1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

151

ἔχον παρακείμενον καὶ μικρὸν ποταμόν· καὶ ποιήσαντες ἐκεῖ φοσσᾶτον ἐσκόρπισαν πέριξ τοῦ φοσσάτου τριβόλους σιδηροῦς ἐπὶ πολὺ διάστημα, μίαν ἑαυτοῖς 462 ἐάσαντες εἴσοδον. καὶ ἐλθόντος ὄπισθεν αὐτῶν Σουνίκα τοῦ δουκὸς μετὰ χιλιάδων τεσσάρων, καὶ εὑρηκώς τινας ἐκ τῶν Περσῶν καὶ Σαρακηνῶν πραιδεύοντας τὰ παρακείμενα χωρία καὶ καταδιώξας, ἐφόνευσεν ἐξ αὐτῶν ὀλίγους, συλλαβόμενος καί τινας ἐξ αὐτῶν· οὕστινας ἐξετάσας ἔμαθε περὶ τῶν βεβουλευμένων. Ὁ δὲ μάγιστρος Ῥωμαίων καταλαβὼν τὴν Ἱεράπολιν, καὶ μαθὼν ὅτι εἰς τὰ Ῥωμαϊκὰ ἐσκήνωσαν οἱ Πέρσαι, ἐξελθὼν πρὸς Βελισάριον πλησίον ὄντα τῶν Περσῶν μετὰ Στεφάνου καὶ Ἄψκαλ ἐξάρχων καὶ Σίμμα τοῦ δουκὸς μετὰ χιλιάδων τεσσάρων, ἐπὶ Βαρβαισισσὸν τὴν πόλιν· καὶ ἀγανακτήσαντος Βελισαρίου κατὰ Σουνίκα, διότι αὐθεντήσας ἐπῆλθε τῷ Περσικῷ στρατῷ, καὶ φθάσαντος τοῦ μαγίστρου ἐποίησεν αὐτοὺς γενέσθαι φίλους, προτρεψάμενος ὁρμῆσαι κατὰ Περσῶν. καὶ μεσολαβηθέντων τῶν Περσῶν σὺν τοῖς Σαρακηνοῖς ἐπὶ τὴν κώμην τὴν λεγομένην Βεσελαθὼν καὶ Βατνῶν καὶ τῶν πέριξ πόλεων, καὶ ποιήσαντες οἱ Πέρσαι διὰ ξύλων μηχανήματα καὶ διορύξαντες, ἔστρεψαν τὸ τεῖχος Γαββουλῶν, καὶ εἰσελθόντες ὅσους ηὗρον ἐφόνευσαν, ἐπαρόντες καὶ αἰχμαλώτους. καὶ ἄλλους δὲ τόπους παρέλαβον ποιήσαντες αἰφνιδίους καταδρομάς. Οἱ δὲ Ἀντιοχεῖς ἀκούσαντες τὰ γενόμενα, ἔφυγον ἐπὶ τὴν 463 πάραλον τῆς Συρίας. τῶν δὲ στρατηγῶν Ῥωμαίων δηλωσάντων ἑαυτοῖς τοῦ ἑτοίμως ἔχειν συγκροῦσαι μετ' αὐτῶν· ἦν γὰρ δηλωθὲν ἐκ τῶν Περσῶν τοῦ συναφθῆναι τὸν πόλεμον, καὶ παραλαβόντες πᾶσαν τὴν πραῖδαν, νυκτὸς ἔφυγον· καὶ μαθὼν ταῦτα Βελισάριος καὶ οἱ ἔξαρχοι Ῥωμαίων, ἐπιδιώξαντες κατέλαβον αὐτούς· καὶ στραφέντες οἱ Πέρσαι ἔστησαν, καὶ τάξαντες ἑαυτοὺς ἐσκήνωσαν ἐπὶ τὸ λίμιτον πέραν τοῦ Εὐφράτου βουλευόμενοι. ὁμοίως δὲ καὶ οἱ ἔξαρχοι Ῥωμαίων στρατολογήσαντες ἔστησαν κατέναντι τῶν Περσῶν, κατὰ νώτου ἑαυτῶν τάξαντες τὸν Εὐφράτην, Βελισαρίου ἐπιτρέψαντος τὰ πλοῖα παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ἑστάναι. εἰς δὲ τὸ κατὰ μεσημβρίαν μέρος ἐσκήνωσεν Ἀρέθας μετὰ ∆ωροθέου καὶ Μάμαντος, ἐξάρχων Ἰσαύρων, εἰς δὲ τὸ ἀρκτῷον Σουνίκας καὶ Σίμμας ἔχοντες στρατόν. καὶ τῇ ιθʹ τοῦ ἀπριλλίου ἐν ἁγίῳ σαββάτῳ τοῦ πάσχα ἐγένετο ἡ συμβολὴ τοῦ πολέμου. ὁρμησάντων γὰρ τῶν Περσῶν κατὰ Σουνίκα καὶ Σίμμα, καὶ ἀντιστάντων Ῥωμαίων, δόλῳ δέδωκαν οἱ Πέρσαι νῶτα ἐπὶ τοὺς ἰδίους ἑαυτῶν. καὶ ὑφ' ἓν γενόμενοι Πέρσαι, προσεσχηκότες ὅτι Ῥωμαῖοι κατὰ νώτου ἔχουσι τὸν Εὐφράτην, ὁρμήσαντες σὺν τοῖς Σαρακηνοῖς συνέκρουσαν τὸν πόλεμον, καὶ πολλῶν πεσόντων ἐξ ἀμφοτέρων τῶν μερῶν, ἐν οἷς ἔπεσον ἀπὸ μὲν Περσῶν Ἀνδράζης, χιλίαρχος, καὶ Νααμάν, υἱὸς Ἀλαμουνδάρου, ἐκ δὲ Ῥωμαίων Σαρακηνῶν ἐλήφθη Ἄβροςὀνόματι δούξ· καὶ Στεφανάκιος δὲ πληγεὶς ἔπεσε. τῆς γὰρ 464 ἀμιξίας γενομένης, ὁ Ἄψκαλ εἰς μέσον Περσῶν ὁρμήσας, καὶ τοῦ ἵππου αὐτοῦ πατήσαντος λείψανον, εἰς μέσον αὐτῶν ἀπώλετο· οἱ δὲ Φρύγες ἑωρακότες τὸν ἔξαρχον ἑαυτῶν πεσόντα καὶ τὸ βάνδον αὐτοῦ ὑπὸ Περσῶν συλληφθέντα εἰς φυγὴν ἐτράπησαν, σὺν αὐτοῖς δὲ καὶ οἱ Σαρακηνοὶ Ῥωμαίων. ἄλλοι δὲ ἐπέμειναν σὺν Ἀρέθᾳ μαχόμενοι. ὑπέλαβον δέ τινες ὅτι κατὰ προδοσίαν τῶν φυλάρχων αὐτῶν δέδωκαν νῶτα φανεροὶ τῶν Σαρακηνῶν. Ἴσαυροι δὲ πλησίον αὐτῶν ἑστῶτες καὶ εἰδότες τοὺς Σαρακηνοὺς φεύγοντας, ἔῤῥιψαν ἑαυτοὺς ἐν τῷ Εὐφράτῃ, νομίζοντες περᾶν. Βελισάριος δὲ ἑωρακὼς τὸ γενόμενον, λαβὼν μεθ' ἑαυτοῦ τὸ ἴδιον βάνδον ἀνῆλθεν ἐν πλοίῳ· καὶ περάσας τὸν Εὐφράτην ἦλθεν εἰς Καλλίνικον. συνηκολούθησε δὲ αὐτῷ καὶ ὁ στρατὸς αὐτοῦ· καὶ οἱ μὲν εἰς πλοῖα ἐμβάντες, οἱ δὲ μετὰ τῶν ἵππων ἐκκολυμβῆσαι βουλόμενοι, ἐπλήρωσαν τὸν ποταμὸν λειψάνων. Σουνίκας δὲ καὶ Σίμμας ἐπέμειναν μετὰ Περσῶν μαχόμενοι· καὶ