1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

147

δόλῳ περιγίνεσθαι τοῦ πολέμου. Τῷ δὲ αὐτῷ χρόνῳ ὁ αὐτὸς βασιλεὺς Ἰουστινιανὸς ἐδωρήσατο τοῖς Ἀντιοχεῦσι τὴν ἰδίαν τόγαν, ἔχουσαν καὶ λίθους βασιλικούς· καὶ ἡπλώθη ἐν τῇ ἐκκλησίᾳ τῇ λεγομένῃ Κασσιανοῦ. Ἐπὶ δὲ τῆς ὑπατείας ∆εκίου προσεῤῥύη Ῥωμαίοις Μοῦνδος ὁ ἐκ γένους τῶν Γηπέδων καταγόμενος, υἱὸς ὢν ῥηγός, μετὰ τὴν τελευτὴν τοῦ ἰδίου αὐτοῦ πατρὸς πρὸς Θραυστίλαν, θεῖον αὐτοῖ, γεγονώς, καὶ διῆγεν ἐν τῷ Σιρμίῳ. καὶ γνοὺς τοῦτο ὁ 451 ῥὴξ Ῥώμης ὁ Οὐαλεμεριακὸς ὁ καὶ Θευδερίχος, πέμψας προετρέψατο τὸν αὐτὸν Μοῦνδον· καὶ πεισθεὶς ἀπῆλθε πρὸς αὐτὸν μετὰ τῶν ἀνθρώπων αὐτοῦ καὶ διέτριψε πρὸς αὐτόν, ὑπερμαχῶν ὑπὲρ τοῦ Οὐαλεμεριακοῦ τοῦ καὶ Θευδερίχου. ἀναχωρήσας δὲ Μοῦνδος ἀπὸ Ῥώμης ἀνῆλθεν ἐπὶ τὸν ∆ανούβιον ποταμόν· καὶ πέμψας πρὸς τὸν βασιλέα Ἰουστινιανὸν πρεσβευτὰς ᾔτησεν αὐτὸν ὑπὸ τὴν βασιλείαν αὐτοῦ γενέσθαι. καὶ ἐδέξατο αὐτὸν σὺν τοῖς ἀνθρώποις αὐτοῦ, ποιήσας αὐτὸν στρατηλάτην τοῦ Ἰλλυριῶν ἔθνους, καὶ ἀπέλυσεν αὐτὸν ἐν τῇ ἰδίᾳ στρατηλασίᾳ. καὶ καταλαβόντος αὐτοῦ τὴν χώραν τοῦ Ἰλλυρικοῦ, ἐπέῤῥιψαν αὐτῷ Οὗννοι μετὰ πολλοῦ πλήθους διαφόρων βαρβάρων· καὶ ἐξελθὼν ὥρμησε κατ' αὐτῶν, καὶ πάντας κατανήλωσε· καὶ ἔπεμψε πραῖδαν ἐξ αὐτῶν καὶ ἕνα ῥῆγα αὐτῶν· καὶ ἐγένετο εἰρήνη ἐν τῇ Θρᾴκῃ, καὶ ἐκ τούτου φόβος κατεῖχε τὰ βάρβαρα ἔθνη. Ἐπὶ δὲ τῆς ὑπατείας τοῦ αὐτοῦ ∆εκίου ὁ αὐτὸς βασιλεὺς θεσπίσας πρόσταξιν ἔπεμψεν ἐν Ἀθήναις, κελεύσας μηδένα διδάσκειν φιλοσοφίαν μήτε νόμιμα ἐξηγεῖσθαι μήτε κόττον ἐν μιᾷ τῶν πόλεων γίνεσθαι, ἐπειδὴ ἐν Βυζαντίῳ εὑρεθέντες τινὲς τῶν κοττιστῶν καὶ βλασφημίαις δειναῖς ἑαυτοὺς περιβαλόντες χειροκοπηθέντες περιεβωμβήθησαν ἐν καμήλοις. 452 Ἐν αὐτῷ δὲ τῷ χρόνῳ παρεσχέθη ἐτησία πρόσοδος ἐν τῷ ξενῶνι Ἀντιοχείας νομισμάτων τετρακισχιλίων ὑπὸ τοῦ αὐτοῦ εὐσεβοῦς βασιλέως. Εὑρέθη δὲ ἐν αὐτῷ τῷ χρόνῳ καὶ τὸ τίμιον λείψανον τοῦ ἁγίου μάρτυρος Μαρίνου εἰς τὴν πρώτην Συρίαν ἔξω τῆς λεγομένης Γινδάρου πόλεως, τοῦ περιοδευτοῦ τῆς χώρας ἐν ὀπτασίᾳ πλειστάκις ἑωρακότος τὸν τόπον ἔνθα ἔκειτο ὁ ἅγιος, ἔχων ἀπὸ τῆς κεφαλῆς κατὰ παντὸς τοῦ σώματος αὐτοῦ ἥλους σιδηροῦς, εἰς σανίδα παραπλωθεὶς προσηλώθη, καὶ ἐτέθη εἰς πέτραν γλυφεῖσαν αὐτῷ τάφον. καὶ ἐπήρθη τὸ λείψανον αὐτοῦ, καὶ ἠνέχθη καὶ κατετέθη ἔξω τῆς Ἀντιοχέων πόλεως ἐν τῷ ἁγίῳ Ἰουλιανῷ. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ κατεπέμφθησαν πρέσβεις Ῥωμαίων ἐν τοῖς Περσικοῖς μέρεσιν Ἑρμογένης καὶ Ῥουφῖνος ὁ στρατηλάτης, ἐπὶ τῆς ὑπατείας Λαμπαδίου καὶ Ὀρέστου. καὶ φθασάντων αὐτῶν τὸ ∆όρας τὸ μετακληθὲν Ἀναστασιούπολις, μήνυσιν κατέπεμψαν τῷ βασιλεῖ Περσῶν Κωάδῃ· καὶ ὑπερέθετο ὁ αὐτὸς βασιλεὺς τοῦ δέξασθαι αὐτούς. καὶ ἐν τῷ διάγειν αὐτοὺς εἰς τὸ ∆όρας ἅμα Βελισαρίῳ τῷ στρατηλάτῃ σὺν τοῖς ἄλλοις ἐξάρχοις καὶ τῇ στρατιωτικῇ βοηθείᾳ, καὶ ἀπληκευόντων αὐτῶν ἔξω τοῦ ∆όρας, τὴν ἀπόκρισιν τοῦ βασιλέως Περσῶν δεχόμενοι, ὁ Μηρὰμ ὁ πρῶτος ἔξαρχος Περσῶν καὶ ὁ υἱὸς τοῦ βασιλέως Περσῶν σὺν ἄλλοις ἐξάρχοις Περσῶν καθήμενοι εἰς τὸ Νίσιβι, καὶ γνόντες ὅτι ἔξω τοῦ ∆όρας ἀπληκεύουσιν οἱ Ῥω 453 μαῖοι, ἐπέῤῥιψαν Πέρσαι μετὰ ἑβδομήκοντα χιλιάδων, διελόντες αὑτοὺς εἰς τρεῖς ἀρχάς. Καὶ γνόντες οἱ ἔξαρχοι Ῥωμαίων, ὁρμήσαντες κατὰ Περσῶν συνέκρουσαν· καὶ συμβολῆς γενομένης ἐμίγησαν τὰ Περσῶν καὶ Ῥωμαίων στρατόπεδα, καὶ ἔκοψαν Ῥωμαῖοι Πέρσας κατὰ κράτος, λαβόντες καὶ σίγνον Περσικόν. ὁ δὲ Μηρὰμ μετὰ ὀλίγων φυγὼν σὺν τῷ υἱῷ τοῦ βασιλέως διεσώθη εἰς τὸ Νισίβιον. ἐν αὐτῇ δὲ τῇ συμβολῇ καὶ ἔξαρχος Περσῶν κατεσφάγη ὀνόματι Σάγος, Σουνίκα τοῦ δουκὸς καὶ ἐξάρχου Ῥωμαίων εἰς μονομαχίαν αὐτὸν προτρεψαμένου· καὶ ἦν ἰδεῖν νίκην Περσικῆς ἀπονοίας, εἰς ἔδαφος ἡπλωμένων νεκρῶν. Καὶ γνοὺς τοῦτο Κωάδης ὁ Περσῶν βασιλεὺς ἐπέτρεψεν εἰσελθεῖν τὸν πατρίκιον Ῥουφῖνον ἅμα τῷ