1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

150

προβάντων ὁ βασιλεὺς Ἰνδῶν κρατήσας τὴν 459 κεφαλὴν τοῦ πρεσβευτοῦ Ῥωμαίων, δεδωκὼς εἰρήνης φίλημα, ἀπέλυσεν ἐν πολλῇ θεραπείᾳ. κατέπεμψε γὰρ καὶ σάκρας διὰ Ἰνδοῦ πρεσβευτοῦ καὶ δῶρα τῷ βασιλεῖ Ῥωμαίων. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ κατεπέμφθη δέησις παρὰ Γιλδερίχου, ῥηγὸς τῶν Ἀφρῶν, ὡς τυραννήσαντος τοῦ ἰδίου ἐξαδέλφου κατ' αὐτοῦ, καὶ πόλεμον τῶν Μαυρουσίων μετὰ τῶν Ἀφρῶν συμβαλόντων, παρέλαβον πολλὴν αὐτοῦ χώραν, ἐν οἷς παρελήφθη ἡ παρ' αὐτοῖς λεγομένη Τρίπολις καὶ Λεπτωμὰ καὶ Σαβαθὰ καὶ τὸ Βυζάκιν, αἰχμαλωτίσαντες ἐπὶ μονὰς δέκα. καὶ ἐπεστράτευσε κατ' αὐτῶν ὁ αὐτὸς ῥὴξ τῶν Ἀφρῶν Γιλδερίχος πλῆθος ἔχων πολὺ σὺν στρατηγῷ ὀνόματι Γελίμερ· ὅστις συμβαλὼν μετὰ Μαυρουσίων περιεγένετο κατὰ κράτος. καὶ συνάψας φιλίαν μετ' αὐτῶν ἔλαβεν αὐτοὺς εἰς συμμαχίαν, καὶ τυραννήσας εἰσῆλθε κατὰ τοῦ αὐτοῦ Γιλδερίχου ἐν Καρταγένῃ, καὶ συνέλαβεν αὐτὸν καὶ ἀποκλείσας αὐτὸν ἐν οἴκῳ μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν τέκνων αὐτοῦ, φονεύσας καὶ τοὺς συγκλητικούς. καὶ ἔπεμψεν ὁ αὐτὸς Γελίμερ διὰ τοῦ ἰδίου πρεσβευτοῦ δῶρα τῷ βασιλεῖ Ἰουστινιανῷ· καὶ μηνυθέντων τῷ βασιλεῖ Ῥωμαίων ἠγανάκτησε κατ' αὐτῶν ἕνεκεν τοῦ ῥηγὸς τῶν Ἀφρῶν· ἦν γὰρ μαθὼν τὴν γενομένην τυραννίδα κατὰ Γιλδερίχου· καὶ ἀπέλυσεν αὐτοὺς μεθ' ὕβρεως πολλῆς. καὶ ἐκπέμψας μαγιστριανὸν ἐν Ῥώ 460 μῃ πρὸς τὸν ῥῆγα Ἀθαλάριχον, ἔκγονον τοῦ Οὐαλεμεριακοῦ, δηλώσας αὐτῷ τοῦ μὴ δέξασθαι πρεσβευτὰς παρὰ Γελίμερ ἐκπεμπομένους πρὸς αὐτόν, μήτε δὲ τὴν ὀνομασίαν αὐτοῦ εἰς ῥῆγα, διότι ἐστὶ τύραννος. καὶ δεξάμενος τὰ ἐκπεμφθέντα γράμματα παρὰ τοῦ βασιλέως καὶ στοιχήσας, οὐκ ἐδέξατο πρεσβευτὰς παρὰ Γελίμερ τοῦ Ἀφροῦ. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ὁ αὐτὸς βασιλεὺς ἀγωνίσασθαι βουλόμενος κατὰ Περσῶν διὰ γῆς τε καὶ θαλάσσης, ἐκπέμπει στράτευμα τοῦ φυλάξαι ἀτάραχον τὴν πολιτείαν Ῥωμαίων. Τῷ δὲ αὐτῷ χρόνῳ δέησις κατεπέμφθη Ἐφραϊμίῳ πατριάρχῃ παρὰ τῶν ἀπομεινάντων ἐν αἰχμαλωσίᾳ ὑπὸ Ἀλαμουνδάρου Σαρακηνοῦ, ὡς πικραῖς τιμωρίαις δεδέσθαι αὐτούς. τινὰς γὰρ καὶ ἀπεκεφάλισεν ἐξ αὐτῶν, φοβούμενος μήπως καὶ προδοσία ἐξ αὐτῶν γένηται. καί τινες προσπεσόντες αὐτῷ παρεκάλεσαν ὀλίγων ἡμερῶν ἔνδοσιν γενέσθαι αὐτοῖς πρὸς τὸ πέμψαι δέησιν ἐν τῇ Ῥωμαίων πολιτείᾳ τοῦ ἐκπεμφθῆναι χρήματα εἰς ἀνάῤῥυσιν αὐτῶν. καὶ ταῦτα ἀκούσας Ἀλαμούνδαρος, χαίρων, φησί, παρεκλήθη· καὶ δεδωκὼς προθεσμίαν ἡμερῶν ἑξήκοντα, ἀντιφωνήσαντος ὑπὲρ αὐτῶν Ταϊζάνου τοῦ ἀρχιφύλου Σαρακηνῶν, καὶ τῆς δεήσεως ἐκπεμφθείσης, ἀνεγνώσθη ἐν Ἀντιοχείᾳ, καὶ μετὰ δακρύων πάντες εἰς τὰ λεγόμενα γαζοφυλάκια ἐν ἑκάστῃ ἐκκλησίᾳ καθ' ὃ ηὐπόρει τις μετεδίδου. ἐν οἷς πρῶτος κατα 461 νυχθεὶς ὁ πατριάρχης σὺν τοῖς κληρικοῖς καὶ τοῖς ἄρχουσιν ἐξ οἰκείας προαιρέσεως μετέδωκαν. καὶ ἀναγνωσθείσης τῆς δεήσεως τῆς παρὰ τῶν αἰχμαλώτων πεμφθείσης, ᾔτησε πᾶς ὁ δῆμος τοῦ ἀχθῆναι πάνδημον· καὶ τοῦ πανδήμου ἀχθέντος καὶ τάπητος ἁπλωθέντος, ἕκαστος καθ' ὃ ηὐπόρει ἔῤῥιπτεν ἐν τῷ τάπητι. καὶ συναχθέντων πάντων καὶ ἐκπεμφθέντων ἀνεῤῥύσθησαν οἱ αἰχμάλωτοι. Τῷ δὲ αὐτῷ χρόνῳ κατεπέμφθη ὁ μάγιστρος Ἑρμογένης ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἕνεκεν τοῦ Περσικοῦ πολέμου· ἦν γὰρ ὁ βασιλεὺς Ῥωμαίων μαθὼν ὅτι στρατηλάτης Περσῶν Ἐξαρὰθ ὀνόματι μετὰ Περσικῆς βοηθείας, ἔχων μεθ' ἑαυτοῦ καὶ βάνδον βασιλικόν, ὥρμησεν ἐπὶ τὰ Ῥωμαϊκά. καὶ Ἀλαμούνδαρος δέ, βασιλίσκος Σαρακηνῶν, μετὰ πολλῆς ἐνόπλου βοηθείας, διὰ τοῦ Κιρκησίου ἐλθὼν ἀνεφάνη εἰς Καλλίνικον, πόλιν τῆς Ὀσδροηνῆς. Καὶ γνοὺς ταῦτα Βελισάριος ὁ στρατηλάτης, ἀπελθὼν εἰς συμμαχίαν τῶν δουκῶν μετὰ χιλιάδων ὀκτώ, ἐν οἷς εὑρέθη καὶ Ἀρέθας ὁ φύλαρχος μετὰ χιλιάδων πέντε. ὁρμήσαντες δὲ οἱ Πέρσαι μετὰ τῶν ἰδίων Σαρακηνῶν νυκτὸς κατεσκήνωσαν πλησίον τοῦ κάστρου Γαββουλῶν,