1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

149

εὔλογον, ἢν καὶ αὐτὸς διαλεγόμενος τῷ Φαραὼ ἔλεγε· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου. Ἀλλὰ τὸν Ἰωσὴφ εἴπω; ἀλλὰ τὸν Μωϋσέα; ἀλλὰ τὸν Ἰησοῦν; ἀλλὰ τὸν ∆αυΐδ; ἀλλὰ τὸν Σαμουήλ; ἀλλὰ τὸν Ἠλίαν; ἀλλὰ τὸν ∆ανιήλ; ἀλλὰ τοὺς προφήτας πάντας; Ἀλλὰ τούτους ἅπαντας ἀπὸ τῶν θλίψεων λαμπροὺς εὑρήσεις γενομένους. Εἰπὲ οὖν μοι σὺ, ἀπὸ ἀνέσεως καὶ τρυφῆς λαμπρὸς βούλει γενέσθαι; Ἀλλ' οὐκ ἂν δύναιο. Ἀλλὰ τοὺς ἀποστόλους εἴπω; Ἀλλὰ καὶ οὗτοι πάντας ὑπερηκόντισαν τοῖς λυπηροῖς. Τί ταῦτα λέγω; καὶ ὁ Χριστὸς τοῦτό φησιν· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· καὶ πάλιν, Κλαύσετε καὶ θρηνήσετε ὑμεῖς· ὁ δὲ κόσμος χαρήσεται. Καὶ ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ὁ τῆς ὁδοῦ Κύριος εἶπεν, ὅτι στενὴ καὶ τεθλιμμένη· σὺ δὲ τὴν πλατεῖαν ζητεῖς; καὶ πῶς οὐκ ἄτοπον; ∆ιὰ τοῦτο οὐκ ἐπιτεύξῃ τῆς ζωῆς, ἑτέραν βαδίζων, ἀλλὰ τῆς ἀπωλείας· τὴν γὰρ ἐκεῖ φέρουσαν εἴλου. Βούλει εἴπω καὶ παραγάγω εἰς μέσον τοὺς ἐν τρυφῇ; Ἀπὸ τῶν ἐσχάτων ἐπὶ τοὺς πρώτους ἀνέλθωμεν. Ὁ πλούσιος ὁ καιόμενος ἐν τῇ καμίνῳ, οἱ τῇ γαστρὶ ζῶντες Ἰουδαῖοι, ὧν ὁ Θεὸς ἡ κοιλία, οἱ ἐν τῇ ἐρήμῳ ἐπιζητοῦντες ἀεὶ ἄνεσιν, διὰ τί ἀπώλοντο; ὥσπερ καὶ οἱ ἐπὶ τοῦ Νῶε, οὐκ ἐπειδὴ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον εἵλοντο βίον; Καὶ οἱ ἐν Σοδόμοις διὰ γαστριμαργίαν· Ἐν πλησμονῇ γὰρ, φησὶν, ἄρτων ἐσπατάλων. Τοῦτο περὶ τῶν ἐν Σοδόμοις εἴρηται. Εἰ δὲ ἄρτων πλησμονὴ τοσοῦτον κακὸν εἰργάσατο, τί ἂν εἴποιμεν περὶ τῶν ἄλλων καρυκευμάτων; Ὁ Ἡσαῦ οὐχὶ ἐν ἀνέσει ἦν; τί δὲ οἱ ἴδοντες τὰς γυναῖκας τῶν υἱῶν τοῦ Θεοῦ, καὶ κατὰ κρημνῶν ἀχθέντες; τί δὲ οἱ τοῖς ἄῤῥεσιν ἐπιμαινόμενοι; πάντες δὲ οἱ βασιλεῖς τῶν ἐθνῶν, Βαβυλωνίων, Αἰγυπτίων, οὐχὶ κακῶς τὴν ζωὴν κατέστρεψαν; οὐχὶ ἐν κολάσει εἰσί; Τὰ δὲ νῦν, εἰπέ μοι, οὐ τοιαῦτα; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν· οἱ δὲ μὴ τὰ τοιαῦτα, ἐν τοῖς οὐρανοῖς. Τὸ γὰρ μαλακὸν ἱμάτιον καὶ τὴν αὐστηρὰν ἐκλύει ψυχὴν καὶ διακλᾷ καὶ διαχεῖ· κἂν τραχὺ λάβῃ σῶμα καὶ σκληρὸν, ταχέως διὰ τῆς τοιαύτης τρυφεραγωγίας μαλακὸν ποιεῖ καὶ ἀσθενές. Πόθεν γὰρ οἴεσθε ἑτέρωθεν τὰς γυναῖκας οὕτως εἶναι ἀσθενεῖς, εἰπέ μοι; ἆρα ἀπὸ τῆς φύσεως μόνης; Οὐδαμῶς, ἀλλὰ καὶ ἀπὸ τῆς ἀγωγῆς καὶ τῆς ἀνατροφῆς· ἡ γὰρ σκιατροφία, ἡ ἀργία, τὰ λουτρὰ, τὰ μύρα, τῶν ἀρωμάτων τὸ πλῆθος, τῆς στρωμνῆς ἡ ἁπαλότης, τοιαύτας αὐτὰς ἀπεργάζεται. Καὶ ἵνα μάθῃς, πρόσεχε ᾧ λέγω. Ἀπὸ κήπου, εἰπέ μοι, τῶν ἐν τῇ ἐρήμῳ ἑστώτων δένδρων, καὶ δερομένων ὑπὸ τῶν ἀνέμων λαβὼν φυτὸν, εἰς ὑγρὸν καὶ σύσκιον κατάθου τόπον· καὶ πολὺ ἀνάξιον εὑρήσεις ἐκείνου, ἀφ' οὗ παρὰ τὴν ἀρχὴν αὐτὸ ἔλαβες. Ὅτι δὲ τοῦτό ἐστιν ἀληθὲς, αἱ ἐπὶ τῶν ἀγρῶν τρεφόμεναι γυναῖκες, τῶν ἀστικῶν ἀνδρῶν εἰσιν ἰσχυρότεραι, καὶ πολλοὺς ἂν τοιούτους καταπαλαίσαιεν ἐκεῖναι. Τοῦ δὲ σώματος γενομένου μαλακωτέρου, ἀνάγκη καὶ τὴν ψυχὴν συναπολαύειν τῆς λύμης· τὰ γὰρ πολλὰ καὶ συνδιατίθενται αὐτῆς αἱ ἐνέργειαι τῇ τούτου διαθέσει. Καὶ γὰρ ἐν νόσοις ἕτεροί ἐσμεν διὰ τὸ μαλακίζεσθαι, καὶ ὑγιαίνοντες πάλιν ἕτεροι. Καθάπερ γὰρ ἐπὶ νευρᾶς, ὅταν ὦσιν οἱ φθόγγοι ἁπαλοὶ καὶ μαλακοὶ, καὶ μὴ 63.207 διατεταμένοι καλῶς, καὶ ἡ τῆς τέχνης ἀρετὴ ὑποτέμνεται, ἀναγκαζομένη δουλεύειν τῇ μαλακίᾳ τῶν νευρῶν· οὕτω καὶ ἐπὶ τοῦ σώματος, πολλὰς ἀπ' αὐτοῦ δέχεται βλάβας καὶ ἡ ψυχὴ, πολλὰς ἀνάγκας. Ὅταν γὰρ πολλῆς δέηται θεραπείας, πικρὰν ὑπομένει τὴν δουλείαν ἐκείνη. ∆ιὸ, παρακαλῶ, ἰσχυρὸν αὐτὸ ἐργαζώμεθα, καὶ μὴ νοσηλεύωμεν. Οὐ πρὸς ἄνδρας μόνον, ἀλλὰ καὶ πρὸς γυναῖκας ὁ λόγος ἐμοί. Τί γὰρ συνεχῶς ἐκλύεις αὐτὸ τῇ τρυφῇ, καὶ ἐξίτηλον ποιεῖς, ὦ γύναι; τί τὴν ἰσχὺν λυμαίνῃ στέασι; τὸ στέαρ χαυνότης ἐστὶ τούτῳ, οὐκ ἰσχύς. Ἐὰν δὲ τούτων ἀποστᾶσα, ἑτέρως ἄγῃς σεαυτήν· τότε καὶ τὸ κάλλος τὸ σωματικὸν προχωρεῖ κατὰ γνώμην, ὅταν ἰσχὺς καὶ εὐεξία παρῇ· ἂν μέντοι μυρίαις αὐτὸ πολιορκῇς νόσοις, οὔτε ἄνθος χρώματος, οὔτε εὐεξία τις ἔσται· ἀεὶ γὰρ ἐν κατηφείᾳ ἔσῃ. δʹ. Ἴστε δὲ ὅτι ὥσπερ οἶκον καλὸν, ἐπειδὰν γελάσῃ ὁ ἀὴρ, λαμπρὸν δείκνυσιν,