124
ἀχθήσεσθε ἕνεκεν ἐμοῦ· καὶ πάλιν· Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. Καὶ τὰ μὲν τῆς θλίψεως ὧδε· τὰ δὲ τῆς ἀνέσεως ἐκεῖ. Ἐπὶ δὲ τοῦ Ἀβραὰμ τοὐναντίον· ἐναντία ταῖς ὑποσχέσεσι προσετέτακτο ποιεῖν, καὶ οὐδὲ οὕτως ἐθορυβήθη, οὐδὲ ἰλιγγίασεν, οὐδὲ ἠπατῆσθαι ἐνόμισεν· ὑμεῖς δὲ οὐδὲν ἔξωθεν τῆς ἐπαγγελίας ὑπομένετε, καὶ θορυβεῖσθε. Ἐκεῖνος ἐναντία ὧν ἐπηγγείλατο ἤκουσε παρὰ τοῦ αὐτοῦ τοῦ ἐκεῖνα ἐπαγγειλαμένου, καὶ οὐκ ἐθορυβεῖτο, ἀλλ' ὡς σύμφωνα ἔπραττε· καὶ γὰρ ἦν σύμφωνα, ἐναντία μὲν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, σύμφωνα δὲ ἀπὸ τῆς πίστεως· καὶ πῶς, αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Ἀπόστολος, εἰπών· Λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπὸ τῆς αὐτῆς πίστεως, φησὶν, ἧς ἐπίστευσεν ὅτι οὐκ ὄντα χαρίσεται παῖδα, ἀπὸ τῆς αὐτῆς καὶ νεκρὸν ἐγείρειν, καὶ ὅτι σφαγιασθέντα ἀναστήσει, ἐπέπειστο. Ὁμοίως γὰρ ἄπορον ἦν, ἀνθρωπίνῳ λέγω λογισμῷ, καὶ ἐκ μήτρας νεκρᾶς καὶ 63.173 γεγηρακυίας καὶ ἀχρήστου ἤδη γεγενημένης πρὸς παιδοποιίαν δοῦναι παιδίον, καὶ σφαγιασθέντα ἀναστῆσαι· ἀλλ' ὅμως ἐπείθετο· προωδοποίει γὰρ ἡ πίστις ἡ παρελθοῦσα τοῖς μέλλουσιν. Ἄλλως δὲ καὶ ὁ μὲν ἑώρα τὰ χρηστὰ πρῶτα, τὰ δὲ δυσχερῆ ὕστερα πρὸς τῷ γήρᾳ. Ὑμεῖς δὲ τοὐναντίον, φησὶ, τὰ μὲν σκυθρωπὰ πρῶτα, τὰ δὲ χρηστὰ τελευταῖα. Τοῦτο πρὸς τοὺς λέγειν τολμῶντας, ὅτι Μετὰ θάνατον ἡμῖν ἐπηγγείλατο τὰ ἀγαθὰ, ἠπάτησεν ἴσως ἡμᾶς. ∆είκνυσιν, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· εἰ δὲ καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, πάντως πάντα ἀποδώσει. Εἰ δὲ Ἀβραὰμ ἐπίστευσε πρὸ τοσούτων ἐτῶν, ὅτι δυνατὸς ἐκ νεκρῶν ἐγείρειν ὁ Θεὸς, πολλῷ μᾶλλον ἡμεῖς πιστεύειν ὀφείλομεν. Ὁρᾷς ὅτι, ὅπερ ἔφθην εἰπὼν, οὔπω εἰσῆλθεν ὁ θάνατος, καὶ εὐθέως αὐτοὺς εἰς τὴν τῆς ἀναστάσεως εἵλκυσεν ἐλπίδα, καὶ εἰς τοσαύτην πληροφορίαν ἤγαγεν, ὡς καὶ σφαγιάζειν τοὺς ἑαυτῶν υἱοὺς κελευομένους, καὶ ἀφ' ὧν προσεδόκων ἐμπλήσειν τὴν οἰκουμένην, ἑτοίμως τούτους προσάγειν; Καὶ ἕτερον δὲ δείκνυσιν ἐνταῦθα διὰ τοῦ εἰπεῖν, Ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάμ. Τί οὖν; οὐκ ᾔδει ὁ Θεὸς ὅτι γενναῖος ἦν καὶ δόκιμος ὁ ἀνήρ; Σφόδρα γε. Τίνος οὖν ἕνεκεν ἐπείραζεν αὐτὸν, εἰ ᾔδει; Οὐχ ἵνα αὐτὸς μάθῃ, ἀλλ' ἵνα τοῖς ἄλλοις δείξῃ, καὶ κατάδηλον αὐτοῦ τὴν ἀνδρείαν πᾶσι καταστήσῃ. Καὶ δείκνυσιν ἐνταῦθα καὶ τῶν πειρασμῶν τὴν αἰτίαν, ἵνα μὴ νομίζωσιν, ὡς ἐγκαταλελειμμένοι ταῦτα πάσχειν. Ἐνταῦθα μὲν γὰρ καὶ ἀνάγκη πειράζεσθαι, διὰ τὸ πολλοὺς ἔχειν τοὺς ἐλαύνοντας καὶ τοὺς ἐπιβουλεύοντας· ἐκεῖ δὲ ποία ἀνάγκη ἦν τοὺς οὐκ ὄντας αὐτῷ πειρασμοὺς ἐπινοεῖν; Οὗτος τοίνυν ὁ πειρασμὸς δῆλος ἦν ὅτι αὐτοῦ προστάττοντος ἐγίνετο. Οἱ μὲν οὖν ἄλλοι συγχωροῦντος αὐτοῦ συνέβαινον, οὗτος δὲ καὶ προστάττοντος. Εἰ τοίνυν οὕτω δοκίμους τὰ τῶν πειρασμῶν ποιεῖ, ὡς καὶ μὴ οὔσης αἰτίας τὸν Θεὸν γυμνάζειν τοὺς ἑαυτοῦ ἀθλητάς· πολλῷ μᾶλλον ἡμᾶς φέρειν πάντα χρὴ γενναίως. Ἐμφαντικῶς δὲ εἶπεν ἐνταῦθα, ὅτι Πίστει προσενήνοχε τὸν Ἰσαὰκ, πειραζόμενος· οὐδεμία γὰρ ἄλλη αἰτία ἦν προσαγωγῆς ἢ αὕτη. Εἶτα ἐπεξέρχεται τῷ νοήματι. Οὐκ ἔχει, φησὶν, εἰπεῖν, ὅτι καὶ ἄλλον εἶχεν υἱὸν, καὶ ἐξ ἐκείνου προσεδόκα τὴν ἐπαγγελίαν πληρωθήσεσθαι, καὶ διὰ τοῦτο θαῤῥῶν τοῦτον προσήνεγκε. Καὶ τὸν μονογενῆ, φησὶ, προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος. Τί λέγεις μονογενῆ; τί οὖν ὁ Ἰσμαήλ; πόθεν ἦν; Μονογενῆ λέγω, φησὶν, ὅσον εἰς τὸν τῆς ἐπαγγελίας λόγον· διὰ γὰρ τοῦτο προσέθηκεν, εἰπὼν Μονογενῆ, δεικνὺς ὅτι διὰ τοῦτον καὶ λέγει· Πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, τουτέστιν, ἐξ αὐτοῦ. Ὁρᾷς πῶς θαυμάζει τὸ παρὰ τοῦ πατριάρχου γινόμενον; Ἐν Ἰσαὰκ, ἤκουσε, κληθήσεταί σοι σπέρμα, καὶ προσέφερε σφάγιον τὸν υἱόν. Εἶτα, ἵνα μή τις νομίσῃ, ὅτι ἀπογνοὺς τοῦτο ἐποίει, καὶ διὰ τοῦ προστάγματος τούτου τὴν πίστιν ἐξέβαλεν ἐκείνην, ἀλλὰ μάθῃ, ὅτι ὄντως καὶ τοῦτο πίστεως ἦν, φησὶν ὅτι κἀκείνην εἶχε τὴν πίστιν, καίτοι γε δοκοῦσαν ταύτῃ μάχεσθαι· ἀλλ' οὐκ ἐμάχετο· οὐ γὰρ λογισμοῖς ἀνθρωπίνοις ἐμέτρει τοῦ Θεοῦ τὴν δύναμιν, ἀλλὰ τῇ πίστει πάντα ἐπέτρεπε. ∆ιὸ οὐδὲ δέδοικεν εἰπεῖν, ὅτι