122
Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Γενώμεθα καὶ ἡμεῖς, ἀγαπητοὶ, ξένοι, ἵνα μὴ ἐπαισχυνθῇ ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἐπαισχυνθῇ, καὶ τῇ γεέννῃ παραδῷ. Τοιοῦτοι ἦσαν ἐκεῖνοι οἱ λέγοντες, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Ἀλλ' ὁρᾶτε τί φθέγγεται πρὸς αὐτοὺς ὁ Χριστός· Οὐκ οἶδα ὑμᾶς· ὅπερ ἂν ποιήσειαν δεσπόται οἰκετῶν πονηρῶν προστρεχόντων αὐτοῖς, βουλόμενοι τὸ ὄνειδος ἀποτρίψασθαι. Οὐκ οἶδα ὑμᾶς, φησί. Πῶς οὖν κολάζεις, οὓς οὐκ οἶδας; Οὐκ οἶδα, ἑτέρως εἶπον, τουτέστι, Ἀρνοῦμαι ὑμᾶς καὶ παραιτοῦμαι. Ἀλλὰ μὴ γένοιτο ταύτην ἡμᾶς ἀκοῦσαι τὴν φωνὴν τὴν ὀλεθρίαν καὶ φρικώδη. Εἰ γὰρ οἱ δαίμονας ἐκβαλόντες, καὶ προφητείας ἐργασάμενοι, ἐπειδὴ βίον οὐκ ἔσχον συμβαίνοντα τοῖς λόγοις, ἠρνήθησαν· πόσῳ μᾶλλον ἡμεῖς; Καὶ πῶς, φησὶν, ἔνι προφητείας ἐπιδειξαμένους, καὶ σημεῖα πεποιηκότας, καὶ δαιμόνια ἐκβαλόντας, ἀρνηθῆναι; Εἰκὸς αὐτοὺς ὕστερον μεταβεβλῆσθαι, καὶ γεγενῆσθαι πονηρούς· ὅθεν οὐδὲν ἀπώναντο οὐδὲ τῆς προτέρας ἀρετῆς. Οὐ γὰρ τὰ προοίμια δεῖ μόνον ἔχειν λαμπρὰ, ἀλλὰ καὶ τὸ τέλος λαμπρότερον. Εἰπὲ γάρ μοι, ὁ ῥήτωρ οὐχὶ τὰ ἐν τῷ τέλει τοῦ λόγου σπουδάζει ποιεῖν λαμπρὰ, ὥστε μετὰ κρότων ἀναχωρεῖν; ὁ δὲ λειτουργῶν πόλει, οὐχὶ τὰ ἐπ' ἐξόδῳ τῆς λειτουργίας λαμπρότερα ἐπιδείκνυται; Ὁ ἀθλητὴς ἐὰν μὴ ἐκεῖνα δείξῃ λαμπρότερα, καὶ μέχρι τέλους νικήσῃ, κἂν πάντας νικήσας νικηθῇ ὑπὸ τοῦ τελευταίου, οὐχὶ πάντα αὐτῷ ἀνόνητα; ὁ κυβερνήτης ἂν ἅπαν τὸ πέλαγος διαβαλὼν, πρὸς τῷ λιμένι καταῤῥάξῃ τὸ σκάφος, οὐχὶ πάντα ἀπώλεσε τὸν ἔμπροσθεν πόνον; Τί δὲ ὁ ἰατρός; Ἐὰν ἀπαλλάξας τῆς νόσου τὸν κάμνοντα, ὅταν μέλλῃ τέλεον ἀπαλλάττειν, τότε διαφθείρῃ, οὐχὶ τὸ πᾶν διέφθειρεν; Οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς, ὅσοι μὴ τῇ ἀρχῇ ἀκόλουθον τὸ τέλος ἐπέθηκαν καὶ σύμφωνον καὶ συνῳδὸν, ἀπώλοντο καὶ διεφθάρησαν. Τοιοῦτοί εἰσιν οἱ ἀπὸ μὲν τῶν βαλβίδων αὐτῶν λαμπροὶ καὶ γαῦροι προπηδήσαντες, μετὰ ταῦτα δὲ ἐκλυθέντες, καὶ χαῦνοι γενόμενοι· διὸ καὶ τοῦ βραβείου ἀπεστερήθησαν, καὶ παρὰ τοῦ ∆εσπότου οὐκ ἐπεγνώσθησαν. Ἀκούσωμεν ταῦτα οἱ χρημάτων ἐρῶντες· ἡ γὰρ μεγίστη ἀνομία αὕτη τυγχάνει· Ῥίζα γάρ ἐστι πάντων, φησὶ, τῶν κακῶν ἡ φιλαργυρία. Ἀκούσωμεν οἱ βουλόμενοι μείζονα τὴν ὑπάρχουσαν οὐσίαν ποιεῖν· ἀκούσωμεν, καὶ παυσώμεθα τῆς πλεονεξίας ποτὲ, ἵνα μὴ ταῦτα ἀκούσωμεν ἅπερ κἀκεῖνοι. Νῦν αὐτὰ ἀκούσωμεν καὶ φυλαξώμεθα, ἵνα μὴ τότε ἀκούσωμεν· νῦν ἀκούσωμεν μετὰ φόβου, ἵνα μὴ τότε ἀκούσωμεν μετὰ τιμωρίας, Ἀπέλθετε ἀπ' ἐμοῦ, φησὶν, οὐδέποτε ἔγνων ὑμᾶς, οὐδὲ τότε, φησὶν, ὅτε τὰς προφητείας ἐπεδείκνυσθε, καὶ τοὺς δαίμονας ἐξεβάλλετε. Εἰκὸς αὐτὸν ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεσθαι, ὅτι καὶ τότε βίου ἦσαν πονηροῦ· παρὰ δὲ τὴν ἀρχὴν καὶ δι' ἀναξίων ἐνήργει ἡ χάρις. 63.171 Εἰ γὰρ καὶ διὰ Βαλαὰμ ἐνήργησε, πολλῷ μᾶλλον δι' ἀναξίων, καὶ τοῦτο διὰ τοὺς μέλλοντας κερδαίνειν. Εἰ δὲ καὶ σημεῖα καὶ τέρατα οὐκ ἴσχυσε κολάσεως ἀπαλλάξαι, πολλῷ μᾶλλον, κἂν ἐν ἀξιώματι ἱερατικῷ τις ὢν τυγχάνῃ, κἂν εἰς τὴν ἀνωτάτω τιμὴν φθάσῃ, κἂν εἰς τὴν χειροτονίαν ἐνεργήσῃ ἡ χάρις, κἂν εἰς τὰ ἄλλα πάντα διὰ τοὺς τῆς προστασίας δεομένους, ἀκούσεται καὶ αὐτὸς, Οὐδέποτέ σε ἔγνων, οὐδὲ τότε, ὅτε ἐνήργησεν ἐν σοὶ ἡ χάρις. Βαβαὶ, πόση τῆς τοῦ βίου καθαρότητος ἡ ζήτησις ἐκεῖ! πῶς αὐτὴ καὶ καθ' ἑαυτὴν ἀρκεῖ εἰς τὴν βασιλείαν ἡμᾶς εἰσαγαγεῖν! πῶς δὲ ἀποῦσα προδίδωσι τὸν ἄνδρα, κἂν μυρία ἔχῃ τέρατα καὶ σημεῖα ἐπιδείκνυσθαι! Οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς πολιτεία ἀρίστη. Ἐὰν ἀγαπᾶτέ με, φησὶν, οὐκ εἶπε, Σημεῖα ποιήσατε, ἀλλὰ τί; Τὰς ἐντολάς μου τηρήσατε. Καὶ πάλιν· Φίλους ὑμᾶς λέγω, οὐχ ὅταν δαιμόνια ἐκβάλητε, ἀλλ' Ἐὰν τηρήσητε τοὺς λόγους τοὺς ἐμούς. Ἐκεῖνα μὲν γὰρ τῆς τοῦ Θεοῦ δωρεᾶς ἐστι· ταῦτα δὲ μετὰ τὴν τοῦ Θεοῦ δωρεὰν καὶ τῆς ἡμετέρας σπουδῆς. Σπουδάσωμεν γενέσθαι φίλοι τοῦ Θεοῦ, καὶ μὴ μένωμεν ἐχθροί. Ἀεὶ ταῦτα λέγομεν, ἀεὶ ταῦτα παραινοῦμεν καὶ ἡμῖν αὐτοῖς καὶ ὑμῖν, πλέον δὲ οὐδὲν γίνεται· διὸ καὶ δέδοικα. Καὶ ἐβουλόμην μὲν σιγῆσαι, ὥστε μὴ τὸν κίνδυνον ὑμῖν αὐξῆσαι· τὸ