1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

119

Μαρκιανοῦ στεφθείς. Ἐν δὲ τῇ βασιλείᾳ Λέοντος ἔπαθεν ὑπὸ θεομηνίας Ἀντιόχεια ἡ μεγάλη τὸ τέταρτον αὐτῆς πάθος μηνὶ σεπτεμβρίῳ ιγʹ διαφαούσης κυριακῆς ἔτους κατὰ τὴν αὐτὴν Ἀντιόχειαν χρηματίζοντος φςʹ, ἐπὶ τῆς ὑπατείας Πατρικίου· καὶ ἐχαρίσατο τοῖς Ἀντιοχεῦσι καὶ τῇ πόλει λόγον κτισμάτων ὁ αὐτὸς βασιλεὺς πολλά. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτελεύτα ὁ ἅγιος Συμεὼν ὁ στυλίτης, ὄντος τότε Ἀρδαβουρίου τοῦ πατρικίου, τοῦ υἱοῦ Ἄσπαρος, στρατηλάτου ἀνατολῆς. καὶ κραξάντων τῶν Ἀντιοχέων καὶ αἰτησάντων τὸ σῶμα τοῦ δικαίου, ἔπεμψεν ὁ αὐτὸς Ἀρδαβούριος Γοτθικὴν βοήθειαν καὶ ἤνεγκε τὸ λείψανον τοῦ ἁγίου Συμεῶνος ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ· καὶ ἐκτίσθη αὐτῷ μαρτύριον οἶκος μέγας καὶ ἐτέθη ἐν αὐτῷ εἰς σορόν. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ Λέοντος κατεῤῥήθη Ἰσοκάσιος ὁ κοιαιστώριος ὁ φιλόσοφος ὡς Ἕλλην· ὅστις κατήγετο ἐκ γένους Αἰγεώτης τῆς Κιλικίας· ἦν δὲ κτήτωρ Ἀντιοχείας τῆς μεγάλης. 370 ὅστις διήνυσεν ἀρχὰς πολλὰς μετὰ δόξης· ἦν γὰρ σφόδρα λογικός· καὶ συσχεθεὶς κατὰ κέλευσιν τοῦ βασιλέως, διάγων τότε ἐν Κωνσταντινουπόλει καὶ ἀποζωσθεὶς τῆς ἀξίας αὐτοῦ, παρεπέμφθη ἐν Χαλκηδόνι ἀπὸ Κωνσταντινουπόλεως τῷ ἄρχοντι Βιθυνίας Θεοφίλῳ, ὅστις καὶ τὰς φωνὰς αὐτοῦ ἔλαβεν. Ἰακώβου δὲ τοῦ κόμητος καὶ ἀρχιατροῦ τοῦ λεγομένου ψυχρίστου παρακαλέσαντος τὸν βασιλέα· ἐφίλει γὰρ ὁ βασιλεὺς τὸν αὐτὸν Ἰάκωβον καὶ πᾶσα δὲ ἡ σύγκλητος καὶ ἡ πόλις, ὡς ἄριστον ἰατρὸν καὶ φιλόσοφον· ᾧτινι καὶ ἡ σύγκλητος εἰκόνα συνεστήσατο ἐν τῷ Ζευξίππῳ· ὅστις Ἰάκωβος ἐδυσώπησε τὸν βασιλέα, αἰτῶν αὐτὸν ἐν Κωνσταντινουπόλει ἐξετασθῆναι τὸν αὐτὸν Ἰσοκάσιον παρὰ τῆς συγκλήτου καὶ τοῦ ἐπάρχου τῶν πραιτωρίων καὶ μὴ παρὰ ἄρχοντι ἐπαρχίας, ἐπειδὴ κοιαίστωρος εἶχεν ἀξίας. καὶ πεισθεὶς ὁ βασιλεὺς Λέων ἐκέλευσεν ἐνεχθῆναι ἀπὸ Χαλκηδόνος τὸν αὐτὸν Ἰσοκάσιον· καὶ ἐνεχθεὶς εἰς τὸν Ζεύξιππον ἐξητάζετο παρὰ τοῦ ἐπάρχου τῶν πραιτωρίων Πουσαίου· καὶ ἐλάλησεν ὁ αὐτὸς Πουσαῖος κατὰ αὐτοῦ Ἰσοκασίου εἰσελθόντος πρὸ βήματος γυμνοῦ καὶ δεδεμένου ὀπισθάγκωνα, Ὁρᾷς σαυτόν, Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας; ἀποκριθεὶς ὁ Ἰσοκάσιος εἶπεν, Ὁρῶ καὶ οὐ ξενίζομαι· ἄνθρωπος γὰρ ὢν ἀνθρωπίναις περιέπεσα συμφοραῖς. ἀλλὰ δίκῃ καθαρᾷ δίκασον ἐπ' ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί. καὶ ἀκούσας τοῦ Ἰσοκασίου ὁ δῆμος τῶν Βυζαντίων ὁ 371 ἑστὼς καὶ θεωρῶν, εὐφήμησε τὸν βασιλέα Λέοντα πολλά· καὶ ἀποσπάσαντες αὐτὸν ἀπήγαγον ἀπὸ τοῦ Ζευξίππου εἰς τὴν μεγάλην ἐκκλησίαν. καὶ δοὺς τὸ ὄνομα αὐτοῦ κατηχήθη καὶ ἐφωτίσθη· καὶ ἐπέμφθη εἰς τὴν χώραν αὐτοῦ. Ὁ δὲ αὐτὸς θειότατος Λέων βασιλεὺς τὰς κυριακὰς ἀπράκτους εἶναι ἐκέλευσεν, ἐκφωνήσας περὶ τούτου θεῖον αὐτοῦ νόμον ἵνα μήτε αὐλὸς ἢ κιθάρα ἢ ἄλλο τι μουσικὸν λέγειν ἐν κυριακῇ, ἀλλὰ πάντας ἀργεῖν· καὶ πᾶς ἄνθρωπος ἠνέσχετο. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ὑπονοήσας τυραννίδα μελετᾶν Ἄσπαρα τὸν πατρίκιον, ὡς πρῶτον τῆς συγκλήτου, ἐφόνευσεν ἐν τῷ παλατίῳ καὶ Ἀρδαβούριον καὶ Πατρίκιον τοὺς υἱοὺς αὐτοῦ ἐν κομβέντῳ, καὶ αὐτοὺς ὄντας συγκλητικούς, κατακόψας τὰ σώματα αὐτῶν. καὶ ἐγένετο ἐν Κωνσταντινουπόλει ταραχή· εἶχον γὰρ πλῆθος Γότθων καὶ κόμητας καὶ ἄλλους παῖδας καὶ παραμένοντας αὐτοῖς ἀνθρώπους πολλούς. ὅθεν εἷς Γότθος τῶν διαφερόντων τῷ αὐτῷ Ἄσπαρι ὀνόματι Ὄστρυς, κόμης, εἰσῆλθεν εἰς τὸ παλάτιον τοξεύων μετὰ ἄλλων Γότθων· καὶ συμβολῆς γενομένης μετὰ τῶν ἐξκουβιτώρων καὶ αὐτοῦ Ὄστρυ πολλοὶ ἐκόπησαν. καὶ μεσασθεὶς εἶδεν ὅτι ἡττήθη, καὶ ἔφυγε λαβὼν τὴν παλλακίδα Ἄσπαρος, Γότθαν εὐπρεπῆ, ἥτις ἔφιππος ἐξῆλθεν ἅμα αὐτῷ ἐπὶ 372 τὴν Θρᾴκην· καὶ ἐπραίδευσε τὰ χωρία. περὶ οὗ ἔκραξαν οἱ Βυζάντιοι, Νεκροῦ φίλος οὐδεὶς εἰ μὴ μόνος Ὄστρυς. Ὁ δὲ αὐτὸς βασιλεὺς Λέων διωγμὸν ἐποίησε τῶν Ἀρειανῶν