132
ἐγένετο δημοτικὴ ἐπανάστασις πε 407 ρὶ τοῦ χριστιανικοῦ δόγματος παρὰ τῶν Βυζαντίων ἐν Κωνσταντινουπόλει, ὡς βουληθέντος τοῦ αὐτοῦ βασιλέως προσθεῖναι εἰς τὸ Τρισάγιος τὸ «ὁ σταυρωθεὶς δι' ἡμᾶς, ἐλέησον ἡμᾶς», καθὼς ἐν ταῖς ἀνατολικαῖς πόλεσι λέγουσι. καὶ συναθροισθὲν τὸ πλῆθος τῆς πόλεως ἐστασίασαν δυνατῶς, ὥς τινος παραξένου προστιθεμένου τῇ πίστει τῶν χριστιανῶν. καὶ θρύλος ἐγένετο ἐν τῷ παλατίῳ, ὥστε τὸν ἔπαρχον τῆς πόλεως Πλάτωνα εἰσδραμόντα φυγεῖν καὶ ἀποκρυβῆναι τὴν τοῦ δήμου ὀργήν. ἔκραζον γὰρ στασιάζοντες, Ἄλλον βασιλέα τῇ Ῥωμανίᾳ, καὶ ἀπελθόντες εἰς τὰ Μαρίνου τοῦ Σύρου τοῦ ἀπὸ ἐπάρχων ἔκαυσαν τὸν οἶκον αὐτοῦ καὶ ἐπραίδευσαν τὰ αὐτοῦ πάντα· αὐτὸν γὰρ οὐχ εὗρον. ἀκούσας γὰρ ὅτι εἰς τὸν αὐτοῦ τὸ πολὺ πλῆθος τοῦ δήμου ἔρχεται, ἔφυγεν· ἔλεγον γὰρ ὅτι ὡς ἀνατολικὸς αὐτὸς τῷ βασιλεῖ ὑπέβαλε λέγεσθαι τοῦτο. καὶ πραιδεύσαντες τὰ αὐτοῦ δημόσια τὸν ἄργυρον αὐτοῦ εἰς ἀξίνας ἔκοπτον καὶ ἐμερίζοντο. εὗρον δὲ εἰς τὸν οἶκον αὐτοῦ μονάζοντα ἀνατολικόν, καὶ τοῦτον συλλαβόντες ἐφόνευσαν, καὶ τὴν κεφαλὴν αὐτοῦ εἰς κοντὸν βαστάζοντες ἔκραζον, Οὗτός ἐστιν ὁ ἐπίβουλος τῆς τριάδος. καὶ ἐλθόντες εἰς τὰ Ἰουλιανῆς τῆς ἐπιφανεστάτης πατρικίας ἔκραζον διὰ τὸν ἄνδρα αὐτῆς Ἀρεόβινδον βασιλέα τῇ Ῥωμανίᾳ· καὶ ἔφυγεν Ἀρεόβινδος ἐν περάματι κρυβείς. καὶ ἀνελθὼν ὁ αὐτὸς βασιλεὺς Ἀναστάσιος ἐν τῷ ἱπποδρομίῳ εἰς 408 τὸ κάθισμα δίχα διαδήματος· καὶ τοῦτο γνοὺς ὁ δῆμος εἰσῆλθεν ἐν τῷ Ἱππικῷ· καὶ διὰ θείας προσφωνήσεως αὐτοῦ μετεχειρίσατο τὰ πλήθη τῆς πόλεως, παραγγείλας αὐτοῖς μὴ ὡς ἔτυχε φονεύειν ἢ ἐπέρχεσθαί τισι· καὶ ἡσύχασεν ἅπαν τὸ πλῆθος, αἰτήσαντες αὐτὸν φορέσαι τὸ στέμμα. καὶ ἐξότε ἡσύχασαν καὶ ἀνεχώρησαν τοῦ συναθροίζεσθαι, ἐκέλευσε κατοχὴν γενέσθαι· καὶ πολλῶν κρατηθέντων, τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ ἐρευμάτισε διὰ τοῦ ἐπάρχου τῆς πόλεως. ταῦτα δὲ ἔπασχον ἐπὶ πολλὰς ἡμέρας, καὶ πλήθους ἀπείρου φονευθέντος εὐταξία ἐγένετο μεγάλη καὶ φόβος οὐκ ὀλίγος ἐν Κωνσταντινουπόλει καὶ ἐν ἑκάστῃ πόλει τῆς Ῥωμανίας. Μετὰ δὲ ὀλίγον καιρὸν εἶδεν ἐν ὁράματι ὁ αὐτὸς βασιλεὺς Ἀναστάσιος ὅτι ἔστη ἐναντίον αὐτοῦ ἀνήρ τις τέλειος, εὐσχήμων, βαστάζων κώδικα γεγραμμένον, καὶ ἀναγινώσκων καὶ ἀναπτύξας τοῦ κώδικος φύλλα πέντε καὶ ἀναγνοὺς τὸ τοῦ βασιλέως ὄνομα εἶπεν αὐτῷ, Ἴδε, διὰ τὴν ἀπληστίαν σου ἀπαλείφω δεκατέσσαρα· καὶ τῷ ἰδίῳ δακτύλῳ αὐτοῦ ἀπήλειψε, φησί. καὶ διυπνίσθη ταραχθεὶς ὁ αὐτὸς Ἀναστάσιος βασιλεύς, καὶ προσκαλεσάμενος Ἀμάντιον τὸν κουβικουλάριον καὶ πραιπόσιτον διηγήσατο αὐτῷ τὴν τοῦ ὁράματος ὀπτασίαν. ὅστις 409 Ἀμάντιος εἶπεν αὐτῷ, Εἰς τὸν αἰῶνα ζῆθι, βασιλεῦ· ἐνύπνιον γὰρ εἶδον κἀγὼ ἐν ταύτῃ τῇ νυκτὶ ὅτι ὡς ἑστηκὼς κἀγὼ ἐναντίον τοῦ ὑμετέρου κράτους ὄπισθέν μου ἐλθὼν χοῖρος, ὥσπερ σύαγρος μέγας, καὶ δραξάμενος τῷ στόματι τὴν ἀρχὴν τῆς χλαμύδος καὶ τινάξας κατήγαγέ με εἰς τὸ ἔδαφος τῆς γῆς, καὶ ἀνήλωσέ με κατεσθίων καὶ καταπατῶν. καὶ προσκαλεσάμενος ὁ βασιλεὺς Πρόκλον τὸν Ἀσιανὸν φιλόσοφον, τὸν ὀνειροκρίτην, ὄντα πάνυ ἐπιτήδειον, εἶπεν αὐτῷ τὸ ὅραμα, ὁμοίως δὲ καὶ Ἀμάντιος· ὁ δὲ ἐσαφήνισεν αὐτοῖς τὴν τοῦ ὁράματος δύναμιν καὶ ὅτι μετὰ χρόνον τελειοῦνται. Ὁ δὲ αὐτὸς βασιλεὺς Ἀναστάσιος μετὰ τὰς πρώτας αὐτοῦ δωρεὰς πάλιν ἄλλας κατέπεμψε πᾶσι τοῖς ὑποτελέσι τῆς αὐτοῦ πολιτείας. ἔκτισε δὲ καὶ εἰς ἑκάστην πόλιν τῆς Ῥωμανίας διάφορα κτίσματα καὶ τείχη καὶ ἀγωγούς, καὶ λιμένας ἀνακαθάρας καὶ δημόσια λουτρὰ ἐκ θεμελίων οἰκοδομήσας, καὶ ἄλλα πολλὰ ἐν ἑκάστῃ παρέσχε πόλει. Καὶ μετ' ὀλίγον χρόνον ἀῤῥωστήσας ἀνέκειτο, καὶ ἀστραπῆς καὶ βροντῆς γενομένης μεγάλης πάνυ, θροηθεὶς ὁ αὐτὸς βασιλεὺς Ἀναστάσιος ἀπέδωκε τὸ πνεῦμα, ὢν ἐνιαυτῶν ἐνενήκοντα καὶ μηνῶν πέντε.