1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

116

σύγκρισιν ἐκείνων οὐκ εἰσίν. Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Βαβαὶ, οἷον τὸ ἐγκώμιον τῆς πόλεως ἐκείνης! Πίστει καὶ αὐτὴ Σάῤῥα. Ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἴ γε γυναικὸς ὀλιγοψυχότεροι φανεῖεν. Ἀλλ' εἴποι ἄν τις· Πῶς πιστὴ ἡ γελάσασα; Ὁ μὲν οὖν γέλως ἐξ ἀπιστίας, ὁ δὲ φόβος ἀπὸ πίστεως· τὸ γὰρ εἰπεῖν, Οὐκ ἐγέλασα, ἀπὸ πίστεως γέγονε. Τοιγαροῦν διὰ τοῦτο, κενωθείσης τῆς ἀπιστίας, ἐπεισῆλθεν ἡ πίστις. Πίστει καὶ αὐτὴ Σάῤῥα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκε. Τί ἐστιν, Εἰς καταβολὴν σπέρματος; Εἰς τὸ κατασχεῖν τὸ σπέρμα, εἰς ὑποδοχὴν δύναμιν ἔλαβεν ἡ νενεκρωμένη, ἡ στεῖρα. ∆ιπλῆ γὰρ ἦν ἡ πήρωσις, ἡ μὲν ἀπὸ τοῦ χρόνου, γεγηρακυῖα γὰρ ἦν ὄντως· ἡ δὲ 63.163 ἀπὸ τῆς φύσεως, στεῖρα γὰρ ἦν. Ὅθεν, καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες, καὶ ταῦτα νενεκρωμένου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος. Ὅθεν, φησὶ, καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες. Οὐ τοῦτο μόνον ἐνταῦθα λέγει, ὅτι ἐγέννησεν, ἀλλ' ὅτι καὶ τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ αἱ εὔφοροι γαστέρες· Ὡς τὰ ἄστρα, φησί. Πῶς οὖν αὐτοὺς ἀριθμεῖ πολλάκις, καίτοι γε εἰπὼν, ὃν τρόπον οὐκ ἐξαριθμηθήσεται τὰ ἄστρα τοῦ οὐρανοῦ, οὕτως οὐδὲ τὸ σπέρμα ὑμῶν; Ἤτοι καθ' ὑπερβολήν ἐστι τοῦτο, ἢ διὰ τοὺς ἀεὶ ἐπιγινομένους οὕτως εἶπε. Μιᾶς μὲν γὰρ οἰκίας δυνατὸν τοὺς προγόνους ἀριθμῆσαι, οἷον, ὁ δεῖνα τοῦ δεῖνος, καὶ ὁ δεῖνα τοῦ δεῖνος· ἐνταῦθα δὲ, ὧν τὸ γένος τῷ πλήθει τῶν ἄστρων παρεικάζεται, οὐκ ἔστι. γʹ. Τοιαῦται αἱ ἐπαγγελίαι τοῦ Θεοῦ, οὕτως εὐμήχανοι αὐτοῦ αἱ ὑποσχέσεις. Εἰ δὲ ἅπερ ἐν προσθήκης μέρει ὑπέσχετο, οὕτω θαυμαστὰ, οὕτω παράδοξα, οὕτω μεγαλόδωρα, τίνα ἔσται ἐκεῖνα, ὧν ταῦτα προσθήκη, ὧν ἐκ περιουσίας ταῦτα; Τί τοίνυν τῶν ἐπιτυγχανόντων μακαριώτερον; τί τῶν ἀποτυγχανόντων ἀθλιώτερον; Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος, ὑπὸ πάντων ἐλεεῖται, καὶ κληρονομίαν ἀπολέσας δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειμένων ἀγαθῶν ἐκεῖ, πόσοις ὀφείλει δάκρυσι δακρύεσθαι; μᾶλλον δὲ οὐδὲ δακρύεσθαι· δακρύεται γάρ τις ὅταν τι πάθῃ. ὧν οὐκ αὐτός ἐστιν αἴτιος· ὅταν δὲ ἐξ οἰκείας γνώμης ἑαυτὸν περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων ἐστὶν ἄξιος, μᾶλλον δὲ καὶ τότε πένθους· ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν Ἱερουσαλὴμ, καίτοι ἀσεβοῦσαν, ἐπένθησε καὶ ἐδάκρυσεν. Ὄντως μυρίων ὀδυρμῶν ἄξιοί ἐσμεν, μυρίων θρήνων. Ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι, καὶ ξύλα, καὶ δένδρα, καὶ θηρία, καὶ ὄρνιθες, καὶ ἰχθύες, καὶ ἁπλῶς πᾶσα ἡ οἰκουμένη, ἐὰν λαβοῦσα φωνὴν ἡμᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην τὴν μακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην, τὴν ἡδονὴν, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα· Ἃ ὀφθαλμὸς, φησὶν, οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Οὐκ εἶπεν ὅτι Ὑπερβαίνει ἁπλῶς, ἀλλ', οὐδὲ ἐνενόησέ ποτέ τις, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς, εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον· τοῖς τοσαῦτα πεποιηκόσι καὶ ἠθληκόσι, καὶ ὑπὲρ αὐτοῦ ὑπομείνασι, τί οὐ χαριεῖται; 63.164 Τοῦ Μονογενοῦς οὐκ ἐφείσατο δι' ἡμᾶς, τὸν Υἱὸν αὐτοῦ τὸν γνήσιον εἰς θάνατον ἔδωκε δι' ἡμᾶς· εἰ δὲ ἐχθροὺς ὄντας τοιούτων κατηξίωσε, τίνος οὐ καταξιώσει φίλους γενομένους; τίνος οὐ μεταδώσει καταλλάξας ἑαυτῷ; Καὶ πλούσιός ἐστι σφόδρα, καὶ ἀπείρως ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν· ἡμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν ἐκείνου σπουδάζομεν, ἀγαπητοί· τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἐκεῖνος θέλει, δι' οὗ ἐποίησεν, ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις