130
ὑπομονῆς. Ἀλλ' ἐπειδὴ καὶ οὗτοι ἐπίστευσαν, εἶτα ὠλιγοψύχησαν, δείκνυσιν ὅτι καὶ ἡ πίστις ἡ ἐκείνων εἰς πολὺ παρετείνετο· οἵα ἡ τοῦ Ἀβραὰμ, καίτοι τῶν πραγμάτων δοκούντων μάχεσθαι. Καὶ οὐκ ἐφοβήθησαν, φησὶ, τὸ διάταγμα τοῦ βασιλέως. Καίτοι γε ἐκεῖνο ἐνηργεῖτο· τοῦτο δὲ ἁπλῶς ψιλή τις ἦν προσδοκία. Καὶ τοῦτο μὲν τῶν γονέων ἦν· αὐτὸς δὲ ὁ Μωϋσῆς οὐδὲν εἰσήνεγκεν. Εἶτα πάλιν οἰκεῖον αὐτοῖς τὸ ὑπόδειγμα ἕτερον λέγει· μᾶλλον δὲ ἐκείνου μεῖζον. Ποῖον δὴ τοῦτο; Πίστει γὰρ, φησὶ, Μωϋσῆς γενόμενος μέγας, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραὼ, μᾶλλον, ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Ὡς ἂν εἰ ἔλεγε πρὸς αὐτοὺς, Οὐδεὶς ὑμῶν ἀφῆκε βασίλεια, καὶ βασίλεια λαμπρὰ, οὐ θησαυροὺς τοιούτους, οὐδὲ, ἐξὸν εἶναι βασιλέως υἱὸν, κατεφρόνησε τούτου, καθὼς ὁ Μωϋσῆς πεποίηκε. Καὶ ὅτι οὐχ 63.181 ἁπλῶς ἀφῆκεν, ἐδήλωσεν εἰπὼν, Ἠρνήσατο· τουτέστιν, ἐμίσησεν, ἀπεστράφη. Τοῦ γὰρ οὐρανοῦ προκειμένου, περιττὸν ἦν τὰ βασίλεια θαυμάζειν τὰ Αἰγύπτου. γʹ. Καὶ βλέπε τί θαυμαστῶς αὐτὸ τέθεικεν ὁ Παῦλος. Οὐκ εἶπε, Μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν οὐρανὸν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς· ἀλλὰ τί; Τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Τὸ γὰρ διὰ Χριστὸν ὀνειδίζεσθαι βέλτιον ἡγήσατο τοῦ ἀνίεσθαι· οὕτω καὶ τοῦτο αὐτὸ καθ' ἑαυτὸ μισθὸς ἦν. Μᾶλλον ἑλόμενος, φησὶ, συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ. Ὑμεῖς μὲν γὰρ ὑπὲρ ὑμῶν αὐτῶν πάσχετε, ἐκεῖνος δὲ ὑπὲρ ἄλλων εἵλετο· καὶ ἑκὼν ἑαυτὸν ἔῤῥιψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῷ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν. Ἢ πρόσκαιρον ἔχειν, φησὶ, ἁμαρτίας ἀπόλαυσιν. Ἁμαρτίαν εἶπε τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακουχεῖσθαι· τοῦτο ἁμαρτίαν, φησὶν, ἐνόμισεν. Εἰ τοίνυν ἐκεῖνος τὸ μὴ προθύμως συγκακουχηθῆναι τοῖς ἄλλοις, ἁμαρτίαν ἐνόμισε· μέγα ἄρα ἀγαθὸν ἡ κακουχία, ἐφ' ἢν ἀπὸ τῶν βασιλείων ἔῤῥιψεν ἑαυτόν. Ταῦτα δὲ ἐποίει, μεγάλα τινὰ προορῶν· διὸ καὶ οὕτως εἶπε· Πλοῦτον μείζονα ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Τί ἐστι, Τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ; Τουτέστι, τὸ ὀνειδίζεσθαι τοιαῦτα οἷα ὑμεῖς, τὸν ὀνειδισμὸν ὃν ὁ Χριστὸς ὑπέμεινεν· ἢ ὅτι διὰ τὸν Χριστὸν ὑπέμεινεν, ὅτε ὑπὲρ τῆς πέτρας ἐλοιδορεῖτο, ἐξ ἧς ὕδωρ ἐξήγαγεν. Ἡ δὲ πέτρα, φησὶν, ἦν ὁ Χριστός. Πῶς δέ ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ; Ὅτι καταπτύομεν τῶν πατρῴων ὀνειδιζόμεθα, ὅτι πάσχομεν κακῶς Θεῷ προσδραμόντες. Εἰκὸς δὲ ἦν κἀκεῖνον ὀνειδίζεσθαι, ὅτε ἤκουσε, Μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Τοῦτό ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ, τὸ μέχρι τέλους καὶ ἐσχάτης ἀναπνοῆς πάσχειν κακῶς, ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουεν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, ὑπὸ τούτων ὑπὲρ ὧν ἐσταυροῦτο, ὑπὸ τούτων τῶν συμφυλετῶν. Τοῦτό ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ, ὅταν τις παρὰ οἰκείων, ὅταν τις παρ' ὧν εὐεργετεῖ ὀνειδίζηται· καὶ γὰρ ἐκεῖνος παρὰ τοῦ εὐεργετηθέντος ταῦτα ἔπασχεν. Ἐνταῦθα αὐτοὺς ἀνέστησε, δεικνὺς ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἔπασχε, καὶ ὁ Μωϋσῆς, δύο πρόσωπα ἔνδοξα· ὥστε τοῦ Χριστοῦ μᾶλλόν ἐστιν οὗτος ὁ ὀνειδισμὸς ἢ τοῦ Μωϋσέως, ἐπειδὴ παρὰ τῶν ἰδίων τοιαῦτα ἔπαθεν. Ἀλλ' οὔτε ἐκεῖνος ἔπαθέ τι, οὔτε οὗτος κεραυνοὺς ἠφίει, ἀλλ' ὠνειδίζετο, καὶ ἔφερε πάντα, κινούντων ἐκείνων τὰς κεφαλάς. Ἐπεὶ οὖν εἰκὸς ἦν τοιαῦτα ἀκούειν καὶ αὐτοὺς, καὶ ἐπιθυμεῖν τὴν ἀνταπόδοσιν, λέγει ὅτι καὶ ὁ Χριστὸς καὶ ὁ Μωϋσῆς τοιαῦτα πεπόνθασιν. Ἄρα οὖν ἡ μὲν ἄνεσις, τῆς ἁμαρτίας ἐστὶ, τὸ δὲ ὀνειδίζεσθαι, τοῦ Χριστοῦ. Τί γὰρ βούλει; τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἢ τὴν ἄνεσιν; Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε. Τί λέγεις; ὅτι οὐκ ἐφοβήθη; Καὶ μὴν ἡ Γραφὴ τοῦτό φησιν, ὅτι ἀκούσας ἐφοβήθη, καὶ διὰ τοῦτο φυγῇ τὴν σωτηρίαν ἐπορίσατο καὶ ἀπέδρα καὶ ἐξέκλεψεν ἑαυτὸν, καὶ μετὰ ταῦτα περιδεὴς ἦν. Πρόσεχε μετὰ ἀκριβείας τῷ εἰρημένῳ τὸ, Μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως,