1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

112

ἐν Ῥώμῃ τοῦ αὐτοῦ βασιλέως Ἀρκαδίου πρὸς τὸν αὐτοῦ ἀδελφὸν βασιλέα Ὁνώριον, ὡσαύτως δὲ καὶ κατὰ τὴν ὁδὸν διασύραντος, ἐν ὅσῳ ἔρχεται ὁ Ἀρκάδιος ἐν Κωνσταντινουπόλει, Γαϊνὰς ἐτυράννησεν ὁ συγκλητικός, θέλων βασιλεῦσαι. καὶ κατέφθασεν ὁ Ἀρκάδιος ἐν Κωνσταντινουπόλει καὶ ἐφόνευσε τὸν τύραννον Γαϊνάν. Μετὰ οὖν τὴν βασιλείαν Θεοδοσίου τοῦ μεγάλου τοῦ Σπανοῦ ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀρκάδιος ἐν Κωνσταντινουπόλει ἐλθὼν 349 ἀπὸ Ῥώμης τὰ πάντα ἔτη εἰκοσιτρία, ἐάσας ἐν Ῥώμῃ Ὁνώριοντὸν ἀδελφὸν αὐτοῦ τὸν μικρότερον. ἦν δὲ περίγοργος καὶ ἐνδρανής. καὶ εὐθέως ἐλθὼν ἐποίησε βασιλέα τὸν υἱὸν αὐτοῦ Θεοδόσιον τὸν μικρὸν ἐν Κωνσταντινουπόλει. Ὁ δὲ αὐτὸς Ἀρκάδιος ἐποίησε καὶ ἴδιον ἀριθμόν, οὓς ἐκάλεσεν Ἀρκαδιακούς. ἀῤῥωστήσας δὲ ἐξαίφνης τελευτᾷ, ὢν ἐνιαυτῶν λαʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀρκαδίου ἐβασίλευσεν ὁ ἀδελφὸς αὐτοῦ Ὁνώριος ἐν Ῥώμῃ ἔτη λαʹ. ἦν δὲ ὀργίλος καὶ σώφρων. Ὁ δὲ αὐτὸς βασιλεὺς ἔκλεισε τὸ ἱερὸν τοῦ Σεράπιδος Ἡλίου τοῦ ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ταραχῆς γενομένης δημοτικῆς ἐν τῇ Ῥώμῃ μεγάλης, ἀγανακτήσας ἀπῆλθεν εἰς Ῥάβενναν πόλιν· καὶ πέμψας ἤγαγεν Ἀλάριχον στρατηλάτην ἀπὸ τῶν Γαλλιῶν μετὰ πλήθους, ἵνα πραιδεύσῃ τὴν Ῥώμην. καὶ ἐλθὼν ὁ Ἀλάριχος ἐν τῇ πόλει παρέθετο αὑτὸν τῇ πόλει καὶ τοῖς συγκλητικοῖς τοῖς ἐχθροῖς Ὁνωρίου, καί τινα τῶν τῆς πόλεως οὐκ ἔβλαψεν, ἀλλὰ ὁρμήσας εἰς τὸ παλάτιον ἐπῆρε πάντα τὰ τοῦ παλατίου χρήματα καὶ τὴν ἀδελφὴν Ὁνωρίου ἀπὸ πατρὸς Πλακιδίαν, μικρὰν οὖσαν 350 παρθένον· καὶ πάλιν ἀπῆλθεν αὐτὸς εἰς τὰς Γαλλίας τυραννήσας. Κωνστάντιος δὲ ἔτι κόμης ὢν μετὰ Ἀλαρίχου, πιστευθεὶς παρ' αὐτοῦ τὴν κόρην Πλακιδίαν, δυνηθεὶς ἔλαβεν αὐτήν· καὶ φυγὼν τὸν Ἀλάριχον ἤγαγεν αὐτὴν πρὸς τὸν βασιλέα Ὁνώριον. καὶ εὐχαριστῶν αὐτῷ ὁ Ὁνώριος ἐποίησεν αὐτὸν συγκλητικόν, καὶ ἐξέδωκεν αὐτῷ τὴν Πλακιδίαν εἰς γυναῖκα, καὶ ἐποίησεν αὐτὸν βασιλέα ἐν Ῥώμῃ· ἐξ ἧς ἔσχεν υἱὸν ὁ αὐτὸς Κωνστάντιος, ὃν ἐκάλεσε Βαλεντινιανόν. καὶ ἅμα Κωνσταντίῳ γενόμενος ὁ Ὁνώριος ἐπὶ τῆς αὐτοῦ βασιλείας ἀνεῖλε τοὺς τέσσαρας τυράννους Ἄτταλον καὶ Σεβαστιανὸν καὶ Μάξιμον καὶ Κώνσταν τοὺς συγκλητικούς, οἵτινες ἀντῆραν αὐτῷ ὑπονοθεύσαντες τὸν δῆμον. μετὰ δὲ τὸ φονευθῆναι αὐτοὺς καὶ τὰς οὐσίας αὐτῶν δημευθῆναι ἐάσας τὸν Κωνστάντιον ἐν τῇ Ῥώμῃ βασιλεύειν ἦλθεν ὁ αὐτὸς Ὁνώριος ἐν Κωνσταντινουπόλει βασιλεύων μετὰ Θεοδοσίου τοῦ μικροῦ. Ὁ δὲ Κωνστάντιος, βασιλεὺς Ῥώμης, τελευτᾷ ἰδίῳ θανάτῳ ἐπὶ τῆς βασιλείας καὶ ζωῆς Ὁνωρίου· καὶ τυραννήσας συγκλητικός τις ὀνόματι Ἰωάννης, τῶν ἄλλων συγκλητικῶν συμποιησαμένων μετ' αὐτοῦ, βασιλεύει ἐν τῇ Ῥώμῃ. καὶ γνοὺς τοῦτο ὁ Ὁνώριος ἐμάνη· καὶ νόσῳ βληθεὶς ὑδρωπιάσας τελευτᾷ, ὢν ἐνιαυτῶν μβʹ. ΛΟΓΟΣ Ι∆ʹ ΒΑΣΙΛΕΙΑΣ ΘΕΟ∆ΟΣΙΟΥ ΝΕΩΤΕΡΟΥ ΕΩΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΛΕΟΝΤΟΣ ΤΟΥ ΜΙΚΡΟΥ. Μετὰ δὲ τὴν βασιλείαν Ὁνωρίου ἐβασίλευσε μόνος ὁ θειότατος Θεοδόσιος ὁ νέος, ὁ υἱὸς Ἀρκαδίου βασιλέως, ἀδελφοῦ Ὁνωρίου,ἐπὶ τῆς ὑπατείας Στελίχωνος καὶ Ἀβριλιανοῦ, ὑπὸ τοῦ ἰδίου πατρὸς στεφθείς· ἐβασίλευσε δὲ τὰ πάντα ἔτη νʹ καὶ μῆνας ζʹ. ὅστις ἔχαιρε τῷ Πρασίνῳ μέρει καὶ ἀντεποιεῖτο αὐτῶν κατὰ πόλιν. ἐν δὲ Κωνσταντινουπόλει μετήγαγεν αὐτούς, θεωροῦντας πρῴην εἰς τὰ δεξιὰ αὐτοῦ μέρη, καὶ ἐποίησεν αὐτοὺς θεωρεῖν εἰς τὰ ἀριστερὰ βάθρα· καὶ τοὺς τῆς πεδατούρας στρατιώτας