127
καὶ Βενέτοις πανταχῇ ἐπεξήρχετο στασιάζουσιν. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀκούσας ὅτι συνάγονται οἱ Ἴσαυροι εἰς τὴν ἰδίαν αὐτῶν χώραν τυραννῆσαι βουλόμενοι, εὐθέως ἐπεστράτευσε κατ' αὐτῶν· καὶ ἐπολέμησεν αὐτοῖς πέμψας στρατηγοὺς Ἰωάννην τὸν ἐπίκλην κυρτόν, στρατηλάτην πραισέντου, καὶ ∆ιογενιανὸν τὸν πατρίκιον, τὸν συγγενέα τῆς Αὐγούστας, καὶ ἄλλους μετὰ πλήθους Σκυθῶν καὶ Γοτθικῆς καὶ Βεσσικῆς χειρός. καὶ ἀνήλωσε τοὺς αὐτοὺς Ἰσαύρους καὶ ἀπώλεσε τὴν χώραν αὐτῶν καὶ τὰς πόλεις αὐτῶν κατέστρεψε καὶ πυρίκαυστα ἐποίησε τὰ καστέλλια αὐτῶν, λαβὼν αἰχμαλώτους τοὺς ἐξάρχους αὐτῶν εἰς τὴν αὐτῶν τυραννίδα Λογγῖνον τὸν ἀπὸ μαγίστρων τὸν φαλακρὸν καὶ Ἀθηνόδωρον τὸν νεώτερον καὶ Λογγινίνην τὸν χωλὸν καὶ Κόνωνα τὸν Φουσκιανοῦ τὸν ἀπὸ ἐπισκόπων Ἀπαμείας· ὁ δὲ Λογγινίνης πρῶτος ἀπώλετο ἐν τῇ συμβολῇ τοῦ πολέμου, ὅτε ὑπήν 394 τησαν ἀλλήλοις τὰ ἐξέρκετα εἰς τὸ Κοτυάειον, πόλιν τῆς Φρυγίας, ἐκεῖ ἐσφάγη· καὶ μετ' αὐτὸν Κόνων ὁ Φουσκιανοῦ λόγχῃ βληθεὶς ἔπεσε. καὶ τραπέντες οἱ Ἴσαυροι εἰς φυγὴν συνελήφθησαν τότε καὶ οἱ λοιποὶ ἔξαρχοι ζῶντες· καὶ ἀπεκεφαλίσθησαν καὶ ἀνηνέχθησαν αἱ κεφαλαὶ αὐτῶν τῷ αὐτῷ Ἀναστασίῳ βασιλεῖ. καὶ μετὰ τὴν αὐτὴν νίκην ἔδωκε δωρεὰς τοῖς ὑποτελέσι πᾶσι τοῖς ὑπὸ τὴν αὐτοῦ βασιλείαν. Ὁ δὲ θειότατος βασιλεὺς Ἀναστάσιος ἐποίησε χρυσοτέλειαν τῶν ἰούγων τοῖς συντελεσταῖς πᾶσι διὰ τὸ μὴ ἀπαιτεῖσθαι τὰ εἴδη καὶ διατρέφεσθαι ὑπὸ τῶν στρατιωτῶν. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας οἱ δῆμοι Κωνσταντινουπόλεως τῶν Πρασίνων ἱππικοῦ ἀγομένου παρεκάλουν τὸν βασιλέα ἀπολυθῆναί τινας συσχεθέντας παρὰ τοῦ ἐπάρχου τῆς πόλεως ὡς λιθοβολήσαντας· καὶ οὐ παρεκλήθη ὑπὸ τοῦ δήμου ὁ αὐτὸς βασιλεύς, ἀλλὰ ἀγανακτήσας ἐκέλευσεν ἄρμα κατ' αὐτῶν ἐξελθεῖν, καὶ ἐγένετο μεγάλη ἀταξία. καὶ κατῆλθον οἱ δῆμοι κατὰ τῶν ἐξκουβιτόρων καὶ ἐλθόντες ἐπὶ τὸ κάθισμα ἔῤῥιψαν λίθους κατὰ τοῦ βασιλέως Ἀναστασίου, ἐν οἷς εἷς Μαῦρος ἔῤῥιψε λίθον κατὰ τοῦ βασιλέως· καὶ ἀναστὰς ὁ βασιλεὺς ἐξέφυγε τὸν λίθον. καὶ θεασάμενοι οἱ ἐξκουβίτορες τὴν τοῦ ἀνδρὸς τόλμαν, ὥρμησαν κατ' αὐτοῦ καὶ ἔκοψαν αὐτὸν κατὰ μέλος· καὶ οὕτως ἀπέδωκε τὴν ψυχήν. ὁ δὲ δῆμος στενωθεὶς ἔβαλε πῦρ εἰς τὴν λεγομένην Χαλκῆν τοῦ ἱππικοῦ, καὶ ὁ ἔμβολος ἐκαύθη ἕως τοῦ βασιλικοῦ καθί 395 σματος, καὶ ὁ ἔμβολος δὲ ὁ δημόσιος ἕως τοῦ Ἑξαϊππίου καὶ τοῦ φόρου Κωνσταντίνου ἅπας καυθεὶς κατηνέχθη, πανταχῇ διακοπῶν γενομένων. πολλῶν δὲ συσχεθέντων καὶ τιμωρηθέντων ἐγένετο ἡσυχία, προαχθέντος ἐπάρχου πόλεως Πλάτωνος, ὃς ὑπῆρχε πάτρων τοῦ Πρασίνου μέρους. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἀνεφάνη τις ἀνὴρ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, ὢν ἀπὸ πόλεως Ἀμίδης, ὀνόματι Ἰωάννης Ἰσθμέος,χειμευτὴς ὑπάρχων καὶ φοβερὸς ἐπιθέτης· καὶ λάθρᾳ εἰσήρχετο εἰς τὰ ἀργυροπρατεῖα καὶ ὑπεδείκνυεν αὐτοῖς χεῖρας ἀνδριάντων καὶ πόδας χρυσοῦς καὶ ἄλλα ζώδια, λέγων ὅτι Θησαυρὸν γέμοντα τοιαῦτα ζώδια ὄβρυζα ηὗρον. καὶ ἐκ τούτου ἠπάτησε πολλοὺς καὶ ἐκόμβωσε πολλὰ χρήματα· ᾧτινι παρωνύμην ἔθηκαν οἱ Ἀντιοχεῖς Βαγουλάν, ὅ ἐστι γοργὸς ἐπιθέτης. καὶ λαθὼν πάντας ἔφυγεν ἐν Κωνσταντινουπόλει καὶ ἐκόμβωσε κἀκεῖ πολλοὺς ἀργυροπράτας, ὥστε γνωσθῆναι τῷ βασιλεῖ. καὶ συσχεθεὶς εἰσήχθη πρὸς τὸν βασιλέα, καὶ προσήνεγκεν αὐτῷ χαλινὸν ἵππου ὁλόχρυσον, διὰ μαργαριτῶν ὂν τὸ κούρκωμον αὐτοῦ. καὶ λαβὼν αὐτὸ ὁ βασιλεὺς Ἀναστάσιος λέγει αὐτῷ, Ἐμὲ οὐ κομβώσεις· καὶ ἐξώρισεν αὐτὸν εἰς Πέτρας, κἀκεῖ τελευτᾷ. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ τῆς αὐτοῦ βασιλείας ἐπὶ τῆς ὑπατείας τοῦ αὐτοῦ βασιλέως Ἀναστασίου ὡς τὸ τρίτον κατῆλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ Καλλιόπας τις ἡνίοχος ἀπὸ φακτιονα 396 ρίων Κωνσταντινουπόλεως· καὶ ἐδόθη εἰς τὸ Πράσινον μέρος Ἀντιοχείας ἐπὶ Βασιλείου κόμητος Αἰδεσινοῦ· καὶ παρέλαβε τὸν σταῦλον τοῦ Πρασίνου