1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

128

μέρους λιπόμενον, καὶ ἐνίκησε κατὰ κράτος. καὶ μετ' ὀλίγον καιρὸν ἐπετελέσθη ἐν τῇ ∆άφνῃ Ἀντιοχείας κατὰ τὸ ἔθος ἡ συνήθεια τῶν Ὀλυμπίων ἡ λεγομένη· καὶ τοῦ πλήθους τῶν Ἀντιοχέων ἀνελθόντος ἐν ∆άφνῃ, οἱ ἐκ τῆς εἰσελασίας ὁρμήσαντες μετὰ τοῦ ἡνιόχου Καλλιόπα κατελθόντες ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων τῇ οὔσῃ ἐν τῇ αὐτῇ ∆άφνῃ ἐνέπρησαν αὐτήν, πραιδεύσαντες πάντα ὅσα ἦν ἐν τῇ συναγωγῇ καὶ ἐφόνευσαν πολλούς, μηνὶ ἰουλίῳ θʹ, ἰνδικτιῶνος ιεʹ· καὶ πήξαντες ἐκεῖ τὸν τίμιον σταυρὸν ἐποίησαν γενέσθαι μαρτύριον τοῦ ἁγίου Λεοντίου. τούτων δὲ γνωσθέντων τῷ αὐτῷ Ἀναστασίῳ βασιλεῖ, προηγάγετο κόμητα ἀνατολῆς τὸν ἀπὸ κομμερκιαρίων Προκόπιον τὸν Ἀντιοχέα· ὅστις κατήνεγκε μεθ' ἑαυτοῦ ἀπὸ θείου τύπου νυκτέπαρχον Μηνᾶν ὀνόματι, Βυζάντιον. καὶ ταραχῆς γενομένης παρὰ τῶν τοῦ Πρασίνου μέρους, ἐβουλήθη ὁ αὐτὸς Μηνᾶς κατασχεῖν τινας τῶν ἀτάκτων· καὶ γνόντες ἐκεῖνοι προσέφυγον εἰς τὸν ἅγιον Ἰωάννην ἔξω τῆς πόλεως. καὶ γνοὺς τοῦτο ὁ νυκτέπαρχος ἐν τῷ μεσημβρίῳ ἀπῆλθε μετὰ Γοτθικῆς βοηθείας εἰς τὸν ἅγιον Ἰωάννην· καὶ ἐξαίφνης εἰσῆλθεν εἰς τὸν ἅγιον οἶκον, καὶ εὗρεν ἐκεῖ ὑποκάτω τῆς ἁγίας τραπέζης τοῦ θυσιαστηρίου τινὰ τῶν ἀτάκτων ὀνόματι Ἐλευθέριον· καὶ κεντήσας αὐτὸν ξίφει ἐκεῖ, σύρας ἐκ τοῦ θυσιαστη 397 ρίου τὸ λείψανον αὐτοῦ, ἀπεκεφάλισεν· ὥστε τὸ ἅγιον θυσιαστήριον πληρωθῆναι αἵματος. καὶ λαβὼν τὴν κεφαλὴν εἰσήρχετο ἐπὶ τὴν πόλιν Ἀντιόχειαν· καὶ ἐλθὼν ἕως τῆς γεφύρης τοῦ Ὀρόντου ποταμοῦ ἔῤῥιψε τὴν κεφαλὴν εἰς τὸν ποταμόν. καὶ εἰσῆλθεν ἔγγιστα Προκοπίου τοῦ κόμητος τῆς ἀνατολῆς, διηγούμενος αὐτῷ τὰ συμβάντα. καὶ μετὰ τὸ μεσημβρινὸν ἐγνώσθη τοῦτο τοῖς Πρασίνοις· καὶ ἐξελθόντες εἰς τὸν ἅγιον Ἰωάννην εὗρον τὸν κορμὸν Ἐλευθερίου. καὶ λαβόντες εἰς κραβαταρέαν τὸ λείψανον αὐτοῦ, εἰσήγαγον εἰς τὴν πόλιν βαστάζοντες αὐτό. καὶ ὑπηντήθησαν κατέναντι τῆς λεγομένης Ῥουφίνου βασιλικῆς ἐπὶ τὸ λουτρὸν τὸ λεγόμενον τῶν Ὀλβίης· καὶ συμβαλόντες εἰς τὴν ῥύμην τῶν θαλασσίων μετὰ τῆς βοηθείας καὶ τοῦ νυκτεπάρχου καὶ τῶν τοῦ Βενέτου μέρους δημοτῶν μάχην, περιεγένετο ὁ δῆμος τοῦ Πρασίνου μέρους· καὶ παραλαβόντες τὴν Ῥουφίνου βασιλικὴν καὶ τὴν λεγομένην Ζηνοδότου ἔβαλον πῦρ, καὶ ἐκαύθη πᾶσα ἡ Ῥουφίνου καὶ τὰ δύο τετράπυλα τὰ ἐντεῦθεν κἀκεῖθεν καὶ τὸ πραιτώριον τοῦ κόμητος τῆς ἀνατολῆς, καὶ πάντα κατηνέχθη ὑπὸ τοῦ πυρὸς διαφθαρέντα. καὶ ἔφυγεν ὁ κόμης τῆς ἀνατολῆς εἰς Ἀλεξάνδρειαν τὴν Καμβύσου. καὶ πιάσαντες οἱ ἀπὸ τοῦ Πρασίνου μέρους τὸν νυκτέπαρχον Μηνᾶν καὶ ἀνακείραντες αὐτόν, ἐξέβαλον τὰ συκότια αὐτοῦ. καὶ μετὰ τὸ σῦραι τὸ λείψανον αὐτοῦ ἐκρέμασαν αὐτὸ ἐν τῷ ἑστῶτι χαλκῷ ἀνδριάντι τῷ λεγομένῳ Κολονισίῳ τὸ μέσον τοῦ ἀντιφόρου· καὶ μεταγα 398 γόντες τὸ λείψανον, σύραντες ἔξω τῆς πόλεως Ἀντιοχείας ἔκαυσαν φρυγάνοις. ὁ δὲ βασιλεὺς Ἀναστάσιος διδαχθεὶς προεχειρίσατο κόμητα ἀνατολῆς Εἰρηναῖον τὸν Πενταδιαστήν, Ἀντιοχέα· καὶ ἐποίησεν ἐκδίκησιν καὶ φόβον ἐν τῇ πόλει. Ὁ δὲ αὐτὸς βασιλεὺς ἐκούφισε τὴν λειτουργίαν τοῦ λεγομένου χρυσαργύρου πᾶσαν διαιωνίζουσαν ἀπὸ θείου τύπου, ἥτις ἐστὶ μεγάλη καὶ φοβερὰ φιλοτιμία, ἀντεισάξας ταῖς θείαις λαργιτιῶσι πρόσοδον ἀντ' αὐτοῦ ἐκ τῶν ἰδίων αὐτοῦ. Ἔκτισε δὲ ὁ αὐτὸς βασιλεὺς ἐν Ἀντιοχείᾳ καὶ τὴν λεγομένην Ῥουφίνου καὶ κατὰ πόλιν τῆς Ῥωμανίας διάφορα κτίσματα. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας παρελήφθη Ἄμιδα, μητρόπολις ὀχυρὰ πάνυ τῆς Μεσοποταμίας, καὶ Θεοδοσιούπολις, πολέμῳ ληφθεῖσα ὑπὸ Κωάδου, βασιλέως Περσῶν, ἐπελθόντος τοῦ βασιλέως μετὰ δυνάμεως πολλῆς. ἔλαβε δὲ παραλήπτους ὁ αὐτὸς βασιλεὺς Περσῶν Κωνσταντῖνον, στρατηγὸν Ῥωμαίων δυνατόν, φυλάττοντα τὴν αὐτὴν Θεοδοσιούπολιν, καὶ ἄλλους δὲ πολλούς· οἵτινες καὶ ἐτελεύτησαν ἐν τοῖς Περσικοῖς μέρεσι. καὶ ἐπεστράτευσε κατὰ Περσῶν ὁ αὐτὸς