140
ἐντυποῦμεν τῇ διανοίᾳ τὴν τέχνην, διὰ τῆς ὀπτικῆς κανόνας τινὰς λαμβάνοντες· οὕτω δὴ καὶ ἐνταῦθα, εἰ βουλοίμεθα τρέχειν, καὶ μαθεῖν καλῶς τρέχειν, πρὸς τὸν Χριστὸν ὁρῶμεν, τὸν ἀρχηγὸν τῆς πίστεως καὶ τελειωτὴν Ἰησοῦν. Τί ἐστι τοῦτο; Τουτέστιν, αὐτὸς ἐν ἡμῖν τὴν πίστιν ἐνέθηκεν, αὐτὸς τὴν ἀρχὴν δέδωκεν. Ὃ καὶ πρὸς τοὺς μαθητὰς ὁ Χριστὸς εἶπεν· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς. Καὶ ὁ Παῦλος δέ φησι· Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Εἰ δὲ αὐτὸς τὴν ἀρχὴν ἡμῖν ἐνέθηκεν, αὐτὸς καὶ τὸ τέλος ἐπιθήσει. Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ, φησὶ, χαρᾶς, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Τουτ 63.194 έστιν, ἐξῆν αὐτῷ μηδὲν παθεῖν, εἴπερ ἐβούλετο. Οὐδὲ γὰρ ἁμαρτίαν ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ· καθὼς καὶ αὐτός φησιν ἐν τοῖς Εὐαγγελίοις· Ἔρχεται ὁ τοῦ κόσμου ἄρχων, καὶ οὐκ ἔχει ἐν ἐμοὶ οὐδέν. Προὔκειτο τοίνυν αὐτῷ, εἴπερ ἐβούλετο, μὴ ἐλθεῖν εἰς τὸν σταυρόν· Ἐξουσίαν γὰρ ἔχω, φησὶ, θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ τοίνυν ὁ μηδεμίαν ἔχων ἀνάγκην τοῦ σταυρωθῆναι, ἐσταυρώθη ἡμῶν ἕνεκεν· πόσῳ μᾶλλον ἡμᾶς δίκαιον πάντα γενναίως ὑπομένειν; Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, φησὶν, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Τί δέ ἐστιν, Αἰσχύνης καταφρονήσας; Τὸν ἐπονείδιστον, φησὶν, εἵλετο θάνατον. Ἔστω γὰρ, ἀπέθνησκε· τί καὶ ἐπονειδίστως; ∆ι' οὐδὲν ἕτερον, ἀλλ' ἡμᾶς διδάσκων μηδὲν ἡγεῖσθαι τὴν παρ' ἀνθρώπων δόξαν. ∆ιὰ τοῦτο, οὐχ ὑποκείμενος ἁμαρτίᾳ εἵλετο αὐτὴν, παιδεύων ἡμᾶς κατατολμᾷν αὐτῆς, καὶ μηδὲν αὐτὴν τίθεσθαι. ∆ιὰ τί μὴ εἶπε Λύπην, ἀλλὰ Αἰσχύνην; Ὅτι οὐ μετὰ λύπης ταῦτα ἔφερε. Τί οὖν τὸ τέλος; ἄκουε, ἐπάγει γάρ· Ἐν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Ὁρᾷς τὸ ἔπαθλον; Ὅπερ καὶ ὁ Παῦλος γράφων φησί· ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ. Τὸ κατὰ σάρκα φησί. Μάλιστα μὲν οὖν, εἰ καὶ μηδὲν ἦν ἔπαθλον, ἱκανὸν τὸ ὑπόδειγμα πεῖσαι πάντα ἑλέσθαι· νυνὶ δὲ καὶ ἔπαθλα ἡμῖν πρόκειται, οὐ τὰ τυχόντα, ἀλλὰ μεγάλα καὶ ἀπόῤῥητα. Ὥστε καὶ ἡμεῖς ἐπειδάν τι πάθωμεν τοιοῦτον, πρὸ τῶν ἀποστόλων ἐννοῶμεν τὸν Χριστόν. ∆ιὰ τί; Ὅτι ὅλος ὁ βίος αὐτοῦ ὕβρεων ἔγεμε· καὶ γὰρ μαινόμενος ἤκουεν ἀεὶ, καὶ πλάνος, καὶ γόης· καὶ ποτὲ μὲν ἔλεγον οἱ Ἰουδαῖοι· Οὗτος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ· ποτὲ δέ· Οὐχὶ, φησὶν, ἀλλὰ πλανᾷ τὸν ὄχλον· καὶ πάλιν· Ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Καὶ εἰς γοητείαν δὲ αὐτὸν διέβαλλον λέγοντες· Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια· καὶ ὅτι μαίνεται, καὶ δαιμόνιον ἔχει· Οὐ καλῶς ἐλέγομεν, φησὶν, ὅτι δαιμόνιον ἔχει, καὶ μαίνεται; Καὶ ταῦτα ἤκουε παρ' αὐτῶν, εὐεργετῶν, θαυματουργῶν, Θεοῦ ἔργα ἐπιδεικνύμενος. Εἰ μὲν γὰρ μηδὲν ποιῶν ταῦτα ἤκουεν, οὐκ ἦν οὕτω θαυμαστόν· εἰ δὲ διδάσκων τὰ πρὸς ἀλήθειαν, πλάνος ἤκουε, καὶ δαίμονας ἐκβάλλων, δαίμονα ἔχειν ἐλέγετο, καὶ πάντα ἀνατρέπων τὰ ἐναντία, γόης ἐλέγετο· ποίαν ὑπερβολὴν θαύματος οὐκ ἔχει; Ταῦτα γὰρ αὐτοῦ συνεχῶς κατηγόρουν. γʹ. Εἰ δὲ βούλει καὶ τὰ σκώμματα καὶ τὰς εἰρωνείας μαθεῖν, ἃς κατ' αὐτοῦ ἐποιοῦντο, ὃ μάλιστα δάκνει τὰς ἡμετέρας ψυχὰς, ἄκουε πρῶτον τὰς ἀπὸ τοῦ γένους· Οὐχ οὗτος, φησὶν, ἐστὶν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς ἴσμεν τὸν πατέρα καὶ τὴν μητέρα; οὐχ οἱ ἀδελφοὶ αὐτοῦ πάντες παρ' ἡμῖν εἰσι; καὶ ἀπὸ τῆς πατρίδος αὐτὸν σκώπτοντες, ἔλεγον ἐκ Ναζαρὲτ αὐτὸν εἶναι. Καὶ πάλιν· Ἐρώτησον, 63.195 φησὶ, καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται· καὶ ἔφερε τοσαῦτα συκοφαντούμενος. Καὶ πάλιν ἔλεγον· Οὐχὶ ἡ Γραφή φησιν, ὅτι ἀπὸ Βηθλεὲμ τῆς κώμης ἔρχεται ὁ Χριστός; Βούλει καὶ τὰς εἰρωνείας ἰδεῖν ἃς ἐποιοῦντο παρ' αὐτὸν τὸν σταυρόν; Προσεκύνουν αὐτῷ ἐμπαίζοντες, καὶ ἔπαιον αὐτὸν καὶ ἐκολάφιζον, καὶ ἔλεγον· Εἰπὲ ἡμῖν τίς ἐστιν ὁ παίσας σε; καὶ ὄξος προσῆγον, καὶ ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ἔτι δὲ καὶ ὁ δοῦλος τοῦ ἀρχιερέως ῥάπισμα ἔδωκεν αὐτῷ, καί φησιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ