1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

121

πρὸς Γουνδαβάριον τὸν υἱὸν τῆς ἀδελφῆς 375 αὐτοῦ καὶ ἤνεγκεν αὐτὸν ἀπὸ τῶν Γαλλιῶν· ἐκεῖ γὰρ ἦν στρατηλάτης. ὅστις ἐλθὼν ἐφόνευσε τὸν Ἀνθίμιον βασιλέα, ὡς ἐστὶν εἰς τὸν ἅγιον οἶκον τοῦ ἀποστόλου Πέτρου· καὶ εὐθέως ἀπῆλθεν εἰς τὰς Γαλλίας ὁ αὐτὸς Γουνδαβάριος. καὶ ἔστεψεν ὁ Ῥεκίμερ βασιλέα Ὀλύβριον μετὰ γνώμης τῆς συγκλήτου Ῥώμης· καὶ ἐβασίλευσεν ὁ αὐτὸς Ὀλύβριος τῆς Ῥώμης μῆνας ὀλίγους· καὶ ἀῤῥωστήσας ἐτελεύτα. καὶ ἐποίησε πάλιν ἄλλον βασιλέα ὁ Ῥεκίμερ ἀπὸ τῆς συγκλήτου τῆς αὐτῆς Ῥώμης Μαιουρῖνον· καὶ ἐφόνευσαν καὶ αὐτόν, ὡς φιλήσαντα Ζινζήριχον, ῥῆγα τῶν Ἄφρων. καὶ ἐποίησεν ἀντ' αὐτοῦ πάλιν ἄλλον βασιλέα ἐν τῇ Ῥώμῃ ἀπὸ τῆς συγκλήτου ὀνόματι Νέπον ὁ αὐτὸς Ῥεκίμερ· καὶ τελευτᾷ ὁ Ῥεκίμερ. Ὁ δὲ αὐτὸς Λέων βασιλεὺς ἔλαβε γαμβροὺς δύο ταῖς θυγατράσιν αὐτοῦ, Λεοντίᾳ τῇ μείζονι Μαρκιανὸν τὸν πατρίκιον, τὸν υἱὸν γενόμενον Ἀνθιμίου, βασιλέως Ῥώμης, καὶ Ἀριάδνῃ Ζήνωνατὸν Ἴσαυρον τὸν Κοδισσέον· καὶ ἐποίησεν ἀμφοτέρους στρατηλάτας πραισέντου καὶ πατρικίους. ἔτεκε δὲ ἡ περιφανεστάτη Ἀριάδνη πρωτότοκον ἄῤῥενα, ὃν ἐπεκάλεσε Λέοντα· ἡ γὰρ Λεοντία ἡ ἐμφανεστάτη θηλείας ἔσχε μόνον. Ὁ δὲ βασιλεὺς Λέων ἔστεψεν ἐν Κωνσταντινουπόλει Λέοντα τὸν μικρὸν τὸν ἔγγονον αὐτοῦ, υἱὸν δὲ Ζήνωνος, ποιήσας αὐτὸν 376 βασιλέα ἅμα αὐτῷ. καὶ προῆλθεν ὕπατος ὁ αὐτὸς Καῖσαρ Λέων ὁ μικρὸς τῷ ἰανουαρίῳ μηνὶ τῆς δωδεκάτης ἐπινεμήσεως τοῦ φκβʹ ἔτους κατὰ Ἀντιόχειαν. τῷ δὲ μετ' αὐτὸν φεβρουαρίῳ μηνὶ γʹ νόσῳ βληθεὶς ὁ βασιλεὺς Λέων ὁ μέγας δυσεντερίας τελευτᾷ, ὢν ἐνιαυτῶν ογʹ. Μετὰ δὲ τὴν βασιλείαν Λέοντος τοῦ μεγάλου ἐβασίλευσε Λέων ὁ μικρὸς ἔτος αʹ καὶ ἡμέρας εἰκοσιτρεῖς· ἦν δὲ παιδίον μικρόν. ὑπεβλήθη δὲ ὑπὸ τῆς ἰδίας αὐτοῦ μητρὸς τῆς ἐπιφανεστάτης Ἀριάδνης· καὶ ὡς προσκυνεῖ αὐτὸν ὡς βασιλέα Ζήνων ὁ στρατηλάτης, ὁ πατρίκιος, ὁ αὐτοῦ πατήρ, ἐπέθηκε στέφανον βασιλικὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, τῇ ἐνάτῃ τοῦ περιτίου μηνὸς τῆς δωδεκάτης ἐπινεμήσεως· καὶ ἐβασίλευσαν ἅμα. Ἐβασίλευσε δὲ ὁ αὐτὸς βασιλεὺς Ζήνων ὁ Κοδισσέος ὁ Ἴσαυρος μετὰ τοῦ ἰδίου αὐτοῦ υἱοῦ Λέοντος ὀλίγον χρόνον. καὶ προῆλθεν ὕπατος ὁ θειότατος Λέων ὁ μικρὸς ἔτους κατὰ Ἀντιόχειαν φκβʹ ἰνδικτιῶνος δωδεκάτης· καὶ τῷ ἑνδεκάτῳ μηνὶ τῆς αὐτοῦ ὑπατείας ἠῤῥώστησε καὶ τελευτᾷ ὁ θειότατος Λέων ὁ μικρὸς μηνὶ νοεμβρίῳ ἰνδικτιῶνος ιγʹ, ἔτους χρηματίζοντος κατὰ Ἀντιόχειαν φκγʹ, ὢν ἐνιαυτῶν ζʹ, καθὼς συνεγράψατο Νεστοριανὸς ὁ σοφώτατος χρονογράφος ἕως Λέοντος τοῦ μικροῦ. ΛΟΓΟΣ ΙΕʹ ΧΡΟΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΖΗΝΩΝΟΣ ΕΩΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΑΝΑΣΤΑΣΙΟΥ. Μετὰ δὲ τὴν βασιλείαν Λέοντος τοῦ μικροῦ ἐβασίλευσεν ὁ θειότατος Ζήνων ἔτη ιεʹ. καὶ τῷ μηνὶ τῷ ὀγδόῳ τῆς αὐτοῦ βασιλείας ἐποίησεν ἐπίσκοπον πατριάρχην ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ Πέτρον, τὸν παραμονάριον τῆς ἁγίας Εὐφημίας τῆς ἐν Χαλκηδόνι· καὶ ἔπεμψεν αὐτὸν ἐν Ἀντιοχείᾳ. μετὰ δὲ δύο ἔτη καὶ μῆνας δέκα τῆς βασιλείας αὐτοῦ ἐν λύπῃ γενόμενος διὰ πρᾶγμα αἰτηθὲν παρὰ τῆς αὐτοῦ πενθερᾶς Βηρίνης καὶ μὴ παρασχεθὲν αὐτῇ παρ' αὐτοῦ, κατεσκευάσθη παρὰ τῆς δεσποίνης Βηρίνης τῆς αὐτοῦ πενθερᾶς. καὶ φοβηθεὶς μὴ σφαγῇ ὑπό τινος τῶν τοῦ παλατίου, ὡς συνοικούσης τῆς πενθερᾶς αὐτοῦ ἐν τῷ παλατίῳ, ποιήσας πρόκεσσον ἐν Χαλκηδόνι ἔφυγεν ἐκεῖθεν βερέδοις καὶ ἀπῆλθεν εἰς τὴν Ἰσαυρίαν ὡς ἐστὶ βασιλεύς. ὅντινα κατέλαβε 378 φυγοῦσα τὴν ἰδίαν αὐτῆς μητέρα λάθρᾳ καὶ ἡ βασίλισσα Ἀριάδνη εἰς τὴν Ἰσαυρίαν· καὶ διῆγεν ἅμα τῷ ἰδίῳ αὐτῆς ἀνδρί. Καὶ μετὰ τὸ φυγεῖν Ζήνωνα τὸν βασιλέα καὶ Ἀριάδνην εὐθέως