115
οὗτοι πάντες. Καὶ πάλιν εἰπών· Μὴ κομισάμενοι τὰς ἐπαγγελίας, τὸν Νῶε δείκνυσιν εἰληφέναι μισθὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἐνὼχ μετατεθεῖσθαι, καὶ τὸν Ἄβελ ἔτι λαβεῖν, καὶ τὸν Ἀβραὰμ ἐπειλῆφθαι τῆς γῆς· καί φησι· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας. Τί οὖν ἐστιν ὃ λέγει; Ἀναγκαῖον τὸ πρῶτον λῦσαι, εἶτα τὸ δεύτερον. Κατὰ πίστιν ἀπέθανον, φησὶν, οὗτοι πάντες. Τὸ, Πάντες, ἐνταῦθα εἶπεν, οὐκ ἐπειδὴ πάντες ἀπέθανον, ἀλλ' ἐπειδὴ ἐξῃρημένου ἐκείνου, ἀπέθανον οὗτοι πάντες, οὓς ἴσμεν τεθνηκότας. Τὸ δὲ, Μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀληθὲς τυγχάνει· οὐ γὰρ δὴ τοῦτο ἔμελλεν εἶναι ἡ ἐπαγγελία τῷ Νῶε. βʹ. Ποίας δὲ καὶ ἐπαγγελίας φησίν; ὁ μὲν γὰρ Ἰσαὰκ καὶ Ἰακὼβ ἔλαβον τὰς ἐπαγγελίας τῆς γῆς· οἱ δὲ περὶ Νῶε, καὶ Ἄβελ, καὶ Ἐνὼχ, ποίας ἐπαγγελίας ἔλαβον; Ἢ τοίνυν περὶ τῶν τριῶν φησι τούτων· ἢ εἰ καὶ περὶ ἐκείνων, οὐ τοῦτο ἦν ἡ ἐπαγγελία, τὸ θαυμασθῆναι τὸν Ἄβελ, οὐδὲ τὸ μετατεθῆναι τὸν Ἐνὼχ, οὐδὲ τὸ διασωθῆναι τὸν Νῶε, ἀλλὰ καὶ ταῦτα μὲν αὐτοῖς διὰ τὴν ἀρετὴν ἐγένετο, γεύματα δέ τινα ἦν τῶν μελλόντων. Ὁ γὰρ Θεὸς ἀπ' ἀρχῆς εἰδὼς τὸ γένος τὸ ἀνθρώπινον πολλῆς δεόμενον συγκαταβάσεως, οὐ μόνον τὰ ἐν τῷ μέλλοντι, ἀλλὰ καὶ τὰ ἐνταῦθα ἡμῖν χαρίζεται· οἷον ὅπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει· καὶ πάλιν· 63.162 Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ὁρᾷς καὶ ἐν προσθήκης μέρει ταῦτα παρ' αὐτοῦ διδόμενα, ὥστε μὴ ἀποκαμεῖν; Καθάπερ γὰρ οἱ ἀθληταὶ ἀπολαύουσι μὲν θεραπείας καὶ ὅταν ἀγωνίζωνται, πλὴν ἀλλ' οὐ πάσης τότε τῆς ἀνέσεως ἀπολαύουσιν, ὑπὸ νόμοις ζῶντες, ἀλλὰ πάσης μετὰ ταῦτα ἀπολαύουσιν· οὕτω καὶ ὁ Θεὸς οὐ πάσης ἐνταῦθα δίδωσι μεταλαβεῖν τῆς ἀνέσεως· δίδωσι μὲν γὰρ καὶ ἐνταῦθα, πλὴν ὅμως τὴν πᾶσαν ἐν τῷ μέλλοντι ἐταμίευσε. Καὶ ὅτι τοῦτό ἐστιν, ἐδήλωσεν αὐτὸ καὶ διὰ τῆς ἐπαγωγῆς, εἰπών· Ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Ἐνταῦθά τι μυστικὸν αἰνίττεται· δείκνυσι γὰρ ὅτι προέλαβον πάντα τὰ περὶ τῶν μελλόντων εἰρημένα, τὰ περὶ ἀναστάσεως, τὰ περὶ βασιλείας οὐρανῶν, τὰ περὶ τῶν ἄλλων, ὧν ἐλθὼν ὁ Χριστὸς ἐκήρυσσε· τὰς γὰρ ἐπαγγελίας ταύτας φησίν. Ἢ τοῦτο οὖν φησιν, ἢ ὅτι οὐκ ἔλαβον μὲν αὐτὰς, θαῤῥήσαντες δὲ ὑπὲρ αὐτῶν ἀπῆλθον· ἐθάῤῥησαν δὲ τῇ πίστει μόνῃ. Πόῤῥωθεν δὲ αὐτὰς ἰδόντες εἶπε, δηλῶν ὅτι πρὸ τεσσάρων γενεῶν· μετὰ γὰρ τοσαύτας ἀνῆλθον ἐξ Αἰγύπτου. Καὶ ἀσπασάμενοι, φησὶ, καὶ ἡσθέντες. Οὕτω πεπεισμένοι ἦσαν περὶ αὐτῶν, ὡς καὶ ἀσπάσασθαι αὐτάς· ἀπὸ μεταφορᾶς εἶπε τῶν πλεόντων καὶ πόῤῥωθεν ὁρώντων τὰς πόλεις τὰς ποθουμένας, ἃς πρὶν ἢ εἰσελθεῖν εἰς αὐτὰς τῇ προσρήσει λαβόντες αὐτὰς οἰκειοῦνται. Ἐξεδέχοντο γὰρ, φησὶ, τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ὁρᾷς ὅτι τὸ, Ἔλαβον, τὸ ἤδη δέξασθαί ἐστι καὶ θαρσῆσαι ὑπὲρ αὐτῶν; Εἰ τοίνυν τὸ θαρσῆσαι λαβεῖν ἐστιν, ἔνεστι καὶ ὑμῖν λαβεῖν. Οὗτοι γὰρ, εἰ καὶ μὴ ἀπήλαυσαν τούτων, ἀλλ' ὅμως τῷ πόθῳ ἐθεώρουν αὐτάς. Τί δὴ ταῦτα γίνεται; Ἵνα ἡμεῖς αἰσχυνθῶμεν, ὅτι ἐκεῖνοι μὲν, καὶ ἐπαγγελλομένων αὐτοῖς τῶν ἐν τῇ γῇ, οὐ προσεῖχον, ἀλλὰ τὴν μέλλουσαν πόλιν ἐζήτουν· ἡμῖν δὲ ἄνω καὶ κάτω ὁ Θεὸς περὶ τῆς ἄνω διαλέγεται πόλεως, καὶ τὴν ἐνταῦθα ζητοῦμεν. Εἶπεν αὐτοῖς, ὅτι ∆ώσω ὑμῖν τὰ ἐν τῷ παρόντι· ἐπειδὴ δὲ εἶδε, μᾶλλον δὲ ἐπειδὴ ἔδειξαν ἑαυτοὺς μειζόνων ὄντας ἀξίους, τότε οὐκέτι αὐτοὺς ἀφίησι ταῦτα λαβεῖν, ἀλλ' ἐκεῖνα τὰ μείζονα, βουλόμενος ἡμῖν δεῖξαι ὅτι μειζόνων ἄξιοί εἰσι, μὴ θελήσαντες προσδεθῆναι τούτοις· ὡς ἄν τις συνετῷ ἐπαγγέλλοιτο παιδικὰ, οὐχ ἵνα λάβῃ ἀλλ' ἐπιδεικνύμενος αὑτοῦ τὴν φιλοσοφίαν, αἰτοῦντος ἐκείνου τὰ μείζονα. Τοῦτο γάρ ἐστι δεικνύντος, ὅτι μετὰ τοσαύτης σπουδῆς ἀπείχοντο τῆς γῆς, ὅτι οὐδὲ διδόμενα ἐλάμβανον. Τοιγαροῦν διὰ τοῦτο οἱ ἔκγονοι λαμβάνουσιν· αὐτοὶ γὰρ ἦσαν τῆς γῆς ἄξιοι. Τί ἐστι, Τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν; οὗτοι γὰρ οὐκ εἰσὶ θεμέλιοι; Πρὸς