1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

120

Ἐξακιονιτῶν διὰ Ἄσπαρα καὶ Ἀρδαβούριον, διατάξεις πανταχοῦκαταπέμψας μὴ ἔχειν αὐτοὺς ἐκκλησίας ἢ συνάγεσθαι. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔβρεξεν ἐν Κωνσταντινουπόλει κονίαν ἀντὶ βροχῆς καὶ ἐπὶ παλαιστῇ ὕψους ἕστηκεν εἰς τοὺς κεράμους ἡ κονία· καὶ πάντες ἔτρεμον λιτανεύοντες καὶ λέγοντες ὅτι Πῦρ ἦν καὶ ἐσβέσθη καὶ εὑρέθη κονία τοῦ θεοῦ φιλανθρωπευσαμένου. Ἐγένετο δὲ ἐν τῇ αὐτοῦ βασιλείᾳ ἐμπρησμὸς μέγας ἐν Κωνσταντινουπόλει οἷος οὐδέποτε· ἐκαύθη γὰρ ἀπὸ θαλάσσης ἕως θαλάσσης· καὶ φοβηθεὶς τὸ παλάτιον ἐξῆλθεν ὁ βασιλεὺς Λέων πέραν εἰς τὸν ἅγιον Μάμαντα, καὶ ἐποίησεν ἐκεῖ μῆνας ἓξ ἐν προκέσσῳ· καὶ ἔκτισεν ἐκεῖ λιμενάριον καὶ ἔμβολον, ὅνπερ ἐκάλεσε νέον ἔμβολον· ὅστις οὕτω καλεῖται ἕως τῆς νῦν. Ἐπεστράτευσε δὲ ὁ αὐτὸς Λέων ἐν τοῖς χρόνοις τῆς αὐτοῦ βασιλείας κατὰ Σινζηρίχου Οὐανδάλου, ῥηγὸς τῶν Ἄφρων, πόλεμον ναυμαχίας φοβερόν· καὶ ἔπεμψε στόλον μέγαν καὶ Βασιλίσκον τὸν πατρίκιον, τὸν ἀδελφὸν Βηρίνης τῆς Αὐγούστας, τῆς γυναικὸς τοῦ αὐτοῦ Λέοντος. ὅστις Βασιλίσκος λαβὼν χρήματα παρὰ Ζινζηρίχου, ῥηγὸς τῶν Οὐανδάλων, καὶ προέδωκε τὰ πλοῖα 373 καὶ τοὺς ἐξάρχους καὶ τοὺς κόμητας καὶ τὸν στρατὸν πάντα, καὶ μόνος μετὰ τοῦ ἰδίου πλοίου, ἤτοι λιβέρνου, πρῶτος ἔφυγε· τὰ δ' ἄλλα πλοῖα πάντα καὶ ὁ στρατὸς ἀπώλετο ἐν τῇ θαλάσσῃ βυθισθέντα. ἐν οἷς καὶ ∆αμονικὸς ὁ ἀπὸ δουκῶν, γενόμενος στρατηλάτης ἐξπεδίτου, καταγόμενος ἐκ τῆς Ἀντιοχέων μεγάλης πόλεως, ἀνδραγαθήσας κατὰ τῶν Ἄφρων καὶ μονασθεὶς ἐμεσάσθη καὶ συνελήφθη καὶ ἐῤῥίφη εἰς τὸν βυθὸν ἔνοπλος. καὶ ὑπέστρεψεν ὁ Βασιλίσκος ἐν Κωνσταντινουπόλει ἡττηθείς. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Λέοντος ἐσφάγη Ἀνθίμιος ὁ βασιλεὺς ἐν Ῥώμῃ· ἐν ἔχθρᾳ γὰρ γενόμενος τοῦ ἰδίου αὐτοῦ υἱοῦ γαμβροῦ Ῥεκίμερ τοῦ στρατηλάτου, φοβηθεὶς αὐτὸν ὡς Γότθον, ἀπῆλθεν εἰς τὸν ἅγιον Πέτρον προσφεύγων ὁ βασιλεὺς Ἀνθίμιος, φησίν, ὡς ἄῤῥωστος. καὶ γνοὺς Λέων ὁ βασιλεὺς ἔπεμψεν ἐν Ῥώμῃ τὸν πατρίκιον Ὀλύβριον τὸν Ῥωμαῖον μετὰτὴν ὑπατείαν αὐτοῦ, ἣν δέδωκεν ἅμα Ῥουστικίῳ, εἰς τό, φησί, ποιῆσαι φίλους τὸν βασιλέα Ἀνθίμιον καὶ τὸν γαμβρὸν αὐτοῦ Ῥεκίμερ, ὡς ὄντας ἐκ τῆς συγκλήτου Ῥώμης· καὶ κελεύσας αὐτῷ ὅτι Μετὰ τὸ γενέσθαι Ἀνθίμιον καὶ Ῥεκίμερ φίλους ἐκ τῆς Ῥώμης ἔξελθε καὶ ἄπελθε πρὸς Ζινζήριχον Οὐάνδαλον, τὸν ῥῆγα τῆς Ἀφρικῆς, ὡς ἔχων παῤῥησίαν πρὸς αὐτόν, διότι τὴν ἀδελφὴν τῆς σῆς γαμετῆς Πλακιδίας ἔχει νύμφην τοῦ υἱοῦ αὐτοῦ, καὶ 374 πεῖσον αὐτὸν φίλον μου γενέσθαι. ὑπελάμβανε δὲ ὁ αὐτὸς βασιλεὺς Λέων τὸν αὐτὸν Ὀλύβριον, ὅτι ἀντείχετο Ζινζηρίχου καὶ ὅτι τοῦ μέρους αὐτοῦ ὑπῆρχε, καὶ παρεφυλάττετο αὐτὸν ὁ Λέων, μὴ ἐὰν κινήσῃ κατὰ Λέοντος Ζινζήριχος πόλεμον, προδώσει ὁ αὐτὸς Ὀλύβριος Κωνσταντινούπολιν τῷ Ζινζηρίχῳ, ὡς συγγενής, καὶ ὅτι βασιλεύει ὁ αὐτὸς Ὀλύβριος ἐν Κωνσταντινουπόλει. καὶ μετὰ τὸ ὁδεῦσαι Ὀλύβριον ἐπὶ τὴν Ῥώμην ἐάσαντα τὴν ἑαυτοῦ γυναῖκα Πλακιδίαν καὶ τὴν θυγατέρα αὐτοῦ ἐν Κωνσταντινουπόλει ἔγραψεν ὁ θειότατος θεῖος βασιλεὺς Λέων διὰ μαγιστριανοῦ Ἀνθιμίῳ, βασιλεῖ τῆς Ῥώμης, ταῦτα ὅτι Ἐγὼ ἐφόνευσα Ἄσπαρκαὶ Ἀρδαβούριον, ἵνα μηδείς μοι ἐναντιοῦται κελεύοντι· ἀλλὰ καὶ σὺ φόνευσον τὸν γαμβρόν σου Ῥεκίμερ, ἵνα μὴ ἐπάνω σου κελεύῃ. ἰδοὺ ἀπέστειλά σοι καὶ Ὀλύβριον τὸν πατρίκιον· φόνευσον καὶ αὐτὸν καὶ βασίλευσον κελεύων καὶ μὴ κελευόμενος. ἦν δὲ ἀφορίσας ὁ Ῥεκίμερ εἰς ἑκάστην πόρταν Ῥώμης καὶ εἰς τὸν λιμένα βοήθειαν Γοτθικήν· καὶ εἴ τις εἰσήρχετο ἐν Ῥώμῃ, ἐρευνᾶτο τί ἐπεφέρετο. καὶ ἀπελθόντος τοῦ μαγιστριανοῦ Μοδέστου τοῦ πεμφθέντος ἀπὸ Λέοντος πρὸς Ἀνθίμιον βασιλέα καὶ ἐρευνηθέντος, ἐπήρθησαν αἱ σάκραι Λέοντος αἱ πρὸς Ἀνθίμιον καὶ εἰσηνέχθησαν τῷ Ῥεκίμερ· καὶ ἔδειξεν αὐτὰς Ὀλυβρίῳ. καὶ λοιπὸν ἔπεμψεν ὁ Ῥεκίμερ