ἄνω βλέπῃ, τοσούτῳ πρὸς τὸν ἥλιον ἔρχεται. Ἀποτιναξώμεθα τοίνυν τὸν χοῦν, ἀναῤῥήξωμεν τὴν ἐπικειμένην ἡμῖν ἀχλύν· πυκνή τίς ἐστι καὶ στεγανὴ, καὶ οὐκ ἀφίησιν ἡμᾶς ἀναβλέψαι. Καὶ πῶς διαῤῥήγνυται, φησὶν, ἡ νεφέλη αὕτη; Ἐὰν ἐπισπασώμεθα τοῦ νοητοῦ ἡλίου τὰς ἀκτῖνας, τοῦ ἡλίου τῆς δικαιοσύνης, ἐὰν τὰς χεῖρας εἰς τὸν οὐρανὸν αἴρωμεν· Ἔπαρσις, φησὶ, τῶν χειρῶν μου θυσία ἑσπερινή· ἐὰν μετὰ τῶν χειρῶν καὶ τὸν νοῦν ἀναλάβωμεν. Ἴστε οἱ μεμυημένοι τί λέγω· τάχα δὲ καὶ ἐπιγινώσκετε τὸ λεχθὲν, καὶ συνορᾶτε ὅπερ ᾐνιξάμην. Ἐπάρωμεν εἰς ὕψος τὴν διάνοιαν. Οἶδα πολλοὺς ἄνδρας ἐγὼ, σχεδὸν κρεμαμένους ἀπὸ τῆς γῆς, καὶ πέρα τοῦ μέτρου τὰς χεῖρας ἀνατείνοντας, καὶ ἀθυμοῦντας ὅτι μὴ δυνατὸν μετεωρισθῆναι, καὶ οὕτως