147
πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τὸ δὲ, ὅταν λέγωμεν, ὅτι Οὐ μέγα τι πέπονθας· ἐπιστρεφόμεθα γὰρ τῷ λόγῳ καὶ διανιστάμεθα, καὶ πάντα πρὸς τὸ παθεῖν γινόμεθα προθυμότεροι. Καὶ τὸ μὲν τετρυχωμένην τὴν ψυχὴν διαναπαύει καὶ ἀναπνεῖν ποιεῖ, τὸ δὲ ῥᾳθυμοῦσαν αὐτὴν καὶ ὑπτίαν γενομένην ἐπιστρέφει, καὶ τοῦ φρονήματος κατασπᾷ. Ἵνα τοίνυν μὴ ἐξ ἐκείνης τῆς μαρτυρίας φρόνημα αὐτοῖς τεχθῇ, ὅρα τί ποιεῖ· Οὔπω, φησὶ, μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως. Καὶ οὐκ εὐθέως ἐπήγαγε τὰ ἑξῆς, ἀλλὰ δείξας αὐτοῖς πάντας τοὺς μέχρις αἵματος στάντας, εἶτα ἐπαγαγὼν τὸ καύχημα τοῦ Χριστοῦ τὰ παθήματα, τότε εὐκόλως κατέδραμε. Τοῦτο καὶ Κορινθίοις γράφων λέγει· Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος· τουτέστι, μικρός. Ἱκανὸν γὰρ τοῦτο διαναστῆσαι καὶ ἀνορθῶσαι ψυχὴν, ὅταν ἐννοήσῃ, ὅτι οὐ πρὸς τὸ πᾶν ἀνῆλθε, καὶ πείσῃ ἑαυτὴν ἀπὸ τῶν προλαβόντων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὔπω θάνατον ὑπέστητε, μέχρι χρημάτων ὑμῖν ἡ ζημία, μέχρι δόξης, μέχρι τοῦ ἐλαύνεσθαι· ὁ μέντοι Χριστὸς ὑπὲρ ὑμῶν τὸ αἷμα ἐξέχεεν, ὑμεῖς δὲ οὐδὲ ὑπὲρ ἑαυτῶν· αὐτὸς μέχρι θανάτου ἠγωνίσατο περὶ τῆς ἀληθείας, πολεμῶν ὑπὲρ ὑμῶν· ὑμεῖς δὲ οὐδέπω εἰς κινδύνους ἐπέβητε θάνατον ἀπειλοῦντας. Καὶ ἐκλέλησθε τῆς παρακλήσεως· τουτέστι, Καὶ παρήκατε τὰς χεῖρας, ἐξελύθητε. Οὔπω, φησὶ, μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Ἐνταῦθα δείκνυσι καὶ τὴν ἁμαρτίαν σφόδρα πνέουσαν, καὶ αὐτὴν ὁπλιζομένην· τὸ γὰρ, Ἀντικατέστητε, πρὸς τοὺς ἑστῶτας εἴρηται. Ἥτις ὑμῖν, φησὶν, ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ἐποιήσατο ἀπὸ τῶν πραγμάτων τὴν παράκλησιν· ἐκ περιουσίας καὶ τὴν ἀπὸ τῶν λόγων ἐπάγει, ἀπὸ τῆς μαρτυρίας ταύτης· Μὴ ἐκλύου, φησὶν, ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ἄρα τοῦ Θεοῦ ταῦτά ἐστι. Καὶ τοῦτο δὲ εἰς παράκλησιν οὐ μικρὸν, ὅταν μάθωμεν, ὅτι τοῦ Θεοῦ ἔργον ἐστὶ τὸ τοιαῦτα δυνηθῆναι, ἐκείνου συγχωροῦντος· καθάπερ καὶ Παῦλός φησιν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε ἐκεῖνός ἐστιν 63.204 ὁ συγχωρῶν. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Οὐκ ἔχεις, φησὶν, εἰπεῖν ὅτι ἔστι τις δίκαιος θλίψεως χωρίς· κἂν γὰρ οὕτω φαίνηται, ἀλλ' οὐκ ἴσμεν ἡμεῖς τὰς ἄλλας θλίψεις· ὥστε πάντα δίκαιον ἀνάγκη διὰ θλίψεως ἐλθεῖν. Ἀπόφασις γάρ ἐστι τοῦ Χριστοῦ, ὅτι ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει εἰς τὴν ἀπώλειαν, ἡ δὲ στενὴ καὶ τεθλιμμένη εἰς τὴν ζωήν. Εἰ τοίνυν ἐκεῖθεν ἔστιν ἐλθεῖν εἰς τὴν ζωὴν, ἄλλοθεν δὲ οὐκ ἔνι, ἄρα διὰ τῆς στενῆς πάντες εἰσῆλθον, ὅσοι πρὸς τὴν ζωὴν ἀπῆλθον. Εἰ παιδείαν ὑπομένετε, φησὶν, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Εἰ παιδεύει, ἄρα εἰς διόρθωσιν, ἀλλ' οὐκ εἰς κόλασιν, οὐδὲ εἰς τιμωρίαν, οὐδὲ εἰς τὸ κακῶς παθεῖν. Ὅρα, ὅθεν ἐνόμιζον ἐγκαταλελεῖφθαι, ἀπὸ τούτων φησὶν αὐτοὺς πιστεύειν, ὅτι οὐκ ἐγκαταλελειμμένοι εἰσίν. Ὡς ἂν εἰ ἔλεγεν· Ἐπειδὴ τοσαῦτα ἐπάθετε κακὰ, νομίζετε ὅτι ἀφῆκεν ὑμᾶς ὁ Θεὸς καὶ μισεῖ; Εἰ μὴ ἐπάθετε, τότε ἔδει τοῦτο ὑποπτεύειν· εἰ γὰρ πάντα υἱὸν μαστιγοῖ, ὃν παραδέχεται, ὁ μὴ μαστιζόμενος, ἴσως οὐχ υἱός. Τί οὖν; φησί· πονηροὶ οὐ πάσχουσι κακῶς; Πάσχουσι μέν· πῶς γὰρ οὔ; ἀλλ' οὐκ εἶπε, Πᾶς ὁ μαστιζόμενος, υἱὸς, ἀλλὰ, Πᾶς ὁ υἱὸς μαστιγοῦται. Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν· εἰσὶ μὲν γὰρ μαστιζόμενοι πολλοὶ, καὶ πονηροὶ, οἷον ἀνδροφόνοι, λῃσταὶ, γόητες, τυμβωρύχοι. Ἀλλ' ἐκεῖνοι τῆς ἰδίας πονηρίας διδόασι δίκην, καὶ οὐχ ὡς υἱοὶ μαστιγοῦνται, ἀλλ' ὡς κακοὶ κολάζονται· ὑμεῖς δὲ ὡς υἱοί. Ὁρᾷς πῶς πάντοθεν κινεῖ λογισμοὺς, ἀπὸ πραγμάτων τῶν ἐν τῇ Γραφῇ, ἀπὸ ῥημάτων, ἀπὸ ἐννοιῶν οἰκείων, ἀπὸ παραδειγμάτων τῶν ἐν τῷ βίῳ; Εἶτα πάλιν καὶ ἀπὸ τῆς κοινῆς συνηθείας. Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί. βʹ. Ὁρᾷς ὅτι, ὅπερ ἔφθην εἰπὼν, οὐκ ἔνι μὴ παιδευόμενον εἶναι υἱόν; Ὥσπερ γὰρ ἐν ταῖς