126
πεπηγμέναι· καὶ πολὺς ὄχλος ἀπῄει θεωρῶν αὐτάς· ἦσαν γὰρ ἀπενεχθεῖσαι πέραν ἐν Σύκαις ἐπὶ τὸν ἅγιον Κόνωνα. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐβασίλευσε Περσῶν Περόζης· πολλὰς δὲ ταραχὰς καὶ φόνους ἐν τῷ αὐτῷ καιρῷ ἐποίησαν οἱ Πράσινοι ἐν Ἀντιοχείᾳ· ἐφόνευσαν γάρ, φησίν, Ἰουδαίους μηδενὸς φειδόμενοι. καὶ διεδέχθη ὁ τότε κόμης τῆς ἀνατολῆς Θεόδωρος ἀγανακτηθείς· καὶ εἰρήνευσαν τὰ δημοτικά. καὶ ἀνηνέχθη τῷ αὐτῷ βασιλεῖ Ζήνωνι τὸ γενόμενον ὑπὸ τῶν Πρασίνων πρὸς τοὺς Ἰουδαίους ἀσέβημα· καὶ ἠγανάκτησε κατὰ τῶν Πρα 390 σίνων τῶν ἐν Ἀντιοχείᾳ, λέγων, ∆ιὰ τί τοὺς νεκροὺς μόνον τῶν Ἰουδαίων ἔκαυσαν; ἐχρῆν γὰρ αὐτοὺς καὶ τοὺς ζῶντας Ἰουδαίους καῦσαι. καὶ ἐσιωπήθη τὸ πρᾶγμα. Ὁ δὲ αὐτὸς βασιλεὺς Ζήνων ἐρωτήσας Μαυριανὸν τὸν σοφώτατον κόμητα, ὅστις πολλὰ αὐτῷ προέλεγεν, ἦν γὰρ καὶ μυστικά τινα εἰδώς, καὶ τίς μετ' αὐτὸν βασιλεύει, προεῖπεν ὅτι καὶ τὴν βασιλείαν αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ διαδέχεταί τις ἀπὸ σιλεντιαρίων. καὶ ταῦτα ἀκούσας ὁ βασιλεὺς Ζήνων συνέσχε τὸν πατρίκιον Πελάγιον τὸν ἀπὸ σιλεντιαρίων πληρώσαντα καὶ ἐλθόντα εἰς τὴν τοῦ πατρικίου ἀξίαν, ἄνδρα σοφόν· ἐκέλευσε δημεύσας φυλάττεσθαι· ὅντινα νυκτὸς οἱ φυλάσσοντες ἔπνιξαν καὶ ἔῤῥιψαν εἰς θάλασσαν τὸ λείψανον αὐτοῦ κατὰ κέλευσιν τοῦ βασιλέως. καὶ ἀκούσας τοῦτο ὁ ἔπαρχος τῶν πραιτωρίων Ἀρκάδιος ἐλοιδόρει τὸν βασιλέα Ζήνωνα διὰ Πελάγιον· καὶ ἦλθεν εἰς τὰς ἀκοὰς Ζήνωνος, καὶ ἐκέλευσεν εἰσερχόμενον εἰς τὸ παλάτιον σφαγῆναι. ὁ δὲ Ἀρκάδιος μαθὼν τοῦτο, ὡς μετεστάλη ἀπὸ τοῦ βασιλέως, παρερχόμενος ἀπὸ τῆς ἐκκλησίας ἐποίησεν ὡς θέλων εὔξασθαι· καὶ κατελθὼν ἐκ τοῦ ὀχήματος εἰσῆλθεν εἰς τὴν μεγάλην ἐκκλησίαν Κωνσταντινουπόλεως· καὶ ἔμεινεν ἔσω, καὶ ἐῤῥύσθη θανάτου. καὶ ὡς ἔστιν ἐκεῖ, ἐδήμευ 391 σεν αὐτὸν ὁ βασιλεὺς Ζήνων. μετὰ δὲ ὀλίγον καιρὸν δυσεντερίᾳ ληφθεὶς ὁ αὐτὸς βασιλεὺς Ζήνων ἐτελεύτησεν, ὢν ἐνιαυτῶν ξʹ καὶ μηνῶν θʹ, μηνὶ ξανθικῷ θʹ ἔτους κατὰ Ἀντιόχειαν φλθʹ, ἰνδικτιῶνος ιδʹ. Ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως τῆς τελευτῆς Ζήνωνος βασιλέως ἔτη
εϠπγʹ. ΛΟΓΟΣ Ιςʹ ΧΡΟΝΩΝ ΑΝΑΣΤΑΣΙΟΥ ΒΑΣΙΛΕΩΣ. Μετὰ δὲ τὴν βασιλείαν Ζήνωνος ἐβασίλευσεν ὁ θειότατος Ἀναστάσιος ὁ δίκορος, ὁ ∆υῤῥαχηνός, ὁ ἀπὸ τῆς νέας Ἠπείρου, ἀπὸ σιλεντιαρίων, ἐπὶ τῆς ὑπατείας Ὀλυβρίου τοῦ υἱοῦ Ἀρεοβίνδου· ὅστις ἐβασίλευσεν ἔτη κζʹ καὶ μῆνας γʹ, στεφθεὶς ἐν μηνὶ ἀπριλλίῳ τῇ ἁγίᾳ πέμπτῃ τῆς μεγάλης ἑβδομάδος. καὶ ἠγάγετο Ἀριάδνην τὴν τοῦ Ζήνωνος τοῦ πρὸ αὐτοῦ βασιλεύσαντος γενομένην γυναῖκα. ἦν δὲ μακρὸς πάνυ, κονδόθριξ, εὔστολος, στρογγύλοψις, μιξοπόλιος τὴν κάραν καὶ τὸ γένειον, ἐν τῷ δεξιῷ ὀφθαλμῷ ἔχων τὴν κόρην γλαυκὴν καὶ ἐν τῷ ἀριστερῷ μέλαιναν, τελείους ἔχων ὀφθαλμούς, τὸ δὲ γένειον αὐτοῦ πυκνῶς ἐκείρετο. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἐποίησεν ἔπαρχον πραιτωρίων τὸν πατρίκιον Ἱέριον· ὅστις ἐποίησε κόμητα ἀνατολῆς Καλλιόπιον τὸν ἴδιον συγγενέα. καὶ ὡς ἄρχει, ἐπῆλθον τῷ αὐτῷ Καλλιοπίῳ 393 οἱ Πράσινοι Ἀντιοχείας ἐν τῷ πραιτωρίῳ· καὶ φυγὼν διεσώθη. τοῦτο δὲ γνοὺς ὁ ἔπαρχος Ἱέριος ἀνήγαγε τῷ βασιλεῖ Ἀναστασίῳ· καὶ εὐθέως προηγάγετο ὁ αὐτὸς βασιλεὺς κόμητα ἀνατολῆς Κωνστάντιον τὸν Ταρσέα, δοὺς αὐτῷ ἐξουσίαν κατὰ πάσης ζωῆς, ἐπειδὴ τὸ Πράσινον μέρος Ἀντιοχείας δημοκρατοῦν ἐπήρχετο τοῖς ἄρχουσιν· ὅστις Κωνστάντιος ἐποίησε τὸν δῆμον Ἀντιοχείας εἴκειν κελεύσμασιν ἀρχόντων, ἔτους χρηματίζοντος κατὰ Ἀντιόχειαν φμγʹ. Ἐφίλει δὲ ὁ αὐτὸς βασιλεὺς τὸ Ῥούσιον μέρος Κωνσταντινουπόλεως, τοῖς δὲ Πρασίνοις