1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

154

πύργον ὑψηλὸν διὰ ξύλων μηχανησάμενοι οὐδὲν ἠδυνήθησαν ὠφελῆσαι· ἦν γὰρ ἐκεῖσε φοσσευθεὶς ἀνὴρ σοφός, ὅστις ἀντιμηχανησάμενος ταῖς τῶν Περσῶν ἐπιβουλαῖς, ποιήσας ἔσωθεν ὑψηλότερον πύργον, καὶ τῶν Περσῶν ἐκ τοῦ πύργου ἔξωθεν μαχομένων, τῶν δὲ Ῥωμαίων ἔσωθεν ἐκ τοῦ πύργου ἀντιμαχομένων, κίων ἀπελύθη ὑπὸ μηχανήματος καὶ πάντα κατέστρεψεν ἕως ἐδάφους, καὶ Πέρσας δὲ πολλοὺς συναπώλεσεν. ὡς οὖν εἶδον τὸ γεγονὸς οἱ λοιποὶ Πέρσαι, φθειρόμενοι καὶ ἀκηκοότες ὡς Ζίττα στρατηλάτου Ῥωμαίων κατερχομένου πρὸς βοήθειαν τῶν ὄντων ἐν τῷ καστελλίῳ, ἀνεχώρησαν οἱ αὐτοὶ Πέρσαι, φοβούμενοι μήπως καὶ κυκλευθῶσιν. ἀκούσας δὲ ταῦτα ὁ βασιλεὺς Ἰουστινιανὸς διεκώλυσε τοὺς ἑαυτοῦ πρεσβευτὰς τοῦ εἰσελθεῖν ἐν Περσίδι ἄχρι δευτέρας αὐτοῦ μηνύσεως, ἀλλ' ἔμειναν εἰς τὸ Ῥωμαϊκὰ σὺν τοῖς δώροις. Ὁ δὲ αὐτὸς βασιλεὺς κατέπεμψεν ἐν πάσαις ταῖς πόλεσι νόμους ἕνεκεν τῶν δικαζομένων περὶ τῶν παρεχομένων δαπανημάτων ἐν ταῖς διαγνώσεσιν, ὁμοίως δὲ καὶ περὶ τῶν παρεχομένων σπορτούλων, θεσπίσας μηδένα τολμᾶν λαμβάνειν περαιτέ 471 ρω τῆς παρ' αὐτοῦ τυπωθείσης ποσότητος. ἐν δὲ τῇ Ἀντιοχέων πόλει ἐν τίτλοις σανίδων ἐπεγράφη δι' Ἑλληνικῶν γραμμάτων. ἐν ταὐτῷ δὲ καὶ τὸ θέατρον τῆς πόλεως ἐχρημάτισε. Τῇ δὲ ὀγδόῃ τοῦ σεπτεμβρίου μηνὸς ὁ βασιλεὺς Περσῶν Κωάδης, ἀκηκοὼς τὰ συμβάντα Πέρσαις κακὰ ὑπὸ Ῥωμαίων, καὶ αἰφνίδιον παρεθεὶς τὰ δεξιὰ μέρη, καὶ ἀγαγὼν τὸν δεύτερον αὐτοῦ υἱὸν Χοσδρόην, ἀνηγόρευσε βασιλέα, ἐπιθεὶς αὐτῷ στέφανον τῇ κορυφῇ· καὶ ἀῤῥωστήσας ἡμέρας πέντε ὁ τῶν Περσῶν βασιλεὺς Κωάδης τελευτᾷ, ὢν ἐνιαυτῶν πβʹ καὶ μηνῶν τριῶν· ἐβασίλευσε δὲ ἔτη μγʹ καὶ μῆνας δύο. Ὅτε δὲ ἀνηγορεύθη βασιλεὺς Περσῶν Χοσδρόης, ἐδήλωσε τοῖς πρεσβευταῖς Ῥωμαίων διὰ Περσοῦ μαγιστριανοῦ εἰσελθεῖν ἐν τοῖς Περσικοῖς καὶ ποιῆσαι εἰρήνης πάκτα μεταξὺ Ῥωμαίων τε καὶ Περσῶν· τῶν δὲ πρεσβευτῶν Ῥωμαίων μὴ ἀνασχεθέντων εἰσελθεῖν εἰς τὰ Περσικὰ δίχα κελεύσεως βασιλικῆς, ἀπολογούμενοι, Οὐ τολμῶμεν τὰ πρὸς ὑμᾶς καταφθάσαι, καὶ γνοὺς ταῦτα ὁ Περσῶν βασιλεύς, γράψας ἐπιστολὴν ἔπεμψε πρὸς τὸν βασιλέα Ἰουστινιανόν, αἰτῶν ἐπιτραπῆναι τοὺς πρεσβευτὰς Ῥωμαίων εἰσελθεῖν ἐν Περσίδι καὶ πάκτα ποιῆσαι. καὶ γράψας φιλικὴν ἐπιστολὴν ὁ βασιλεὺς Περσῶν, ἀπέστειλε διὰ Ἑρμογένους μαγίστρου· ἥντινα μήνυσιν δεξάμενος ὁ βασιλεὺς Ῥωμαίων ἀντέγραψεν, Ἡμεῖς οὐκ ἐπιτρέπομεν τοῖς ἡμετέροις πρεσβευ 472 ταῖς πρὸς ὑμᾶς καταλαβεῖν· οὔτε γὰρ ἐπιστάμεθά σε βασιλέα Περσῶν. Καὶ αὐτῷ τῷ χρόνῳ ὁ βασιλεὺς Περσῶν τοὺς ὄντας ὑπὸ τὴν αὐτοῦ πολιτείαν Μανιχαίους ἐκέλευσε θρησκεύειν ὡς βούλονται. οἱ δὲ μάγοι Περσῶν, λυπηθέντες ἐπὶ τῷ συμβάντι, βουλευσάμενοι μετὰ τῶν συγκλητικῶν ἠβουλήθησαν ἐκβαλεῖν αὐτὸν τῆς βασιλείας καὶ ποιῆσαι ἀντ' αὐτοῦ τὸν ἀδελφὸν αὐτοῦ. καὶ γνοὺς ταῦτα ὁ βασιλεὺς Περσῶν, τὸν μὲν ἀδελφὸν αὐτοῦ ἀπεκεφάλισε, συγκλητικοὺς δὲ καὶ μάγους φονεύσας γράφει τῷ βασιλεῖ Ῥωμαίων ἐπιστολὴν περιέχουσαν τριῶν μηνῶν ἔνδοσιν πολέμου. καὶ ἀντέγραψεν ὁ Ῥωμαίων βασιλεὺς τῷ μαγίστρῳ τοῦ δέξασθαι τὴν τῶν τριῶν μηνῶν ἔνδοσιν καὶ δοῦναι ὁμήρους καὶ λαβεῖν ἀπὸ Περσῶν, κελεύσας Στρατηγίῳ καὶ Ῥουφίνῳ τοῖς πρεσβευταῖς ἀνελθεῖν ἐν Βυζαντίῳ. Καὶ αὐτῷ τῷ χρόνῳ Οὗννοι Σάβηρες περάσαντες διὰ τῶν Κασπίων πυλῶν ἀνεφάνησαν ἐν τοῖς Ῥωμαϊκοῖς μέρεσι, πραιδεύοντες ἐπὶ τὴν Ἀρμενίων χώραν· καὶ ἁπλώσαντες ἑαυτοὺς κατέσχον ἕως τῆς Εὐφρατησίας καὶ τῆς δευτέρας Κιλικίας καὶ τῶν Κυρηστικῶν. καὶ γνοὺς τοῦτο ὁ βασιλεὺς Ῥωμαίων, μεταστειλάμενος τὸν πατρίκιον Ῥουφῖνος ἐκέλευσεν αὐτῷ ἐξελθεῖν ἐπὶ τὰ ἀνατολικὰ μέρη καὶ μαθεῖν εἰ ἀπὸ τοῦ βασιλέως Περσῶν ἦλθον κατὰ Ῥωμαίων. καὶ ἐξελθὼν Ῥουφῖνος καὶ μηνύσας τῷ βασιλεῖ Περσῶν, εὗρεν ὅτι οὐ κατὰ γνώμην τοῦ βασιλέως Περσῶν οἱ αὐτοὶ Οὗννοι