120
παριοῦσι προκείμενοι εἰς γέλωτα, εἰς σκώμματα μυρία. Οὐκ οἴεσθε καὶ αὐτοὺς τοὺς πονηροὺς καταγελᾷν τῶν ὁμοτρόπων, καὶ καταγινώσκειν αὐτῶν; Ἐπειδὴ γὰρ ἡμῖν ἐντέθεικεν ὁ Θεὸς δικαστήριον ἀδέκαστον, οὐδέποτε διαφθειρόμενον, κἂν εἰς αὐτὸν τῆς κακίας ἔλθωμεν τὸν πυθμένα· τούτου χάριν καὶ αὐτοὶ οἱ πονηροὶ καταδικάζουσιν ἑαυτοὺς, κἂν αὐτοὺς καλέσῃ τις τοῦτο, ὅπερ εἰσὶν, αἰσχύνονται, ὀργίζονται, ὕβριν τὸ πρᾶγμά φασιν. Οὕτως εἰ καὶ μὴ δι' ἔργων, ἀλλὰ διὰ λόγων καταδικάζουσιν ἅπερ πράττουσι, διὰ τοῦ συνειδότος, μᾶλλον δὲ καὶ διὰ τῶν ἔργων. Ὅταν γὰρ λανθάνοντες καὶ κρυπτόμενοι πράττωσι, μέγιστον ἐκφέρουσι δεῖγμα γνώμης, ἣν περὶ τοῦ πράγματος ἔχουσιν. Οὕτω γὰρ δήλη ἐστὶν ἡ κακία, ὡς πάντας αὐτῆς εἶναι κατηγόρους, καὶ τοὺς μετιόντας αὐτήν· τοιοῦτον δέ ἐστιν ἡ ἀρετὴ, ὡς καὶ παρ' ἐκείνων θαυμάζεσθαι τῶν μὴ ζηλούντων αὐτήν. Καὶ γὰρ καὶ ὁ πόρνος ἐπαινέσεται τὴν σωφροσύνην, καὶ ὁ πλεονέκτης καταγνώσεται τῆς ἀδικίας, καὶ ὁ ὀργίλος τὴν ἀνεξικακίαν θαυμάσεται, καὶ τὴν μικροψυχίαν μέμψεται, καὶ τὴν ἀσέλγειαν ὁ ἀσελγής. Πῶς οὖν αὐτὰ μέτεισι, φησίν; Ἀπὸ ῥᾳθυμίας πολλῆς, οὐ κρίνας εἶναι καλόν· ἐπεὶ οὐδ' ἂν ᾐσχύνθη τῷ πράγματι, οὐδ' ἂν ἠρνήσατο κατηγοροῦντος ἑτέρου. Πολλοὶ δὲ καὶ προληφθέντες, τὴν αἰσχύνην οὐ φέροντες, καὶ ἀπήγξαντο· τοσαύτη τοῦ καλοῦ καὶ πρέποντος ἔνεστιν ἡμῖν ἡ μαρτυρία· οὕτως ἡλίου λαμπρότερα τὰ καλὰ, καὶ πάντων δυσειδέστερα τὰ ἐναντία. βʹ. Ξένοι καὶ παρεπίδημοι ἦσαν οἱ ἅγιοι. Πῶς καὶ τίνι 63.168 τρόπῳ; ποῦ δὲ ὁμολογεῖ ὁ Ἀβραὰμ ξένος εἶναι καὶ παρεπίδημος; Ἴσως μὲν καὶ αὐτὸς ὡμολόγησεν· ὁ δὲ ∆αυῒδ ὅτι ὡμολόγησε, παντί που δῆλον· καὶ ἄκουε αὐτοῦ λέγοντος, ὅτι Ξένος εἰμὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Οἱ γὰρ ἐν σκηναῖς κατοικοῦντες, οἱ ἀργυρίου καὶ τάφους ὠνούμενοι δῆλον ὅτι ξένοι τινὲς οὕτως ἦσαν, ὥστε μηδὲ ὅπου θάψωσι τοὺς νεκροὺς ἑαυτῶν ἔχειν. Τί οὖν; ἆρα τῆς γῆς ἐκείνης μόνον ἔλεγον εἶναι ξένοι τῆς ἐν Παλαιστίνῃ; Οὐδαμῶς, ἀλλὰ τῆς οἰκουμένης πάσης, καὶ εἰκότως· οὐδὲν γὰρ ἐθεώρουν ἐν αὐτῇ τούτων ὧν ἐβούλοντο, ἀλλὰ πάντα ξένα καὶ ἀλλότρια. Αὐτοὶ μὲν οὖν τὴν ἀρετὴν ἀσκεῖν ἠβούλοντο· ἐνταῦθα δὲ, ἔνθα ἦν κακία πολλὴ, καὶ ἀπεξένωτο πρὸς αὐτοὺς τὰ πράγματα· οὐδένα φίλον, οὐδένα οἰκεῖον εἶχον, πλὴν ὀλίγων τινῶν. Πῶς δὲ ξένοι ἦσαν; Οὐκ ἐπιμελούμενοι τῶν ἐνταῦθα καὶ τοῦτο οὐ διὰ ῥημάτων, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτῶν ἐδείκνυον. Πῶς καὶ τίνι τρόπῳ; Εἶπε τῷ Ἀβραάμ· Ἄφες τὴν πατρίδα τὴν δοκοῦσαν, καὶ ἐλθὲ ἐπὶ τὴν ἀλλοτρίαν· καὶ οὐκ ἀντέσχετο τῶν οἰκείων, ἀλλ' ὡς ξένην μέλλων ἀφιέναι, οὕτως ἀπροσπαθῶς αὐτὴν εἴασεν. Εἶπεν αὐτῷ· Ἀνένεγκε τὸν υἱόν σου· καὶ ὡς οὐκ ἔχων υἱὸν, οὕτως αὐτὸν ἀνήνεγκεν, ὡς οὐκ ἐνδεδυμένος τὴν φύσιν, οὕτως αὐτὸν ἀνήνεγκε Τὰ χρήματα κοινὰ ἐκέκτητο τοῖς παριοῦσιν ἅπασι, καὶ οὐδὲν τὸ πρᾶγμα ἡγεῖτο· τῶν πρωτείων ἑτέροις παρεχώρει, εἰς κινδύνους ἑαυτὸν ἐνέβαλλε, μυρία ἔπασχε δεινά· οὐκ οἰκίας ᾠκοδόμει λαμπρὰς, οὐδὲ ἐτρύφα, οὐχ ἱματίων ἐπεμελεῖτο, οὐκ ἄλλου οὐδενὸς, ἃ τῶν ἐνταῦθά ἐστιν· ἀλλὰ πάντα τὰ τῆς ἐκεῖ πόλεως ἐπολιτεύετο, φιλοξενίαν ἐπεδείκνυτο, φιλαδελφίαν, ἐλεημοσύνην, ἀνεξικακίαν, ὑπεροψίαν χρημάτων καὶ τῆς παρούσης δόξης καὶ τῶν ἄλλων ἁπάντων. Καὶ ὁ τούτου δὲ παῖς τοιοῦτος ἦν· ἐλαυνόμενος, πολεμούμενος εἶκε καὶ παρεχώρει, ἅτε ἐν ξένῃ ὤν· οἱ γὰρ ξένοι, ὅσα ἂν πάθωσι, φέρουσιν, ἅτε οὐκ ὄντες ἐν πατρίδι. Καὶ τῆς γυναικὸς ἀφαιρουμένης, καὶ τοῦτο ἔφερεν, ἅτε ξένος· τὰ δὲ ἄνω πάντα ἐπολιτεύετο, σωφροσύνην, κοσμιότητα ἐπιδεικνύμενος πᾶσαν. Καὶ γὰρ μετὰ τὸ παιδοποιῆσαι, οὐκέτι ὡμίλησε τῇ γυναικί· καὶ παρελθούσης δὲ τῆς ἀκμῆς τῆς νεότητος, τότε αὐτὴν ἠγάγετο, δεικνὺς ὅτι οὐ πάθους ἕνεκεν τοῦτο ἐποίει, ἀλλὰ ὑπηρετούμενος τῇ ἐπαγγελίᾳ τοῦ Θεοῦ. Τί δὲ ὁ Ἰακώβ; οὐχὶ ἄρτον ἐζήτει μόνον καὶ ἱμάτιον, ἃ ξένων ἐστὶν ὄντως αἰτήματα τῶν εἰς πενίαν ἐλθόντων πολλήν; οὐχὶ ἐλαυνόμενος ἀνεχώρει, καθάπερ ξένος; οὐχὶ ἐθήτευεν; οὐχὶ μυρία ἔπασχε δεινὰ, περιιὼν πανταχοῦ καθάπερ ξένος; Ταῦτα δὲ