1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

144

ἐλήφθησαν αἰχμάλωτοι, Κουζτὶς δὲ πληγᾶτος γενόμενος παρελήφθη, Βελισάριος δὲ φυγῇ χρησάμενος διεσώθη. καὶ ἀπηγγέλθη τὰ γενόμενα τῷ βασιλεῖ Ἰουστινιανῷ, καὶ ἐλυπήθη σφόδρα. ἔπεσον δὲ καὶ ἐκ τῶν Περσῶν στρατηγοὶ μετὰ βοηθείας αὐτῶν πολλῆς· καὶ ὑπέστρεψαν εἰς τὴν ἰδίαν αὐτῶν χώραν. Ἔπεμψε δὲ ὁ αὐτὸς βασιλεὺς συγκλητικοὺς ἀπὸ Κωνσταντινουπόλεως φυλάττειν τὰς πόλεις τῆς ἀνατολῆς μετὰ τῆς αὐτῶν βοηθείας, τὸν μὲν πατρίκιον Πλάτωνα ἐν Ἀμηδίᾳ, τὸν δὲ Θεόδωρον τὸν πατρίκιον ἐν Ἐδέσῃ, Ἀλέξανδρον δὲ τὸν Ἱερίοἐν Βεροίᾳ, καὶ ἄλλους δὲ συγκλητικοὺς ἐπὶ τὸ Σοῦρον καὶ Κωνσταντῖναν εἰς τὸ φυλάττειν τὰς πόλεις. ἐπέμφθη δὲ ἐν αὐτῷ τῷ καιρῷ καὶ ὁ πατρίκιος Πόμπιος μετὰ πολλῆς βοηθείας, ἔχων μεθ' ἑαυτοῦ Ἰλλυρικιανοὺς καὶ Σκύθας καὶ Ἰσαύρους καὶ Θρᾷκας· καὶ ἔνδοσις ἐγένετο τοῦ πολέμου κατὰ σύνταξιν Ῥωμαίων τε καὶ Περσῶν διὰ τὸ γενέσθαι χειμῶνας βαρεῖς. Συνέβη δὲ ἐν αὐτῷ τῷ καιρῷ ὑπὸ θεομηνίας παθεῖν Ἀντιόχειαν τὸ ἕκτον αὐτῆς πάθος. ὁ δὲ γεγονὼς σεισμὸς κατέσχεν ἐπὶ μίαν ὥραν, καὶ μετὰ τούτου βρυγμὸς φοβερός, ὥστε τὰ ἀνανεωθέντα κτίσματα ὑπὸ τῶν πρῴην γενομένων φόβων καταπεσεῖν καὶ τὰ τείχη καί τινας ἐκκλησίας. τὰ δὲ συμβάντα 443 ἠκούσθη καὶ ἐν ταῖς ἄλλαις πόλεσι, καὶ πᾶσαι πενθοῦσαι ἐλιτάνευον. ἔπαθε δὲ καὶ μέρη τῶν πέριξ τῆς πόλεως· τελευτῶσι δὲ ἐν αὐτῷ τῷ σεισμῷ ἄχρι ψυχῶν πεντακισχιλίων. οἱ δὲ περισωθέντες πολῖται εἰς τὰς ἄλλας πόλεις, φανεροὶ δὲ ἐν τοῖς ὄρεσιν ᾤκουν. ὁ δὲ πατριάρχης Ἐφραΐμιος πάντα τὰ γενόμενα ἀνήγαγε τῷ βασιλεῖ· καὶ ἀκούσαντες οἱ ἐν τῷ Βυζαντίῳ τὰ συμβάντα ἐλιτάνευον ἐπὶ ἡμέρας ἱκανάς. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ συνέβη παθεῖν ὑπὸ σεισμοῦ Λαοδίκειαν τὸ πρῶτον αὐτῆς πάθος· κατηνέχθη δὲ ὑπὸ τοῦ φόβου τὸ ἥμισυ τῆς αὐτῆς πόλεως καὶ αἱ συναγωγαὶ τῶν Ἰουδαίων. ἀπώλοντο δὲ ἐν αὐτῷ τῷ φόβῳ χιλιάδες ἑπτὰ ἥμισυ, Ἑβραίων τε πλῆθος καὶ χριστιανῶν ὀλίγοι· αἱ δὲ ἐκκλησίαι τῆς αὐτῆς πόλεως ἔμειναν ἀῤῥαγεῖς, περισωθεῖσαι ὑπὸ θεοῦ. ὁ δὲ αὐτὸς βασιλεὺς ἐχαρίσατο τοῖς Λαοδικεῦσιν εἰς ἐκχόϊσιν τῆς αὐτῶν πόλεως κεντηνάρια δύο. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ μετεκλήθη Ἀντιόχεια Θεούπολις κατὰ κέλευσιν τοῦ ἁγίου Συμεὼν τοῦ θαυματουργοῦ. εὑρέθη δὲ καὶ ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ χρησμὸς ἀναγεγραμμένος, περιέχων οὕτως· Καὶ σύ, τάλαινα πόλις, Ἀντιόχου οὐ κληθήσῃ. ὁμοίως δὲ καὶ ἐν τοῖς χαρτίοις εὑρέθη τῶν τὰ ἄκτα γραφόντων τῆς αὐτῆς πόλεως ὅτι ἔκραζον κληδόνα διδοῦντες εἰς τὸ μετακληθῆναι τὴν αὐτὴν πόλιν. καὶ ἀνηνέχθη ταῦτα τῷ αὐτῷ βασιλεῖ 444 Ἰουστινιανῷ. καὶ ἐδωρήσατο θείαν φιλοτιμίαν τοῖς Ἀντιοχεῦσι καὶ Λαοδικεῦσι καὶ Σελευκέσιν, ὥστε κουφισθῆναι τὴν αὐτῶν συντέλειαν ἐπὶ ἔτη τρία, χαρισάμενος ταῖς αὐταῖς πόλεσι λίτρας διακοσίας καὶ τοῖς κτήτορσιν ἀξίας ἰλλουστρίων. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ ἀνεφάνη ἐν τοῖς Περσικοῖς μέρεσι δόγμα Μανιχαϊκόν· καὶ μαθὼν ὁ τῶν Περσῶν βασιλεὺς ἠγανάκτησεν· ὡσαύτως δὲ καὶ οἱ ἀρχιμάγοι τῶν Περσῶν· ἦσαν γὰρ ποιήσαντες οἱ αὐτοὶ Μανιχαῖοι καὶ ἐπίσκοπον, ὀνόματι Ἰνδαράζαρ. ὁ δὲ βασιλεὺς Περσῶν σιλέντιον ποιήσας, καὶ πάντας αὐτοὺς κατεσχηκὼς καὶ τὸν ἐπίσκοπον τῶν Μανιχαίων, κελεύει τῇ παρεστώσῃ αὐτῷ ἐνόπλῳ στρατιᾷ, καὶ κατέκοψαν ξίφεσι πάντας τοὺς Μανιχαίους καὶ τὸν ἐπίσκοπον αὐτῶν σὺν τῷ κλήρῳ αὐτοῦ· καὶ ἐφονεύθησαν πάντες ἐπ' ὄψεσι τοῦ αὐτοῦ βασιλέως καὶ τοῦ ἐπισκόπου τῶν χριστιανῶν. ἐδημεύθησαν δὲ καὶ αἱ ὑποστάσεις αὐτῶν, καὶ τὰς ἐκκλησίας αὐτῶν δέδωκε τοῖς χριστιανοῖς, ἐκπέμψας θείας αὑτοῦ σάκρας ἐν τῇ ὑπ' αὐτοῦ διοικουμένῃ πολιτείᾳ, ὥστε τὸν εὑρισκόμενον Μανιχαῖον πυρίκαυστον γενέσθαι· καὶ τὰς βίβλους δὲ αὐτῶν πάσας κατέκαυσεν. ἅτινα διηγήσατο βασταγάριος Περσῶν, ὅστις βαπτισθεὶς μετεκλήθη Τιμόθεος. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ὁ Ῥωμαίων βασιλεὺς τὸ κάστρον τὸ λεγόμενον Ἀνάσαρθον μετεκάλεσε Θεοδωριάδα εἰς τὸ ὄνομα τῆς