130
ἐν ἐλευθερίᾳ ὄντας ἄγεσθαι εἰς δουλικὴν τύχην; ὁ δὲ αὐτὸς βασιλεὺς ἕτερον ἐξέθετο θεῖον τύπον, ὥστε μηδένα δίχα σάκρας τινὰ τεκνοποιεῖσθαι, μήτε ἄῤῥεν μήτε θῆλυ, ἀλλὰ ἀπὸ θείας σάκρας, διὰ τὸ καὶ τὸ τεκνοποιούμενον ἔχειν δίκαιον υἱοῦ νομίμου καὶ θυγατρὸς εἰς τὸ καὶ ἐξ ἀδιαθέτου κληρονομεῖν τὴν οὐσίαν τοῦ τεκνοποιουμένου αὐτόν. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ τῆς αὐτοῦ βασιλείας οἱ δῆμοι Ἀλεξανδρείας τῆς μεγάλης ἐστασίασαν καὶ ἐφόνευσαν τὸν αὐγουστάλιον αὐτῶν Θεοδόσιον ὀνόματι, τὸν καταγόμενον ἀπὸ Ἀντιοχείας, τὸν υἱὸν Καλλιοπίου τοῦ πατρικίου, διὰ λεῖψιν ἐλαίου, ἔτους χρηματίζοντος κατὰ τοὺς Ἀντιοχεῖς φξδʹ, ἰνδικτιῶνος θʹ. 402 καὶ ἀγανακτήσας ὁ αὐτὸς βασιλεὺς πολλοὺς ἐτιμωρήσατο ἐξ αὐτῶν τῶν Ἀλεξανδρέων, ὡς τυραννήσαντας τὸν ἄρχοντα αὐτῶν. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτυράννησε Βιταλιανὸς ὁ Θρᾲξ διὰ πρόφασίν τινα, φησί, λέγων ὅτι διὰ τοὺς ἐξορισθέντας ἐπισκόπους. καὶ παρέλαβε τὴν Θρᾴκην καὶ Σκυθίαν καὶ Μυσίαν ἕως Ὀδησσοῦ καὶ Ἀγχιάλου, ἔχων μεθ' ἑαυτοῦ πλῆθος Οὕννων καὶ Βουλγάρων. καὶ ἔπεμψεν ὁ αὐτὸς βασιλεὺς Ὑπάτιον τὸν στρατηλάτην Θρᾴκης· καὶ παρετάξατο αὐτῷ, καὶ προδοθεὶς παρελήφθη ὑπὸ τοῦ αὐτοῦ Βιταλιανοῦ· καὶ δοθέντων χρημάτων πολλῶν ἀνεδόθη Ῥωμαίοις. καὶ διαδεχθέντος τοῦ αὐτοῦ Ὑπατίου, μετὰ τὴν ἐν Κωνσταντινουπόλει ἐπάνοδον αὐτοῦ προήχθη ἀντ' αὐτοῦ στρατηλάτης Θρᾴκης Κύριλλος Ἰλλυρικιανός. καὶ εὐθέως ἀπελθὼν παρετάξατο τῷ αὐτῷ Βιταλιανῷ· καὶ συνέκρουσαν, καὶ ἔπεσαν πολλοὶ ἐξ ἀμφοτέρων τῶν μερῶν· καὶ περιγενόμενος ὁ Κύριλλος εἰσῆλθεν ἐν Ὀδησσῷ τῇ πόλει, καὶ διῆγεν ἐκεῖ, Βιταλιανοῦ ἀναχωρήσαντος ἐκ τῶν μερῶν ἐκείνων. διὰ δόσεως δὲ χρημάτων ἐξηγόρασεν ὁ αὐτὸς Βιταλιανὸς τοὺς φυλάττοντας τῆς αὐτῆς Ὀδησσοῦ πόλεως τὰς πόρτας, πέμψας διά τινων συγγενῶν τῶν αὐτῶν πορταρίων χρήματα καί τινας ἐπαγγελίας. προδοσίας δὲ γενομένης, εἰσῆλθε νυκτὸς εἰς τὴν Ὄδησσον πόλιν ὁ αὐτὸς Βιταλιανός, καὶ παρέλαβε τὸν στρατηλάτην Θρᾴκης Κύριλλον καὶ ἀνεῖλεν αὐτόν. καὶ ἦλθε πραιδεύων πάλιν πᾶσαν 403 τὴν Θρᾴκην καὶ τὴν Εὐρώπην, ἕως οὗ ἦλθεν ἐν Σύκαις καὶ ἐπὶ τὸν ἀνάπλουν πέραν Κωνσταντινουπόλεως, βουλόμενος καὶ αὐτὴν Κωνσταντινούπολιν λαβεῖν. καὶ ἐκάθητο ἐν τῷ ἀνάπλῳ ἐπὶ τὸ λεγόμενον Σωσθένην ἐν τῷ εὐκτηρίῳ τοῦ ἀρχαγγέλου Μιχαήλ. ὁ δὲ βασιλεὺς Ἀναστάσιος πρῴην μὲν ἦν μεταστειλάμενος διὰ Μαρίνου τὸν φιλόσοφον Πρόκλον τὸν Ἀθηναῖον, ἄνδρα περιβόητον, καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἀναστάσιος, Τί ἔχω ποιῆσαι τῷ κυνὶ τούτῳ, ὅτι οὕτως ταράσσει με καὶ τὴν πολιτείαν, φιλόσοφε; ὁ δὲ Πρόκλος εἶπεν αὐτῷ, Μὴ ἀθυμήσεις, βασιλεῦ· φεύγει γὰρ καὶ ἀπέρχεται, ἢ μόνον πέμψεις κατ' αὐτοῦ τινας. καὶ εὐθέως ὁ βασιλεὺς Ἀναστάσιος εἶπε Μαρίνῳ τῷ Σύρῳ τῷ ἀπὸ ἐπάρχων, ἑστῶτι πλησίον ὅτε διελέγετο ὁ βασιλεὺς τῷ φιλοσόφῳ Πρόκλῳ, ὁπλίσασθαι κατὰ τοῦ αὐτοῦ Βιταλιανοῦ, ὄντι εἰς τὸ πέραν Κωνσταντινουπόλεως. καὶ λέγει Πρόκλος ὁ φιλόσοφος ἔμπροσθεν τοῦ βασιλέως Μαρίνῳ τῷ Σύρῳ, Ὃ δίδωμί σοι λάβε, καὶ ἔξελθε κατὰ τοῦ αὐτοῦ Βιταλιανοῦ. καὶ ἐκέλευσεν ὁ αὐτὸς φιλόσοφος ἐνεχθῆναι τὸ λεγόμενον θεῖον ἄπυρον πολύ, εἰπὼν τριβῆναι αὐτὸ ὡς εἰς μῖγμα λεπτόν, καὶ δέδωκε τῷ αὐτῷ Μαρίνῳ, εἰρηκὼς αὐτῷ ὅτι Ὅπου ῥίψεις ἐξ αὐτοῦ εἴτε εἰς οἶκον εἴτε ἐν πλοίῳ μετὰ τὸ ἀνατεῖλαι τὸν ἥλιον, εὐθέως ἅπτεται ὁ οἶκος ἢ τὸ πλοῖον καὶ ὑπὸ πυρὸς ἀναλίσκεται. ὁ δὲ Μαρῖνος παρεκάλεσε τὸν βασιλέα ἵνα ἕνα τῶν στρατηλατῶν αὐτοῦ πέμψῃ λαμβάνοντα τὸ βοήθημα· καὶ εὐθέως μετε 404 στείλατο ὁ βασιλεὺς Πατρίκιον τὸν Φρύγα, τὸν στρατηλάτην, καὶ Ἰωάννην τὸν Βαλεριανῆς, καὶ εἶπεν αὐτοῖς ὁπλίσασθαι κατὰ τοῦ αὐτοῦ Βιταλιανοῦ εἰς τὸ πέραν, λαμβάνοντας πλοῖα δρομώνων καὶ στρατιώτας. καὶ ἔπεσαν ἐπὶ τοὺς πόδας τοῦ βασιλέως, λέγοντες ὅτι Καὶ αὐτοῦ καὶ τοῦ