117
ὀλίγου καταφρονοῦμεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὑτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἀγαπητοὶ, ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας· Ὑμεῖς γὰρ φίλοι μού ἐστε, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαὶ, τοὺς ἐχθροὺς τοὺς ἀπείρως αὐτοῦ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους ἐποίησε καὶ καλεῖ φίλους; Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ἀλλ' ἡμεῖς ὑπὲρ ἀνθρώπων μὲν φιλίας πολλάκις καὶ κινδυνεύομεν, ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήματα προϊέμεθα. Πένθους ὄντως ἄξια τὰ ἡμέτερα, πένθους, καὶ δακρύων, καὶ ὀδυρμῶν, καὶ ὀλοφυρμοῦ μεγάλου καὶ κοπετοῦ. Τῆς ἐλπίδος ἡμῶν ἐξεπέσομεν, ἐταπεινώθημεν ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ, ἀγνώμονες, καὶ μετὰ τὰς εὐεργεσίας ἐφάνημεν ἄχρηστοι, ἐγύμνωσεν ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, οἱ ἀδελφοὶ καὶ συγκληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν, τῶν ὑβριζόντων αὐτόν. Τίς ἡμῖν ἔσται παραμυθία λοιπόν; Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανὸν, ἡμεῖς δὲ ἑαυτοὺς πρὸς τὴν γέενναν ὠθήσαμεν. Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ μὲν αἵματα ἐφ' αἵμασι μιγνύουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων χείρονα. Πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων, μυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν· καὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες καθ' ἑαυτῶν Ταῦτ' οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι, ψυχὴ, ἔλεγεν ἀποδυσπετῶν ὁ προφήτης, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν δὲ καὶ ἡμεῖς τοῦτο βοήσομεν περὶ ἀπείρως ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν· ἡμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν ἐκείνου σπουδάζομεν, ἀγαπητοί· τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἐκεῖνος θέλει, δι' οὗ ἐποίησεν, ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὀλίγου καταφρονοῦμεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὑτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἀγαπητοὶ, ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας· Ὑμεῖς γὰρ φίλοι μού ἐστε, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαὶ, τοὺς ἐχθροὺς τοὺς ἀπείρως αὐτοῦ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους ἐποίησε καὶ καλεῖ φίλους; Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ἀλλ' ἡμεῖς ὑπὲρ ἀνθρώπων μὲν φιλίας πολλάκις καὶ κινδυνεύομεν, ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήματα προϊέμεθα. Πένθους ὄντως ἄξια τὰ ἡμέτερα, πένθους, καὶ δακρύων, καὶ ὀδυρμῶν, καὶ ὀλοφυρμοῦ μεγάλου καὶ κοπετοῦ. Τῆς ἐλπίδος ἡμῶν ἐξεπέσομεν, ἐταπεινώθημεν ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ, ἀγνώμονες, καὶ μετὰ τὰς εὐεργεσίας ἐφάνημεν ἄχρηστοι, ἐγύμνωσεν ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, οἱ ἀδελφοὶ καὶ συγκληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν, τῶν ὑβριζόντων αὐτόν. Τίς ἡμῖν ἔσται παραμυθία λοιπόν; Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανὸν, ἡμεῖς δὲ ἑαυτοὺς πρὸς τὴν γέενναν ὠθήσαμεν. Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ μὲν αἵματα ἐφ' αἵμασι μιγνύουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων χείρονα. Πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων, μυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν· καὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες καθ' ἑαυτῶν Ταῦτ' οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι, ψυχὴ, ἔλεγεν ἀποδυσπετῶν ὁ προφήτης, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν δὲ καὶ ἡμεῖς τοῦτο βοήσομεν περὶ ἡμῶν αὐτῶν πρῶτον. Ἀλλά μοι τοῦ θρήνου συλλάβεσθε. Τάχα τινὲς καὶ οἰωνίζονται καὶ γελῶσι· πλὴν καὶ διὰ τοῦτο ἐπιτείνειν μᾶλλον χρὴ τὸν θρῆνον, ὅτι οὕτω μαινόμεθα καὶ παραπαίομεν, ὅτι οὐδὲ εἰ μαινόμεθα ἴσμεν, ἀλλ' ἐφ' οἷς ἐχρῆν στένειν, γελῶμεν. Ἀποκαλύπτεται, ἄνθρωπε, ὀργὴ ἀπ' οὐρανοῦ, ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ὁ Θεὸς ἐμφανῶς