1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

145

περικειμένη τυγχάνῃ· τοῦτο θαυμάσονται πάντες, τοῦτο κροτήσουσιν. Ἐν ἐκείνῳ μὲν γὰρ τῷ κόσμῳ τῷ τῶν χρυσίων καὶ τῶν πολυτελῶν ἱματίων, πολλὰς ἔχει τὰς κοινωνούσας αὐτῇ· κἂν ταύτην ὑπερακοντίσῃ, ὑπὸ τῆς ἑτέρας ἡττᾶται· κἂν πάσας ὑπερβάληται, ὑπὸ τῆς βασιλίδος αὐτῆς νικᾶται· ἐνταῦθα δὲ πάσας νικᾷ, καὶ αὐτὴν τὴν τοῦ βασιλέως γυναῖκα· μόνη γὰρ ἐν πλούτῳ πολλῷ τὰ τῶν πενήτων εἵλετο. Ὥστε καὶ εἰ δόξης ἐρῶμεν, ἐνταῦθα μείζων ἡ δόξα. Οὐ πρὸς τὰς χήρας λέγω μόνον, καὶ τὰς πλουσίας· ἐνταῦθα γὰρ δοκεῖ ἡ τῆς χηρείας ἀνάγκη τοῦτο ποιεῖν· ἀλλὰ καὶ πρὸς τὰς ὑπάνδρους οὔσας. Ἀλλ' οὐκ ἀρέσκω, φησὶ, τῷ ἀνδρί. Οὐ τῷ ἀνδρὶ βούλει ἀρέσκειν, ἀλλὰ τῷ πλήθει τῶν γυναικῶν τῶν πενιχρῶν· μᾶλλον δὲ οὐκ ἀρέσκειν, ἀλλὰ κατατήκειν αὐτὰς καὶ ὀδυνᾷν, καὶ τὴν πενίαν μείζονα ποιεῖν. Πόσα διὰ σὲ βλάσφημα φθέγγονται; Μὴ ἔστω, φησὶ, πενία· ὁ Θεὸς μισεῖ τοὺς πενομένους, ὁ Θεὸς οὐ φιλεῖ τοὺς ἐν πενίᾳ. Ὅτι γὰρ οὐ τῷ ἀνδρὶ βούλει ἀρέσκειν, καὶ ταύτης ἕνεκεν τῆς αἰτίας καλλωπίζῃ, ἐξ ὧν αὐτὴ ποιεῖς τοῦτο δῆλον ἅπασι καθιστᾷς. Ὅταν γὰρ ὑπερβῇς τὸν οὐδὸν τοῦ θαλάμου, εὐθέως ἅπαντα ἀποτίθῃ, καὶ τὰ ἱμάτια, καὶ τὰ χρυσία, καὶ τοὺς μαργαρίτας· καὶ ἐπὶ τῆς οἰκίας μάλιστα οὐ φορεῖς. Εἰ δὲ ὅλως βούλει ἀρέσκειν τῷ ἀνδρὶ, ἔστι δι' ὧν ἀρέσκεις, δι' ἐπιεικείας, διὰ πραότητος, διὰ κοσμιότητος. Πίστευε γάρ μοι, γύναι, κἂν μυριάκις ᾖ κατωφερὴς ὁ ἀνὴρ καὶ ἀκρατὴς, ταῦτα μᾶλλον αὐτὸν ἐφελκύσεται, ἐπιείκεια, κοσμιότης, τὸ ἄτυφον, τὸ ἀδάπανον, τὸ εὐτελές. Τὸν μὲν γὰρ ἀκόλαστον, κἂν μυρία τοιαῦτα ἐπινοῇς, οὐ καθέξεις· καὶ ἴσασιν ὅσαι τοιούτους ἐσχήκασιν ἄνδρας· ὡς γὰρ ἐὰν καλλωπίσῃς σαυτὴν, ἐκεῖνος ἀκόλαστος ὢν πρὸς ἑτέραν ἄπεισι· τὸν δὲ σώφρονα καὶ κόσμιον οὐ τούτοις αἱρήσεις, ἀλλὰ 63.201 τοῖς ἐναντίοις· ἐν τούτοις δὲ καὶ λυπεῖς, σαυτῇ δόξαν περιτιθεῖσα φιλοκόσμου. Εἰ γὰρ καὶ αἰδούμενος ὁ ἀνὴρ, καὶ τοῦτο ὡς σώφρων οὐ λέγει, ἀλλ' ἔνδοθεν καταγνώσεταί σου· τοὺς δὲ φθόνους καὶ τὰς βασκανίας οὐ περιστελεῖται. Οὐ πᾶσαν ἡδονὴν ἐκβαλεῖς λοιπὸν, φθόνον ἐγείρουσα κατὰ σαυτῆς; ζʹ. Τάχα δυσχερῶς ἀκούετε τῶν λεγομένων, καὶ ἀγανακτεῖτε λέγουσαι, ὅτι τοὺς ἄνδρας παροξύνει μᾶλλον κατὰ τῶν γυναικῶν. Οὐ τοὺς ἄνδρας παροξύνων ταῦτα λέγω, ἀλλὰ παρ' ὑμῶν βουλόμενος ἑκοντὶ ταῦτα γίνεσθαι, δι' ὑμᾶς, οὐ δι' ἐκείνους· οὐχ ἵνα ἐκείνους ἀπαλλάξω φθόνου, ἀλλ' ἵνα ὑμᾶς ἀπαλλάξω φαντασίας βιωτικῆς. Βούλει φανῆναι καλή; κἀγὼ τοῦτο βούλομαι, ἀλλὰ κάλλος ὃ ὁ Θεὸς ζητεῖ, κάλλος ὃ ἐπιθυμεῖ ὁ βασιλεύς. Τίνα βούλει σχεῖν ἐραστὴν, τὸν Θεὸν ἢ ἀνθρώπους; Ἐὰν ἐκεῖνο ᾖς τὸ κάλλος καλὴ, ὁ Θεὸς ἐπιθυμήσει τοῦ κάλλους σου· ἂν δὲ τοῦτο χωρὶς ἐκείνου, ἐκεῖνος μέν σε βδελύξεται, ἔσονται δέ σου ἐρασταὶ ἄνδρες μιαροί· οὐδεὶς γὰρ ὑπάνδρου γυναικὸς ἐρῶν ἀγαθός. Τοῦτο καὶ ἐπὶ τοῦ κόσμου τοῦ ἔξωθεν λογίζου. Ἐκεῖνος μὲν γὰρ ὁ κόσμος, ὁ τῆς ψυχῆς λέγω, τὸν Θεὸν ἐπισπᾶται· οὗτος δὲ πάλιν τοὺς μιαροὺς ἄνδρας. Ὁρᾷς ὅτι ὑμῶν κήδομαι, ὅτι ὑμῶν φροντίζω, ἵνα καλαὶ ἦτε, ὄντως καλαὶ, ὄντως ἐπίδοξοι, ἵνα ἀντὶ ἀνδρῶν μιαρῶν τὸν ἁπάντων ∆εσπότην Θεὸν ἔχητε ἐραστήν; Ἡ δὲ ἐκεῖνον ἔχουσα ἐραστὴν, τίνι ἔσται ὁμοία; μετὰ ἀγγέλων χορεύει. Εἰ γὰρ παρὰ βασιλέως φιλουμένη τις ὑπὲρ πάντας μακαρίζεται· ἡ παρὰ τοῦ Θεοῦ φιλουμένη φιλίαν πολλὴν, τίνος ἔσται ἀξία; κἂν τὴν οἰκουμένην ἀντιστήσῃς, οὐδὲν τοῦ κάλλους ἐκείνου ἄξιον. Τοῦτο τοίνυν ἀσκήσωμεν τὸ κάλλος, τούτῳ κοσμώμεθα τῷ κόσμῳ, ἵνα εἰς τοὺς οὐρανοὺς χωρήσωμεν, εἰς τὰς παστάδας τὰς πνευματικὰς, εἰς τὸν νυμφῶνα τὸν ἀκήρατον. Τοῦτο μὲν γὰρ τὸ κάλλος ὑπὸ πάντων ἁλίσκεται, καὶ ὅταν παραμείνῃ καλῶς, καὶ μήτε νόσος ἐνοχλήσῃ μήτε φροντὶς, ὅπερ ἀδύνατον, οὐ παραμένει εἴκοσιν ἔτη· ἐκεῖνο δὲ ἀεὶ ἀνθεῖ, ἀεὶ ἀκμάζει· οὐκ ἔστιν ἐκεῖ δεῖσαι μεταβολὴν, οὐ γῆρας ἐπελθὸν ῥυτίδα ἤγαγεν, οὐ νόσος κατασκήψασα ἐμάρανεν, οὐκ ἀθυμίας φροντὶς ἐλυμήνατο, ἀλλὰ πάντων τούτων ἐστὶν ἀνώτερον. Τοῦτο δὲ πρὶν ἢ φανῆναι, ἀπέστη, καὶ φανὲν οὐκ ἔχει πολλοὺς τοὺς θαυμαστάς. Οἱ μὲν γὰρ κόσμιοι οὐ θαυμάζουσιν, οἱ δὲ θαυμάζοντες, μετὰ ἀσελγείας θαυμάζουσι. Μὴ