1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

113

εὐχομένους μετὰ προθυμίας. Οὕτως ὑμᾶς εἶναι βούλομαι ἀεί· εἰ δὲ μὴ ἀεὶ, κἂν πλεονάκις· εἰ δὲ μὴ πλεονάκις, κἂν ὀλιγάκις, κἂν ἐν ταῖς ἑωθιναῖς, κἂν ἐν ταῖς ἑσπεριναῖς. Εἰπὲ γάρ μοι, ἐκτείνειν τὰς χεῖρας οὐ δύνῃ; ἔκτεινον τὴν προαίρεσιν ὅσον θέλεις· ταύτην ἔκτεινον κἂν εἰς αὐτὸν τὸν οὐρανόν· κἂν αὐτῆς βουληθῇς τῆς κορυφῆς ἅψασθαι, κἂν ἀνωτέρω ἀνελθὼν ἐμπεριπατῆσαι, ἔξεστί σοι· παντὸς γὰρ 63.159 πτεροῦ καὶ κουφότερος καὶ ὑψηλότερος ὁ ἡμέτερος νοῦς. Ὅταν δὲ καὶ τὴν παρὰ τοῦ Πνεύματος λάβῃ χάριν, βαβαὶ, πῶς ἐστι ταχὺς, πῶς ὀξὺς, πῶς πάντα περινοστεῖ, πῶς οὐ καταφέρεται οὐδὲ καταπίπτει πρὸς τὸ ἔδαφος! Ταῦτα κατασκευάσωμεν ἡμῖν τὰ πτερὰ, διὰ τούτων καὶ τὸ πέλαγος διαπτῆναι δυνησόμεθα τοῦ κλύδωνος τοῦ παρόντος βίου. Τὰ ὀξύτατα τῶν ὀρνίθων, καὶ ὄρη, καὶ νάπας, καὶ πελάγη, καὶ σκοπέλους ἐν βραχείᾳ καιροῦ ῥοπῇ διίπταται ἀσινῆ. Τοιοῦτός ἐστι καὶ ὁ νοῦς· ὅταν πτερωθῇ, ὅταν τῶν βιωτικῶν ἀποστῇ, οὐδὲν αὐτοῦ ἐπιλαβέσθαι δύναται, πάντων ἐστὶν ἀνώτερος, καὶ τῶν βελῶν τῶν πεπυρωμένων τοῦ διαβόλου. Οὐκ ἔστιν οὕτως εὔστοχος ὁ διάβολος, ὡς δυνηθῆναι τοῦ ὕψους ἐφικέσθαι, ἀλλὰ τί; ἀφίησι μὲν τὰ βέλη· ἀναίσχυντος γάρ ἐστιν· οὐκ ἐπιτυγχάνει δὲ, ἀλλ' ὑποστρέφει πρὸς αὐτὸν κενὸν τὸ βέλος, καὶ οὐ μόνον κενὸν, ἀλλὰ καὶ εἰς τὴν αὐτοῦ κεφαλήν· δεῖ γὰρ πάντως πλῆξαι τὸ παρ' αὐτοῦ πεμπόμενον. Ὥσπερ οὖν τὸ παρὰ ἀνθρώπων βληθὲν, ἢ τὸ καθ' οὗ πέμπεται βάλλει, ἢ ὄρνεον, ἢ τοῖχον, ἢ ἱμάτιον, ἢ ξύλον, ἢ αὐτὸν τὸν ἀέρα διατέμνει· οὕτω καὶ τὸ τοῦ διαβόλου βέλος, δεῖ μὲν πλῆξαι πάντως, ἂν δὲ τὸν βαλλόμενον μὴ πλήξῃ, πάντως τὸν πέμποντα ἔπληξε. Καὶ ἔστι πολλαχόθεν τοῦτο μαθεῖν, ὅτι, ὅταν ἡμεῖς μὴ πληγῶμεν, πάντως ἐκεῖνος πλήττεται· οἷόν τι λέγω, Ἐπεβούλευσε τῷ Ἰὼβ, οὐκ ἔπληξεν αὐτὸν, ἀλλ' ἐπλήγη αὐτός· ἐπεβούλευσε τῷ Παύλῳ, οὐκ ἔπληξεν αὐτὸν, ἀλλ' ἐπλήγη αὐτός. Καὶ πανταχοῦ τοῦτο ἔστιν, ἐὰν νήφωμεν, ἰδεῖν γινόμενον. Καὶ ὅταν μὲν γὰρ πλήξῃ, πλήττεται· πολλῷ δὲ πλέον, ὅτε κατ' ἐκείνου τοῖς ξίφεσι καὶ τῷ θυρεῷ τῆς πίστεως καθοπλίσαντες καὶ τειχίσαντες ἑαυτοὺς, ἐν ἀσφαλείᾳ διατηρῶμεν, ὥστε ἀνάλωτοι γίνεσθαι. Βέλος 63.160 δέ ἐστι τοῦ διαβόλου ἐπιθυμία πονηρά. Ὀργὴ μάλιστα· πῦρ ἐστι, φλόξ ἐστι, συναρπάζει, ἀναιρεῖ, κατακαίει· ἀλλ' ἡμεῖς τῇ μακροθυμίᾳ τῇ ἀνοχῇ αὐτὴν σβέσωμεν. Καθάπερ γὰρ πεπυρωμένος σίδηρος εἰς ὕδωρ βαφεὶς, τὸ πῦρ ἀπόλλυσιν· οὕτως ὀργὴ εἰς τὸν μακρόθυμον ἐμπεσοῦσα, οὐδὲν τὸν μακρόθυμον ἔβλαψεν, ἀλλὰ μᾶλλον ὠφέλησε, καὶ αὐτὸς διεκρατήθη πλέον. Οὐδὲν γὰρ μακροθυμίας ἴσον· οὐδέποτε ὑβρίζεται ὁ τοιοῦτος· ἀλλ' ὥσπερ τὰ ἀδαμάντινα σώματα οὐ πλήττεται, οὕτως οὐδὲ αἱ τοιαῦται ψυχαί· ἀνώτεραι γὰρ τῶν βελῶν εἰσιν. Ὑψηλός ἐστι, καὶ οὕτως ὑψηλὸς ὁ μακρόθυμος, ὡς μὴ δέχεσθαι πληγὴν ἀπὸ τῆς βολῆς. Ὅταν ἀγριαίνῃ, σὺ γέλα· γέλα δὲ μὴ φανερῶς, ὥστε μὴ παροξῦναι, ἀλλὰ γέλα κατὰ ψυχὴν αὑτοῦ ἕνεκεν. Καὶ γὰρ ἐπὶ τῶν παίδων, ὅταν πλήττωσιν ἡμᾶς μετὰ θυμοῦ, ὡς δὴ ἀμυνόμενοι, γελῶμεν. Ἂν τοίνυν γελάσῃς, τοσοῦτον ἔσται σοῦ κἀκείνου τὸ μέσον, ὅσον παιδὸς καὶ ἀνδρός· ἂν δὲ ἀγριάνῃς, γέγονας παῖς· παίδων γὰρ ἀνοητότεροι οἱ ὀργιζόμενοι. Εἰπὲ δή μοι, ἂν ἀπίδῃ τις πρὸς παῖδα ἀγριαίνοντα, οὐχὶ καταγελᾷ; Τοῦτο καὶ ἐπὶ τῶν ὀργιζομένων συμβαῖνον ἔστιν ἰδεῖν· οἱ τοιοῦτοι καὶ ὀλιγόψυχοι, εἰ δὲ ὀλιγόψυχοι, καὶ ἄφρονες· Ὁ δὲ ὀλιγόψυχος, φησὶν, ἰσχυρῶς ἄφρων. Ὁ τοίνυν ἄφρων νήπιός ἐστι. Καὶ ὁ μακρόθυμος, φησὶ, πολὺς ἐν φρονήσει. Ταύτην τοίνυν τὴν μακροθυμίαν μεταδιώκωμεν, ὅθεν πολλὴ τοῖς κατορθοῦσι σύνεσις περιγίνεται· ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΓʹ.