148
κόμητι Ἀλεξάνδρῳ εἰς τὴν πρεσβείαν. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἀνεφάνη τις ἐκ τῆς Ἰταλῶν χώρας κωμοδρομῶν, ἔχων μεθ' ἑαυτοῦ κύνα ξανθόν, ὅστις κελευόμενος ὑπὸ τοῦ ἀναθρεψαμένου ἐποίει τινὰ θαύματος ἄξια. ὁ γὰρ αὐτὸν ἀναθρεψάμενος ἑστὼς ἐν τῇ ἀγορᾷ, καὶ ὄχλου περιεστῶτος εἰς τὸ θεάσασθαι, λάθρᾳ τοῦ κυνὸς ἐκομίζετο παρὰ τῶν ἑστώτων δακτυλίδια, καὶ ἐτίθει εἰς τὸ ἔδαφος περισκέπων αὐτὰ ἐν χώματι. καὶ ἐπέτρεπε τῷ κυνὶ ἐπᾶραι καὶ δοῦναι ἑκάστῳ τὸ ἴδιον· καὶ ἐρευνῶν ὁ κύων τῷ στόματι ἐπεδίδου ἑκάστῳ τὸ γνωριζόμενον. ὁ δὲ αὐτὸς κύων καὶ διαφόρων βασιλέων νομίσματα μυρία ἐπεδίδου κατ' ὄνομα. παρεστῶτος δὲ ὄχλου ἀν 454 δρῶν τε καὶ γυναικῶν, ἐπερωτώμενος ἐδείκνυε τὰς ἐν γαστρὶ ἐχούσας καὶ τοὺς ὄντας πορνοβοσκοὺς καὶ μοιχοὺς καὶ κνιποὺς καὶ μεγαλοψύχους· καὶ ἀπεδείκνυε πάντα μετὰ ἀληθείας. ὅθεν ἔλεγον πολλοὶ ὅτι πνεῦμα Πύθωνος ἔχει. Ἐπὶ δὲ τῆς αὐτῆς βασιλείας ἐφάνη ἀστὴρ μέγας καὶ φοβερὸς κατὰ τὸ δυτικὸν μέρος, πέμπων ἐπὶ τὴν ἄνω ἀκτῖνα λευκήν, ὁ δὲ χαρακτὴρ αὐτοῦ ἀστραπὰς ἀπέπεμπεν· ὃν ἔλεγόν τινες εἶναι λαμπαδίαν. ἔμεινε δὲ ἐπὶ ἡμέρας εἴκοσιν ἐκλάμπων, καὶ ἐγένοντο ἀνυδρίαι καὶ κατὰ πόλιν δημοτικοὶ φόνοι καὶ ἄλλα πολλὰ ἀπειλῆς πεπληρωμένα. Τῇ δὲ συμπληρώσει τοῦ σεπτεμβρίου μηνὸς οἱ πρέσβεις Ῥωμαίων οἱ πεμφθέντες ἐν τοῖς Περσικοῖς ὑπέστρεψαν ποιήσαντες πάκτα. καὶ γνοὺς τοῦτο ὁ βασιλεὺς Ἰουστινιανός, ὅτι εἰρήνην ἔχει πρὸς Ῥωμαίους, χαρᾶς ἐπλήσθη. δεξάμενος γὰρ τὰ γράμματα τῶν πάκτων καὶ ἀναγνοὺς εὗρε περιέχοντα οὕτως. Ἀνελθόντες πρὸς ἡμᾶς οἱ ἡμέτεροι πρεσβευταὶ οἱ πρὸς τὴν σὴν σταλέντες ἡμερότητα ἀπήγγειλαν ἡμῖν τὴν ἀγαθὴν προαίρεσιν τῆς πατρικῆς ὑμῶν διαθέσεως. καὶ ἐπὶ πᾶσιν εὐχαριστήσαμεν τῷ δεσπότῃ θεῷ ὅτι πρέπον τῇ αὐτοῦ ἀγαθότητι πρᾶγμα γέγονε καὶ προέβη σὺν θεῷ εἰρήνη εἰς ὠφέλειαν τῶν δύο πολιτειῶν. ὅτι δὲ μεγάλη δόξα καὶ ἔπαινός ἐστιν ἐν πάσῃ τῇ γῇ παρὰ θεῷ καὶ ἀνθρώποις τὸ εἰρήνην γενέσθαι μεταξὺ τῶν δύο κόσμων ἐπὶ 455 τῆς σῆς ἡμερότητος καὶ ἡμῶν τῶν γνησίως ὑμᾶς ἀγαπώντων πρόδηλόν ἐστι· καὶ οἱ ἐχθροὶ δὲ ἑκατέρας πολιτείας καταπεσοῦνται ταύτης σὺν θεῷ γενομένης. διὰ τάχους τοίνυν ἐπικαταλήψονται οἱ ἡμέτεροι πρεσβευταί, ὀφείλοντες ἀναπληρῶσαι τὰ πρὸς ἀσφάλειαν τῆς εἰρήνης. εὐχόμεθα γοῦν ἐν πολλοῖς χρόνοις τὴν πατρικὴν ὑμῶν διάθεσιν περισῴζεσθαι. Καὶ ἐκπεμφθεὶς ὑπὸ Ῥωμαίων πάλιν Ῥουφῖνος, δευτέρας ἀποκρίσεως καταπεμφθείσης ἐν τοῖς Περσικοῖς μέρεσιν, εὗρε τὸν βασιλέα Περσῶν ἀναδυέντα πρὸς τὰ δόξαντα μεταξὺ αὐτῶν ἕνεκεν τῆς εἰρήνης. φημισθέντος γὰρ τούτου, ὡς τῶν Σαμαρειτῶν Ῥωμαίων ἀγανακτηθέντων ὑπὸ τοῦ βασιλέως Ἰουστινιανοῦ, ὡς προγέγραπται, φυγόντων καὶ ἀπελθόντων πρὸς Κωάδην, βασιλέα Περσῶν, ἀπὸ τῆς ἑαυτῶν χώρας Παλαιστίνης, καὶ ἐπαγγειλαμένων αὐτῷ συμμαχεῖν· τὸ δὲ πλῆθος αὐτῶν ἦν χιλιάδες πεντήκοντα, ἐπηγγείλαντο δὲ τῶν Περσῶν βασιλεῖ προδιδόναι τὴν ἑαυτῶν χώραν, τὴν Παλαιστίνην πᾶσαν καὶ τοὺς ἁγίους τόπους, πόλιν ἔχουσαν διαφόρων βασιλέων χαρίσματα· χρυσοῦ τε γὰρ πλῆθος πολὺ καὶ λίθων τιμίων ἀναρίθμητος ποσότης· καὶ ἀκούσας ταῦτα ὁ βασιλεὺς Περσῶν, καὶ πεισθεὶς τοῖς παρ' αὐτῶν λεγομένοις, ἀνεδύη περὶ τὸ ποιῆσαι τὰ πάκτα. ἀφορμὴν δὲ λαβὼν περὶ τῶν χρυσοῤῥύτων τῶν εὑρεθέντων πρῴην ἐπὶ Ἀναστασίου τοῦ βασιλέως, ὄντων ὑπὸ Ῥωμαίους· ἦν γὰρ πρῴην τὰ αὐτὰ ὄρη ὑπὸ τὴν Περσῶν πολιτείαν· τὰ δὲ χρυσόῤῥυτα ὄρη ὑπάρχει μεταξὺ τῶν ὅρων Ἀρμενίων Ῥωμαίων καὶ 456 Περσαρμενίων, ὡς εἰδότες λέγουσιν· ἅτινα ὄρη φέρουσι χρυσὸν πολύν· ὅτε γὰρ βροχαὶ καὶ ὄμβροι γίνονται, κατασύρεται ἡ γῆ τῶν αὐτῶν ὀρέων, λεπτίδας ἀναβλύζουσα χρυσοῦ· τὰ δὲ αὐτὰ ὄρη ἐμισθοῦντο τὸ πρότερόν τινες ἀπὸ Ῥωμαίων καὶ Περσῶν χρυσοῦ λιτρῶν διακοσίων· ἐξ