1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

134

ἀπὸ Κωάδου, βασιλέως Περσῶν, ποιῆσαι καὶ θυσίας καὶ πάντα τὰ ἤθη τὰ Περσικά, ἢ μόνον ἐτελεύτησεν ὁ αὐτοῦ πατὴρ ∆αμνάζης, εὐθέως ἀνῆλθε πρὸς τὸν βασιλέα Ἰουστῖνον ἐν τῷ Βυζαντίῳ, καὶ αὑτὸν ἐκδοὺς παρεκάλεσεν αὐτὸν ἀναγορευθῆναι βασιλέα Λαζῶν. καὶ δεχθεὶς παρὰ τοῦ βασιλέως ἐφωτίσθη, καὶ χριστιανὸς γενόμενος ἠγάγετο γυναῖκα Ῥωμαίαν, τὴν ἐκγόνην Νόμου τοῦ πατρικίου, ὀνόματι Οὐαλεριανήν. καὶ ἔλαβεν αὐτὴν μεθ' ἑαυτοῦ εἰς τὴν ἰδίαν αὑτοῦ χώραν, στεφθεὶς παρὰ Ἰουστίνου, βασιλέως Ῥωμαίων, καὶ φορέσας στεφάνιον Ῥωμαϊκὸν βασιλικὸν καὶ χλαμύδα ἄσπρον ὁλοσήρικον, ἔχον ἀντὶ πορφυροῦ ταβλίου χρυσοῦν βασιλικὸν ταβλίον, ἐν ᾧ ὑπῆρχεν ἐν μέσῳ στηθάριον ἀληθινόν, ἔχοντα τὸν χαρακτῆρα τοῦ αὐτοῦ βασιλέως Ἰουστίνου, καὶ στιχάριον δὲ ἄσπρον παραγαύδιον, καὶ αὐτὸ ἔχον χρυσᾶ πλουμία βασιλικά, ὡσαύτως ἔχοντα τὸν χαρακτῆρα τοῦ αὐτοῦ βασιλέως· τὰ γὰρ ζταγγία, ἃ ἐφόρει, ἦν ἀγαγὼν ἀπὸ τῆς ἰδίας αὐτοῦ χώρας, ἔχοντα μαργαρίτας Περσικῷ σχήματι· ὁμοίως δὲ καὶ ἡ ζώνη αὐτοῦ ὑπῆρχε διὰ μαργαριτῶν. καὶ ἄλλα δὲ ἔλαβε δῶρα πολλὰ παρὰ τοῦ αὐτοῦ βασιλέως Ἰουστίνου καὶ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ Οὐαλεριανή. Καὶ γνοὺς τοῦτο Κωάδης ὁ βασιλεὺς Περσῶν ἐδήλωσε τῷ 414 βασιλεῖ Ἰουστίνῳ διὰ πρεσβευτοῦ ταῦτα, ὅτι Φιλίας καὶ εἰρήνης ἀναμεταξὺ ἡμῶν λαλουμένης καὶ γινομένης τὰ ἐχθρῶν πράττεις. ἰδοὺ γὰρ τὸν ὑποκείμενόν μοι βασιλέα Λαζῶν αὐτὸς προεχειρίσω, μὴ ὄντα ὑπὸ τὴν Ῥωμαίων διοίκησιν, ἀλλ' ὑπὸ τὴν Περσῶν πολιτείαν ἐξ αἰῶνος. καὶ πρὸς ταῦτα ἀντεδήλωσεν ὁ βασιλεὺς Ῥωμαίων Ἰουστῖνος διὰ πρεσβευτοῦ, Ἡμεῖς τινα τῶν ὑποκειμένων τῇ ὑμετέρᾳ βασιλείᾳ οὔτε προσελαβόμεθα οὔτε προετρεψάμεθα, ἀλλ' ἐλθὼν πρὸς ἡμᾶς τις ὀνόματι Ζτάθιος εἰς τὰ ἡμέτερα βασίλεια ἐδεήθη προσπίπτων ἡμῖν ῥυσθῆναι τοῦ Ἑλληνικοῦ δόγματος καὶ θυσιῶν ἀσεβῶν καὶ δαιμόνων πλάνης καὶ γενέσθαι χριστιανός, ἀξιούμενος τῆς δυνάμεως τοῦ αἰωνίου θεοῦ καὶ δημιουργοῦ τῶν ἁπάντων. καὶ κωλῦσαι τὸν βουλόμενον εἰς βελτίονα τάξιν ἐλθεῖν καὶ γνῶναι θεὸν ἀληθινὸν ἡμεῖς προτρεπόμεθα ὥστε χριστιανὸν αὐτὸν γενόμενον καὶ ἀξιωθέντα τῶν ἐπουρανίων μυστηρίων εἰς τὴν ἰδίαν ἀπελύσαμεν χώραν. καὶ ἐγένετο ἐκ τούτου ἔχθρα μεταξὺ Ῥωμαίων καὶ Περσῶν. Καὶ προετρέψατο ὁ βασιλεὺς Περσῶν ἐν τῷ αὐτῷ χρόνῳ ῥῆγα τῶν Οὕννων ὀνόματι Ζιλγιβί· περὶ οὗ ἀκούσας Ἰουστῖνος ὁ βασιλεύς, ὅτι πρῴην μὲν αὐτὸς ἦν προτρεψάμενος αὐτὸν πρὸς βοήθειαν Ῥωμαίων· πέμψας γὰρ ἦν αὐτῷ καὶ δῶρα πολλὰ καὶ σύνταξιν παρ' αὐτοῦ λαβὼν μεθ' ὅρκου, ἀκούσας ὅτι προσεῤῥύη τῷ βασιλεῖ Περσῶν, ἐλυπήθη σφόδρα. ὁ δὲ αὐτὸς 415 Οὗννος, προτραπεὶς ὑπὸ Κωάδου βασιλέως Περσῶν ἦλθε κατὰ Ῥωμαίων μετὰ εἴκοσι χιλιάδων, ὀφείλων πολεμῆσαι Ῥωμαίοις. ὁ δὲ θειότατος Ἰουστῖνος ἐδήλωσε διὰ πρεσβευτοῦ τῷ βασιλεῖ Κωάδῃ μετὰ φιλικῆς αὐτοῦ ἀποκρίσεως ἕνεκεν εἰρήνης, ὡς ἐπ' ἄλλῳ τινὶ γράψας, φησί, τὴν τοῦ αὐτοῦ Ζιλγιβὶ ῥηγὸς παραβασίαν καὶ ἐπιορκίαν, καὶ ὅτι παρὰ Ῥωμαίων ἐκομίσατο χρήματα κατὰ Περσῶν, ὀφείλων αὐτοὺς προδοῦναι καὶ τῷ καιρῷ τῆς συμβολῆς ὑπὲρ Ῥωμαίων συμμαχεῖν, καὶ ὅτι δεῖ ἡμᾶς ἀδελφοὺς ὄντας εἰς φιλίαν λαλεῖν καὶ μὴ ὑπὸ τῶν κυνῶν τούτων παίζεσθαι. καὶ ἐπιγνοὺς ταῦτα ὁ βασιλεὺς Περσῶν, ἐπηρώτησε τὸν Ζιλγιβίν, εἰρηκὼς ὅτι ∆ῶρα ἔλαβες παρὰ Ῥωμαίων προτραπεὶς κατὰ Περσῶν; καὶ εἶπεν ὁ Ζιλγιβὶς τὸ ἀληθὲς καὶ ὡμολόγησε. καὶ ὠργίσθη ὁ βασιλεὺς Περσῶν Κωάδης, καὶ ἐφόνευσεν αὐτόν, ὑπονοήσας ὅτι δόλῳ ἦλθε πρὸς αὐτόν, καὶ πολλοὺς τοῦ ὄχλου αὐτοῦ νυκτὸς ἀνεῖλε, πέμψας κατ' αὐτῶν πλῆθος πολύ, ἀγνοούντων ὅτι ἀπὸ τοῦ βασιλέως Περσῶν ἐπέμφθη κατ' αὐτῶν τὸ πλῆθος, ἀλλὰ ὡς ἀπὸ ἄλλης χώρας, φησίν, ἐπελθόντων τοῖς Οὕννοις καὶ τῷ ῥηγὶ αὐτῶν· οἱ δὲ λοιποὶ τῶν Οὕννων οἱ περισωθέντες ἔφυγον. καὶ ἔδοξε λοιπὸν ὁ βασιλεὺς Κωάδης λαλεῖν περὶ πάκτων εἰρήνης, δηλώσας διὰ Λαβροΐου