1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

132

δόξαν, πολλαχόθεν δῆλον. Μάλιστα μὲν γὰρ καὶ πρῶτον καὶ ἐξ αὐτοῦ τοῦ φιλεῖσθαι παρὰ τοῦ Θεοῦ, τοῦτο δῆλον· οὐ γὰρ ἂν αὐτὸν σφετεριζόμενον τοῦ Θεοῦ τὴν τιμὴν εἴα ζῆσαι, οὐ λέγω εὐδοκιμῆσαι· δεύτερον, ὅτι καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἔλεγε, Καὶ ἐμοὶ, βασιλεῦ, οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ ἀπεκαλύφθη τὸ μυστήριον τοῦτο· καὶ τρίτον πάλιν, ὅτι ἐν λάκκῳ ἦν διὰ τὸν Θεόν· καὶ ἐπειδὴ τροφὴν αὐτῷ ἐκόμισεν ὁ προφήτης, φησὶν, Ἐμνήσθη γάρ μου ὁ Θεός· οὕτως ἦν ταπεινὸς καὶ συντετριμμένος. Ἐν λάκκῳ ἦν διὰ τὸν Θεὸν, καὶ ἀνάξιον ἑαυτὸν ἡγεῖτο τῆς μνήμης καὶ τοῦ ἀκουσθῆναι. Ἡμεῖς δὲ μυρία τολμῶντες μιαρὰ, καὶ πάντων ὄντες μιαρώτεροι, ἐὰν μὴ ἐκ πρώτης εὐχῆς ἀκουσθῶμεν, ἀναχωροῦμεν. Ὄντως πολὺ τὸ μέσον ἐκείνων καὶ ἡμῶν, ὅσον τοῦ οὐρανοῦ πρὸς τὴν γῆν, καὶ εἴ τι πλέον. Τί λέγει; μετὰ τοσαῦτα κατορθώματα, μετὰ τὸ ἐν λάκκῳ γενόμενον θαῦμα, οὕτω σεαυτὸν ταπεινὸν ἡγῇ; Ναὶ, φησίν· ὅσα γὰρ ἂν ἐργασώμεθα, ἀχρεῖοι δοῦλοί ἐσμεν. Οὕτω προλαβὼν, τὸ εὐαγγελικὸν παράγγελμα ἐπλήρου, καὶ οὐδὲν ἡγεῖτο ἑαυτόν. Ἐμνήσθη γάρ μου ὁ Θεὸς, ἔλεγε. Καὶ ἡ εὐχὴ αὐτοῦ ὅρα πάλιν ὅσης ταπεινοφροσύνης γέμει. Οὕτω καὶ οἱ τρεῖς παῖδες ἔλεγον· Ἡμάρτομεν, ἠνομήσαμεν· καὶ πανταχοῦ τὸ ταπεινὸν ἑαυτῶν δεικνύουσι. Καίτοι γε εἶχεν ὁ ∆ανιὴλ μυρίας ἀφορμὰς τοῦ ἐπαίρεσθαι, ἀλλ' ᾔδει ὅτι καὶ ταῦτα αὐτῷ ὑπῆρχεν ἀπὸ τοῦ μὴ ἐπαίρεσθαι, καὶ οὐ διέφθειρε τὸν θησαυρόν. Παρὰ πάντας γὰρ ἀνθρώπους καὶ ἐν τῇ οἰκουμένῃ πάσῃ οὐκ ἐπὶ τούτοις ᾔδετε μόνον, ὅτι ῥίψας ἑαυτὸν εἰς πρόσωπον ὁ βασιλεὺς ἔσπεισεν αὐτῷ, ἀλλ' ὅτι καὶ θεὸν ἐνόμισεν αὐτὸν ὁ πανταχοῦ τῆς γῆς ὡς θεὸς τιμώμενος· πάσης γὰρ αὐτὸς ἐκράτει· καὶ δῆλον ἀπὸ τοῦ Ἱερεμίου· Ὁ ἀναβαλλόμενος γὰρ, φησὶ, τὴν γῆν, ὡς ἱμάτιον· καὶ πάλιν, Ἐγὼ ἔδωκα αὐτὴν Ναβουχοδονόσορ τῷ δούλῳ μου. Καὶ ἐξ ὧν ἐπιστέλλει δῆλον τοῦτο πάλιν, ὅτι οὐκ ἐκεῖ μόνον ἐθαυμάζετο, ἔνθα ἦν, ἀλλὰ καὶ πανταχοῦ, καὶ μείζων ἦν ἀκουόμενος ἢ εἰ παρόντα εἶδον αὐτὸν τὰ λοιπὰ ἔθνη, ὁπότε καὶ διὰ γραμμάτων ὡμολόγησε τὴν δουλείαν καὶ τὸ θαῦμα. Ἀλλ' ὅμως καὶ ἐπὶ σοφίᾳ πάλιν ἐθαυμάζετο· Μὴ σοφώτερος γὰρ εἶ, φησὶ, σὺ τοῦ ∆ανιήλ; Καὶ μετὰ ταῦτα πάντα οὕτως ἦν ταπεινὸς, ὡς μυριάκις διὰ τὸν ∆εσπότην ἀποθανεῖν. 63.184 εʹ. Τί δήποτ' οὖν οὕτω ταπεινὸς ὢν, οὐ διεκρούσατο οὔτε τὴν προσκύνησιν τὴν παρὰ τοῦ βασιλέως, οὔτε τὰς σπονδάς; Τοῦτο οὐκ ἐρῶ· ἀρκεῖ γάρ μοι τὸ ζήτημα μόνον εἰπεῖν· τὸ δὲ λοιπὸν ὑμῖν ἀφίημι, ἵνα κἂν οὕτω διαναστήσω ὑμῶν τὴν διάνοιαν. Ἐκεῖνο μέντοι παρεγγυῶ, πάντα διὰ τὸν τοῦ Θεοῦ φόβον αἱρεῖσθαι, ὑποδείγματα τοιαῦτα ἔχοντας· καὶ ὅτι ὄντως καὶ τῶν ἐνταῦθα ἐπιτευξόμεθα, ἐὰν τῶν μελλόντων γνησίως ἀντιλαβώμεθα. Ὅτι γὰρ οὐκ ἀπονοίᾳ τοῦτο ἐποίησε, δῆλον ἀπὸ τοῦ εἰπεῖν, Τὰ δόματά σου σοὶ ἔστω. Καὶ γὰρ καὶ τοῦτο πάλιν ἕτερον ζήτημα, πῶς τῷ λόγῳ διακρουόμενος, διὰ τῶν ἔργων ἐδέξατο τὴν τιμὴν, καὶ ἐφόρεσε τὸν μανιάκην. Καὶ ὁ μὲν Ἡρώδης ἀκούσας, Φωνὴ Θεοῦ, καὶ οὐκ ἀνθρώπου, ἐπειδὴ μὴ ἔδωκε δόξαν τῷ Θεῷ, διεῤῥάγη, καὶ ἐξεχύθη τὰ σπλάγχνα αὐτοῦ· οὗτος δὲ καὶ Θεοῦ τιμὴν προσήκατο, οὐχὶ ῥήματα μόνον. Ἐνταῦθα ἀναγκαῖον εἰπεῖν τί δὴ τοῦτό ἐστιν. Ὅτι ἐκεῖθεν μὲν εἰς εἰδωλολατρείαν ἐξέπιπτον οἱ ἄνθρωποι μείζονα, ἐντεῦθεν δὲ οὐκέτι. Πῶς; Τὸ γὰρ νομισθῆναι τοῦτον τοιοῦτον, τιμὴ εἰς τὸν Θεὸν ἦν· διὰ γὰρ τοῦτο προλαβὼν εἶπε· Καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ ἀπεκαλύφθη. Ἄλλως δὲ, οὐδὲ φαίνεται προσιέμενος τὰς σπονδάς· εἶπε μὲν γὰρ, φησὶν, ὅτι χρὴ σπεῖσαι, οὔπω δὲ δῆλον ἐγένετο, ὅτι καὶ τὸ ἔργον παρηκολούθησεν. Ἐκεῖ δὲ ἤνεγκαν ὥστε τοὺς ταύρους καταθῦσαι· καὶ ἐκάλουν τὸν μὲν ∆ία, τὸν δὲ Ἑρμῆν. Τὸν μὲν οὖν μανιάκην προσήκατο, ἵνα δῆλον ἑαυτὸν ποιήσῃ· τὴν μέντοι σπονδὴν διὰ τί μὴ φαίνεται διακρουόμενος; καὶ γὰρ ἐκεῖ οὐκ ἐποίησαν, ἀλλ' ἐπεχείρησαν, καὶ ἐκώλυσαν οἱ ἀπόστολοι· ὥστε καὶ ἐνταῦθα ἔδει εὐθέως διακρούσασθαι· καὶ ἐκεῖ μὲν δῆμος ὁλόκληρος ἦν, ἐνταῦθα δὲ τύραννος. Τί οὖν αὐτὸν οὐκ ἀπήγαγε, προλαβὼν εἶπον, ὅτι οὐχ ὡς θεῷ ἔσπενδεν ἐπὶ ἀνατροπῇ τοῦ σεβάσματος, ἀλλ' ἐπὶ μείζονι θαύματι.