1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

152

οἱ δύο ἔξαρχοι ἐπιμείναντες μετὰ τοῦ περιλειφθέντος στρατοῦ ἀποβάντες τῶν ἵππων πεζικὴν μάχην ἐμάχοντο γενναίως, καὶ τακτικῶς χρησάμενοι πολλοὺς ἀπώλεσαν ἐκ τῶν Περσῶν. οὐ συνεχώρησαν δὲ αὐτοῖς καταδιῶξαι τοὺς φεύγοντας, ἀλλὰ καὶ μεσολαβήσαντες τρεῖς ἐκ τῶν ἐξάρχων αὐτῶν δύο μὲν ἐφόνευσαν, ἕνα δὲ ζῶντα συνέλαβον τῷ ὀνόματι Ἀμερδάχ, ἄνδρα πολεμικόν, τῆς δεξιᾶς αὐτοῦ ἀπὸ τοῦ ἀγκῶνος τμηθείσης ὑπὸ Σουνίκα. καὶ ἐπέμειναν 465 μαχόμενοι μετὰ τοῦ ἰδίου στρατοῦ· καὶ ἐπιλαβομένης ἑσπέρας, τῶν Περσῶν διωχθέντων ἐπὶ μίλια δύο, οἱ ἔξαρχοι Ῥωμαίων σὺν τῷ στρατῷ εἰσῆλθον εἰς Καλλίνικον πόλιν. καὶ τῇ ἑξῆς ἡμέρᾳ ἡλίου ἀνατείλαντος ἐξῆλθον ἀπὸ Καλλινίκου πόλεως, περάσαντες τὸν Εὐφράτην μετὰ τοῦ ἰδίου στρατοῦ καὶ τῶν πολιτῶν· καὶ ἐσκύλευσαν τὰ λείψανα τῶν Περσῶν. καὶ μαθὼν πάντα τὰ γενόμενα ἐν τῷ πολέμῳ ὁ μάγιστρος, ἐδήλωσε τῷ βασιλεῖ Ῥωμαίων. καὶ ἐντυχὼν τοῖς γράμμασιν ὁ βασιλεὺς Ἰουστινιανός, κελεύσας διὰ γραμμάτων Τζίττᾳ τῷ στρατηλάτῃ πραισέντου, ἐν Ἀρμενίᾳ διάγοντι, καταλαβεῖν τὴν ἀνατολὴν πρὸς συμμαχίαν· ὅστις Τζίττας καὶ Περσικὰς χώρας παρέλαβε. παρελθὼν δὲ διὰ τῶν Ἀρμενίων ὀρέων εἰσῆλθεν εἰς Σαμόσατα· ἐκελεύσθη δὲ καὶ Κωνσταντίολος καταλαβεῖν τὴν ἀνατολήν, γνῶναι τὴν ἀλήθειαν τοῦ πολέμου. καὶ καταλαβόντος αὐτοῦ Ἀντιόχειαν, ἐξώρμησε πρὸς τοὺς ἐξάρχους Ῥωμαίων, ὀφείλων τὴν πᾶσαν ἀλήθειαν μαθεῖν. Ἐν αὐτῷ δὲ τῷ καιρῷ διεδέχθη Ἰουλιανός, ἔπαρχος πραιτωρίων, καὶ ἐγένετο ἀντ' αὐτοῦ Ἰωάννης ὁ Καππάδοξ. Ἐγνώσθη δὲ Ῥωμαίοις ὅτι ἔξαρχοι Περσῶν μετὰ Περσικῆς βοηθείας καὶ Σαρακηνῶν ἦλθαν ἐπὶ τὴν Ὀσδροηνήν, φοσσεύσαντες τὸ κάστρον τὸ λεγόμενον Ἀβγερσᾶτον, τὸ κτισθὲν ὑπὸ Ἀβγάρου, τοπάρχου τῆς Ὀσδροηνῶν πόλεως· εἶχε δὲ παλαιὸν τεῖχος πλίνθινον. Οἱ δὲ ἔνδοθεν φύλακες βέλεσι κατατοξεύσαντες 466 ἐθανάτωσαν ἐκ τῶν Περσῶν ἄνδρας χιλίους· καὶ ἀπορήσαντες βελῶν, σφενδόναις χρησάμενοι πολλοὺς ἐξ αὐτῶν ἐθανάτωσαν. ὅθεν οἱ Πέρσαι στενούμενοι καὶ διαφόροις χρησάμενοι μηχαναῖς, ὀρύξαντες τὸ πλίνθινον τεῖχος τοῦ κάστρου ὑπεισήρχοντο. γνόντες δὲ οἱ ἐκ τοῦ τείχους τὴν γενομένην ὑπὸ βαρβάρων διωρυγήν, κατελθόντες ἐκ τοῦ τείχους τοὺς ὑπεισερχομένους Πέρσας ξίφεσι κατανήλισκον. καὶ γνόντες οἱ Πέρσαι, ἐν τῷ ἀσχολεῖσθαι τοὺς στρατιώτας Ῥωμαίων εἰς τὴν διωρυγὴν λαβόντες σκάλας προσήγγισαν τῷ τείχει νυκτός· καὶ εἰσελθόντες παρέλαβον τὸ κάστρον καὶ πάντας ἀνεῖλον· τινὲς δὲ ἐκφυγεῖν δυνηθέντες ἀπήγγειλαν τὰ γενόμενα· κἀκεῖθεν οἱ Πέρσαι ἐξορμήσαντες ἀνεχώρησαν εἰς τὰ Περσικά. Καὶ μαθὼν Κωνσταντίολος τὰ συμβάντα παρὰ τοῦ μαγίστρου καὶ τῶν λοιπῶν ἐξάρχων, ἐξώρμησεν ἐν Βυζαντίῳ, καὶ ἀνήγαγε τὰ συμβάντα τῷ βασιλεῖ. ἀκηκοὼς δὲ παρὰ Κωνσταντιόλου τὰ περὶ τῆς συμβολῆς τοῦ πολέμου, διεδέξατο μὲν Βελισάριον τῆς στρατηλασίας, προαγαγὼν δὲ Μοῦνδον ἐποίησεν αὐτὸν στρατηλάτην ἀνατολῆς. τῷ δὲ ἰουνίῳ μηνὶ τῶν στρατηλατῶν Ῥωμαίων κατὰ Περσῶν εὐτρεπιζομένων, Ἀλαμούνδαρος ὁ τῶν Σαρακηνῶν βασιλίσκος γράψας Ῥωμαίοις διὰ Σέργιόν τινα διάκονον ὥστε πεμφθῆναι αὐτὸν πρὸς αὐτόν, ἵνα δι' αὐτοῦ μηνύσῃ τῷ βασιλεῖ Ῥωμαίων πάκτα εἰρήνης. καὶ Σεργίου καταπεμφθέντος πρὸς τὸν βασιλέα Ῥωμαίων μετὰ καὶ τῶν γραμμά 467 των τῶν ὑπὸ Ἀλαμουνδάρου πεμφθέντων, καὶ ἐντυχὼν τοῖς γράμμασιν ὁ αὐτὸς βασιλεύς, οὐκ ἐπαύσατο ἐπιστρατεύειν κατὰ Περσῶν. καὶ πέμψας Ῥουφῖνον ἐν Περσίδι πρεσβευτήν, γράψας αὐτῷ τοῦ ἀγαπῆσαι φιλίαν· τιμὴ γάρ ἐστι καὶ δόξα ποιῆσαι τὰς δύο πολιτείας ἐν εἰρήνῃ διάγειν· εἰ δὲ μὴ τοῦτο ποιήσει, τὴν Περσικὴν γῆν δι' ἐμαυτοῦ καταλήψομαι. Ἐν ταὐτῷ δὲ κατεπέμφθη καὶ Σέργιος διάκονος πρὸς Ἀλαμούνδαρον βασιλέα μετὰ δώρων βασιλικῶν. ἐν αὐτῷ δὲ