1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

123

ἐπίσκοπος Στέφανος Ἀντιοχείας εἰς καλάμια ὀξυνθέντα ὑπὸ τοῦ κλήρου τοῦ ἰδίου, ἔξω τῆς αὐτῆς πόλεως εἰσελθὼν εἰς τὴν σύναξιν τῶν ἁγίων τεσσαράκοντα, εἰς τὰ λεγόμενα Βαρλαῆ, ὡς Νεστοριανός· καὶ ἐῤῥίφη τὸ λείψανον αὐτοῦ εἰς τὸν Ὀρόντην ποταμόν. καὶ μαθὼν Ζήνων ὁ βασιλεὺς ἐποίησεν ἐπίσκοπον καὶ πατριάρχην ἄλλον ὀνόματι Καλανδίωνα ἐν τῇ αὐτῇ Ἀντιοχέων πόλει τῆς Συρίας· καὶ ἐξωρίσθη καὶ αὐτός, ὡς Νεστοριανός· καὶ ἀνεκλήθη ὑπὸ τοῦ αὐτοῦ Ζήνωνος βασιλέως ὁ ἐπίσκοπος Πέτρος ἐκ τῆς ἐξορίας, τοῦ δήμου τῶν Ἀντιοχέων αἰτησάντων καὶ τοῦ κλήρου· καὶ ἐλθὼν ἀπὸ Εὐχαΐτων ἐγένετο πάλιν πατριάρχης καὶ ἀπέθανεν εἰς τὸν ἴδιον αὐτοῦ θρόνον ἐν Ἀντιοχείᾳ. Ἐπὶ δὲ τῆς τοῦ Ζήνωνος βασιλείας προεχειρίσθη παρ' αὐτοῦ κατὰ συντάξεις καὶ ἐγένετο Καῖσαρ ὁ υἱὸς Ἀρμάτου τοῦ στρατηλάτου πραισέντου ὀνόματι Βασιλίσκος· καὶ συνεκάθητο τῷ αὐτῷ Ζήνωνι Βασιλίσκος εἰς τὸ ἱππικὸν θεωροῦντι, καὶ ἐτίμα τοὺς ἡνιόχους ὁ βασιλεὺς καὶ ὁ Καῖσαρ. ὁ δὲ Ζήνων λογισάμενος ὅτι ἐπιώρκησεν Ἀρμᾶτος ὁ στρατηλάτης τοῦ πραισέντου, ὁ πατὴρ τοῦ Καίσαρος, ἐπομοσάμενος εἰς τὸ ἅγιον βάπτισμα Βασιλίσκῳ τῷ βασιλεῖ μὴ προδοῦναι αὐτόν, καὶ προτραπεὶς παρ' ἐμοῦ προέδω 382 κεν αὐτὸν καὶ ἀπέθανεν, πῶς τῇ ἐμῇ, φησί, βασιλείᾳ πιστὰ φυλάξει; μικρὸν γάρ, ἐὰν ἀνδρωθῇ ὁ υἱὸς αὐτοῦ ὁ Καῖσαρ, πάντως καὶ ἐμὲ παραβαίνει· ἐγὼ δὲ οὐ παρέβην αὐτόν, ἀλλὰ καὶ αὐτὸν ἐποίησα ἐπὶ τόπῳ πατρίκιον καὶ στρατηλάτην καὶ τὸν υἱὸν αὐτοῦ Καίσαρα· ἐκέλευσεν οὖν σφαγῆναι τὸν Ἀρμᾶτον, ὡς ἐπίορκον, καὶ ἐσφάγη, ὡς ἀνέρχεται κατὰ τὸ ∆έκιμον εἰς τὸ ἱππικὸν θεωρῆσαι. καὶ μετὰ τὸ φονευθῆναι Ἀρμᾶτον τὸν υἱὸν αὐτοῦ Βασιλίσκον τὸν Καίσαρα παιδίον ὄντα ἐχειροτόνησεν ἐπίσκοπον ἐν Κυζίκῳ τῇ μητροπόλει τῆς Ἑλλησπόντου. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας τυραννήσαντες οἱ Σαμαρεῖται ἐν Παλαιστίνῃ ἔστεψαν λῄσταρχον ὀνόματι Ἰουστασὰν Σαμαρείτην· καὶ εἰσῆλθεν ἐν Καισαρείᾳ καὶ ἐθεώρησεν ἱππικὸν καὶ ἐφόνευσε πολλοὺς χριστιανοὺς ἡγεμονεύοντος τῆς πρώτης Παλαιστίνης Πορφυρίου. ὁ δὲ αὐτὸς Ἰουστασὰς ἔκαυσε τὸν ἅγιον Προκόπιον ἐπὶ Τιμοθέου ἐπισκόπου Καισαρείας. καὶ ἐλθὼν ὁ δοὺξ Παλαιστίνης Ἀσκληπιάδης μετὰ τῆς αὐτοῦ βοηθείας καὶ ὁ λῃστοδιώκτης Ῥήγης, ὁ ἀξιωματικὸς Καισαρείας μετὰ τῶν Ἀρκαδιακῶν, ὁρμήσαντες κατ' αὐτοῦ συνέβαλον αὐτῷ καὶ παρέλαβον αὐτόν· καὶ ἀπεκεφάλισαν τὸν αὐτὸν Ἰουστασάν, καὶ ἐπέμφθη ἡ κεφαλὴ αὐτοῦ μετὰ τοῦ διαδήματος τῷ βασιλεῖ Ζήνωνι. καὶ εὐθέως ὁ βασιλεὺς Ζήνων ἐποίησε τὴν συναγωγὴν αὐτῶν τὴν οὖ 383 σαν εἰς τὸ Γαργαζὶ ὄρος εὐκτήριον οἶκον τῆς ἁγίας θεοτόκου Μαρίας, ἀνανεώσας καὶ τὸν ἅγιον Προκόπιον, ποιήσας διάταξιν μὴ στρατεύεσθαι Σαμαρείτην, δημεύσας καὶ τοὺς εὐπόρους αὐτῶν· καὶ ἐγένετο κατάστασις. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας Θευδερίχος ὁ ἀπὸ ὑπάτων, ὁ υἱὸς Οὐαλέμερος, ἐν Κωνσταντινουπόλει ἀνατραφεὶς καὶ ἀναγνούς, στρατηλάτης ὢν πραισέντου καὶ ἑωρακὼς τί ὑπέστη Ἀρμᾶτος, φοβηθεὶς τὸν βασιλέα Ζήνωνα, ἔλαβε τὴν ἰδίαν βοήθειαν καὶ ἐξῆλθεν ἀπὸ Κωνσταντινουπόλεως, ἐπὶ Σαλαβρίαν ἀπιὼν διὰ τοὺς ἐκεῖ καθεζομένους ἀριθμούς. καὶ τυραννήσας παρέλαβε τὴν Θρᾴκην πᾶσαν· καὶ ἦλθε κατὰ τοῦ βασιλέως Ζήνωνος ἕως Συκῶν πέραν κατέναντι Κωνσταντινουπόλεως, κόψας καὶ τὸν ἀγωγὸν τῆς πόλεως. καὶ ποιήσας ἡμέρας πολλάς, καὶ μὴ δυνηθεὶς βλάψαι τὸν βασιλέα, ἀνεχώρησεν ἐκεῖθεν ὁρμήσας ἐπὶ τὴν Ῥώμην, τότε κατεχομένην ὑπὸ τοῦ Ὀδοάκρου, ῥηγὸς τῶν βαρβάρων. καὶ πολεμήσας αὐτῷ κατὰ γνώμην καὶ προδοσίαν τῆς συγκλήτου Ῥώμης, παρέλαβεν ἀνεπηρεάστως τὴν αὐτὴν Ῥώμην καὶ τὸν Ὀδοάκρον ῥῆγα· καὶ ἐφόνευσεν αὐτὸν καὶ κατέσχε τῆς Ῥώμης, γενόμενος ἀντ' αὐτοῦ ῥὴξ ἐν αὐτῇ ἔτη μζʹ. καὶ ἐφιλιώθη Ζήνωνι μετὰ ταῦτα τῷ βασιλεῖ, καὶ πάντα ὅσα ἔπραττε κατὰ γνώμην αὐτοῦ, καὶ τοὺς ὑπάτους