133
ΛΟΓΟΣ ΙΖʹ ΧΡΟΝΩΝ ΙΟΥΣΤΙΝΟΥ ΒΑΣΙΛΕΩΣ. Μετὰ δὲ τὴν βασιλείαν Ἀναστασίου ἐβασίλευσεν ὁ θειότατος Ἰουστῖνος, ἀπὸ Βεδεριάνας ὢν Θρᾴξ, ἐπὶ τῆς ὑπατείας Μάγνου, μηνὶ ἰουλίῳ θʹ, ἰνδικτιῶνι ἑνδεκάτῃ· ὅντινα ὁ στρατὸς τῶν φυλαττόντων τὸ παλάτιον κελεύσει θεοῦ ἐξκουβιτόρων ἅμα τῷ δήμῳ στέψαντες ἐποίησαν βασιλέα· ἦν γὰρ κόμης ἐξκουβιτόρων. ἐβασίλευσε δὲ ἔτη θʹ καὶ ἡμέρας εἰκοσιδύο. τῇ δὲ ἡλικίᾳ ἦν διμοιριαῖος, εὔστηθος, οὖλος, ὁλοπόλιος, εὔρινος, ὑπόπυῤῥος, εὔμορφος, ἐν πολέμοις κοπωθείς, φιλότιμος, ἀγράμματος δέ. ἢ μόνον δὲ ἐβασίλευσεν, ἀνεῖλεν Ἀμάντιον τὸν πραιπόσιτον αὐτοῦ καὶ Ἀνδρέαν τὸν κουβικουλάριον αὐτοῦ τὸν Λαυσιακὸν καὶ Θεόκριτον τὸν κόμητα τὸν τοῦ αὐτοῦ Ἀμαντίου δομέστικον· ὅντινα ἐβουλεύετο ποιῆσαι βασιλέα ὁ αὐτὸς Ἀμάντιος, δοὺς τῷ αὐτῷ Ἰουστίνῳ χρήματα ῥογεῦσαι, ἵνα γένηται Θεόκριτος βασιλεύς· 411 καὶ ἐῤῥόγευσεν. ὁ στρατὸς οὖν καὶ ὁ δῆμος λαβὼν οὐχ εἵλατο Θεόκριτον ποιῆσαι βασιλέα, ἀλλὰ θελήσει θεοῦ ἐποίησαν Ἰουστῖνον βασιλέα. μετὰ δὲ τὸ βασιλεῦσαι αὐτὸν τοὺς βουληθέντας ἐπιβουλεῦσαι τῇ αὐτοῦ βασιλείᾳ ἐφόνευσεν ἔσω ἐν τῷ παλατίῳ. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀνεκαλέσατο τὸν πατρίκιον Ἀππίωνα καὶ ∆ιογενιανὸν καὶ Φιλόξενον, ὄντας συγκλητικούς, ἐν ἐξορίᾳ πεμφθέντας παρὰ τοῦ πρὸ αὐτοῦ βασιλέως· καὶ ἐποίησεν Ἀππίωνα ἔπαρχον πραιτωρίων καὶ ∆ιογενιανὸν στρατηλάτην ἀνατολῆς, καὶ Φιλόξενον δὲ μετὰ χρόνον ἐποίησεν ὕπατον. Ἐν δὲ τῇ ἀρχῇ τῆς αὐτοῦ βασιλείας ἀνῆλθεν ἐν τῇ ἀνατολῇ φοβερὸς ἀστήρ, ὀνόματι κομήτης, ὃς εἶχεν ἀκτῖνα πέμπουσαν ἐπὶ τὰ κάτω, ὃν ἔλεγον εἶναι πωγωνίαν· καὶ ἐφοβοῦντο. Ὁ δὲ αὐτὸς βασιλεὺς εὐθέως προετρέψατο καὶ Βιταλιανὸν τὸν τυραννήσαντα Ἀναστασίῳ τῷ βασιλεῖ καὶ τῇ πολιτείᾳ, καὶ ἐποίησεν αὐτὸν στρατηλάτην πραισέντου. Τῷ δὲ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἔφυγε Σέβηρος ὁ πατριάρχης Ἀντιοχείας εἰς Αἴγυπτον, φοβηθεὶς Βιταλιανόν· καὶ ἐγένετο ἀντ' αὐτοῦ Παῦλος πατριάρχης ὁ ἀπὸ ξενοδόχων τῶν Εὐβούλου. ὅστις τοὺς τῆς συνόδου Χαλκηδόνος ἑξακοσίους τριάκοντα ἐπισκόπους ἐνέταξε τοῖς διπτύχοις τῶν ἐκκλησιῶν ἑκάστης πόλεως· καὶ διὰ τοῦτο ἐγένετο σχίσμα μέγα, καὶ οὐκ ἐκοι 412 νώνουν αὐτῷ πολλοί, λέγοντες ὅτι οἱ τῆς συνόδου ἀκολουθοῦντες τὰ Νεστορίου φρονοῦσιν. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας τὰ ἱπποδρόμια παρεσχέθη τοῖς Σελευκέσι καὶ Ἰσαύροις. καὶ ἐν αὐτῷ τῷ χρόνῳ ἀνεφάνη γυνή τις ἐκ τῆς χώρας τῆς Κιλικίας γιγαντογενὴς ὑπάρχουσα τὴν ἡλικίαν, εἰς μῆκός τε καὶ πλάτος ἄνθρωπον ὑπερτέλειον πῆχυν ἕνα· ἥτις προσαιτοῦσα περιῆλθε πᾶσαν τὴν Ῥωμαίων πολιτείαν· εὑρέθη δὲ ἡ αὐτὴ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ· ἥτις ἐκομίζετο ἀπὸ ἑκάστου ἐργαστηρίου φόλλιν μίαν. Ὁ δὲ αὐτὸς Ἰουστῖνος βασιλεὺς ἐδισιγνάτευσεν ὕπατον στρατηλάτην πραισέντου Βιταλιανόν, ὅστις προῆλθεν ὕπατος Ῥωμαίων· καὶ ἐν τῷ ὑπατεύειν αὐτὸν μετὰ τὴν πρώτην αὐτοῦ μάππαν ἐσφάγη ὁ αὐτὸς Βιταλιανὸς ἐν τῷ παλατίῳ, ὡς τυραννήσας Ῥωμαίους καὶ πολλὰς πόλεις καὶ χώρας τῆς Ῥωμανίας πραιδεύσας. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας Ζτάθιος ὁ τῶν Λαζῶν βασιλεὺς μηνιάσας καὶ ἀναχωρήσας ἀπὸ τῶν Περσικῶν μερῶν βασιλεύοντος Περσῶν Κωάδου καὶ φίλου ὄντος τοῦ αὐτοῦ Ζταθίου, βασιλέως Λαζῶν, ὡς ἅπαξ ὑποκειμένου τῇ βασιλείᾳ τοῦ αὐτοῦ Κωάδου· διὸ καὶ εἰ συνέβη τινὰ τελευτῆσαι τῶν βασιλέων Λαζῶν, ὑπὸ τοῦ Περσῶν βασιλέως προεχειρίζετο καὶ ἐστέφε 413 το, ἐκ τοῦ γένους μέντοι τῶν αὐτῶν Λαζῶν· ὁ δὲ αὐτὸς βασιλεὺς Λαζῶν φυγὼν τὸ τῶν Ἑλλήνων δόγμα διὰ τὸ μὴ προχειρισθέντα αὐτὸν