122
προεχειρίσατο ἡ αὐτὴ δέσποινα Βηρῖνα βασιλέα, στέψασα Βασιλίσκον τὸν ἴδιον αὐτῆς ἀδελφόν· καὶ ἐβασίλευσεν ὁ αὐτὸς Βασιλίσκος ὁ ἀδελφὸς Βηρίνης τῆς πενθερᾶς Ζήνωνος ἔτη βʹ. ἡ δὲ αὐτὴ Βηρῖνα ὅτε αὐτὸν βασιλέα, ὠνόμασε καὶ ὕπατον μετὰ Ἀρμάτου προαχθέντος παρὰ Βασιλίσκου στρατηλάτου τοῦ μεγάλου πραισέντου· καὶ ὑπάτευσαν οἱ δύο. Ὁ δὲ αὐτὸς Βασιλίσκος ἢ μόνον ἐβασίλευσεν, ἔστεψε τὸν υἱὸν αὐτοῦ βασιλέα ὀνόματι Μάρκον· καὶ ἐβασίλευσαν οἱ δύο. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας Βασιλίσκου καὶ Μάρκου τοῦ υἱοῦ αὐτοῦ ἔπαθεν ὑπὸ θεομηνίας πόλις τῆς πρώτης Συρίας ὀνόματι Γάβαλα μηνὶ γορπιαίῳ εἰς τὸ αὖγος· καὶ ἐχαρίσατο τῇ αὐτῇ πόλει ὁ βασιλεὺς Βασιλίσκος εἰς ἀνανέωσιν χρυσίου λίτρας νʹ. Καὶ ἐπανῆλθε Ζήνων ὁ βασιλεὺς μετὰ πλήθους πολλοῦ ἐκ τῆς Ἰσαυρίας ἐπὶ Κωνσταντινούπολιν, πέμψας εἰς Ἀντιόχειαν τὴν 379 μεγάλην παραφύλακας Ἰσαύρους καὶ στρατηλάτην Τροκόνδην. ἀκούσας οὖν Πέτρος ὁ πατριάρχης ὁ ὑπ' αὐτοῦ δεξάμενος τῆς ἐπισκοπῆς τὴν χειροτονίαν ὑπὲρ τοῦ μέρους Βασιλίσκου ἐποίει. ὁ δὲ Βασιλίσκος μαθὼν τὴν τοῦ βασιλέως Ζήνωνος ἐπάνοδον, ἔπεμψεν Ἀρμᾶτον τὸν στρατηλάτην τοῦ πραισέντου μετὰ πάσης ἧς εἶχε βοηθείας στρατοῦ ἐν Θρᾴκῃ καὶ ἐν Κωνσταντινουπόλει καὶ εἰς τὸ παλάτιον, ὁρκώσας αὐτὸν εἰς ἅγιον βάπτισμα νεοφωτίστου μὴ προδοῦναι. καὶ λαβὼν τὸ πλῆθος τοῦ στρατοῦ ὁ Ἀρμᾶτος ἐπέρασε· καὶ τοῦτο προμαθὼν Ζήνων ὁ βασιλεὺς ἔπεμψε πρὸς τὸν αὐτὸν Ἀρμάτιον ἐπαγγειλάμενος αὐτῷ πολλὰ καὶ τὴν στρατηλασίαν τῆς αὐτοῦ ζωῆς καὶ τὸν υἱὸν αὐτοῦ ποιεῖν Καίσαρα. καὶ προτραπεὶς ὁ αὐτὸς Ἀρμᾶτος ὑπὸ Ζήνωνος βασιλέως προέδωκεν, εὑρεθεὶς εἰς τὸ μέρος Ζήνωνος τοῦ βασιλέως· καὶ οὐκέτι ὑπήντησε Ζήνωνι ἐρχομένῳ ὁ αὐτὸς Ἀρμᾶτος, ἀλλὰ δι' ἄλλης ἔδοξεν ἐπιέναι ὁδοῦ τῆς Ἰσαυρίας. Ἐξορμήσας δὲ Ζήνων ἐπέρασεν ἀπὸ τῶν λεγομένων Πυλῶν καὶ εἰσῆλθεν εἰς τὸ παλάτιον μετὰ τῶν ἰδίων ὁπλιτῶν ἰνδικτιῶνι ιδʹ· καὶ ἐδέχθη ὑπὸ τῶν στρατευμάτων καὶ τῆς συγκλήτου. ἐθάῤῥει δὲ εἰς τὸ Πράσινον μέρος, ὅτι ἐφιλεῖτο παρ' αὐτῶν· ἔχαιρε γὰρ καὶ αὐτὸς Ζήνων ὁ βασιλεὺς εἰς τὸ Πράσινον μέρος. Ἀκούσας δὲ ἐξαίφνης Βασιλίσκος ὅτι Ζήνων ὁ βασιλεὺς εἰς τὸ παλάτιον ὥρμησε καὶ εἰσῆλθε καὶ ὅτι ἐδέξαντο αὐτὸν πάντες 380 καὶ Βηρῖνα ἡ δέσποινα, ἡ πενθερὰ αὐτοῦ, λαβὼν οὖν Βασιλίσκος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα ἔφυγεν εἰς τὴν μεγάλην ἐκκλησίαν Κωνσταντινουπόλεως εἰς τὸ μέγα φωτιστήριον, προδοθεὶς ὑπὸ Ἀρμάτου, ἐπὶ τῆς ὑπατείας Θευδερίχου. Ὁ δὲ θειότατος Ζήνων βασιλεὺς παρασχὼν τὸ βῆλον τοῦ ἱππικοῦ εὐθέως ἐλθὼν ἐθεώρησε· καὶ ἐδέχθη ἀπὸ πάσης τῆς πόλεως. καὶ μετὰ τὸ δεχθῆναι, ἐν ὅσῳ θεωρεῖ, ἔπεμψεν εἰς τὴν μεγάλην ἐκκλησίαν καὶ ἐπῆρε παρὰ Βασιλίσκου καὶ τοῦ υἱοῦ αὐτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ τὸ σχῆμα τῆς βασιλείας· καὶ ἐκβαλὼν αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ὑπὸ λόγον ὅτι οὔτε ἀποκεφαλίζονται οὔτε σφαγιάζονται ἔπεμψεν αὐτὸν καὶ τοὺς αὐτοῦ εἰς Λίμνας κάστρον ἐν Καππαδοκίᾳ. καὶ ἐβλήθησαν εἰς ἕνα πύργον τοῦ κάστρου καὶ ἀνεχρίσθη ἡ θύρα καὶ ἐφύλαττον τὸν πύργον καὶ τὸ κάστρον Λίμνας πλῆθος στρατιωτῶν Ἰσαύρων πολύ, ἕως λιμοκτονηθεὶς, ὁ αὐτὸς Βασιλίσκος καὶ ἡ γυνὴ αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπέδωκαν τὰς ψυχάς· καὶ ἐτάφησαν ἐκεῖ εἰς τὸν αὐτὸν πύργον ἐν Καππαδοκίᾳ. Καὶ ἐβασίλευσε Ζήνων μετὰ τὴν ἐπάνοδον αὐτοῦ ἄλλα ἔτη ιβʹ, τοῦτ' ἐστὶ τὰ πάντα ἔτη ἐβασίλευσε ιεʹ καὶ μῆνας δύο· τινὲς δὲ καὶ τὰ δύο ἔτη Βασιλίσκου εἰς τὴν αὐτοῦ τάσσουσι βασιλείαν. ὁ δὲ αὐτὸς Ζήνων βασιλεὺς ἐπανελθὼν εὐθέως καθεῖλε Πέτρον τὸν ἐπίσκοπον καὶ πατριάρχην Ἀντιοχείας τῆς μεγάλης, ὡς φίλον Βασιλίσκου, καὶ ἐξώρισεν αὐτὸν εἰς Εὐχάϊτα εἰς τὴν Ποντικήν, καὶ ἐποίησεν ἀντ' αὐτοῦ Στέφανον ἐπίσκοπον Ἀντιοχείας. ἔδωκε 381 δὲ ὑπὲρ τῆς ἐπανόδου αὑτοῦ ὁ αὐτὸς βασιλεὺς Ζήνων δωρεὰς πᾶσι τοῖς ὑποτελέσιν αὐτοῦ. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἐσφάγη ὁ