1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

156

αὐτὸν ἐν τῷ λεγομένῳ φόρῳ Κωνσταντίνου· καὶ στήσαντες αὐτὸν ἐν ὕψει εἰς τοὺς βαθμοὺς καὶ ἀφειλάμενοι ἐκ τοῦ παλατίου σίγνα καὶ μανιάκιον χρυσοῦν, περιέθηκαν αὐτῷ ἐν τῇ κεφαλῇ. καὶ λαβόντες αὐτὸν ἀπήγαγον ἐν τῷ Ἱππικῷ, βουλόμενοι ἀναγάγαι αὐτὸν ἐν τῷ βασιλικῷ καθίσματι. ἔσπευδε γὰρ τὸ πλῆθος φορεσίαν βασιλικὴν ἐκβάλαι αὐτῷ ἐκ τοῦ παλατίου· ἦν γὰρ μαθὼν ὁ Ὑπάτιος ὅτι ὁ βασιλεὺς ἀνεχώρησε· καὶ καθεσθεὶς ἐν τῷ καθίσματι μετὰ θράσους ἐτυράννει. 476 Ἀνελθόντων δὲ διὰ τοῦ καθίσματος ὄπισθεν Μούνδου καὶ Κωνσταντιόλου καὶ Βελισαρίου καὶ ἄλλων συγκλητικῶν καὶ βοηθείας ἐνόπλου, λαθραίως ἐξελθὼν Ναρσὴς κουβικουλάριος καὶ σπαθάριος ὑπέκλεψέ τινας τοὺς τοῦ Βενέτου μέρους, ῥογεύσας αὐτοῖς χρήματα. καὶ στασιάσαντές τινες ἐκ τοῦ πλήθους ἔκραζον Ἰουστινιανὸν βασιλέα τῇ πόλει· διχονοῆσαν δὲ τὸ πλῆθος ὥρμησαν κατ' ἀλλήλων. τῶν δὲ στρατηλατῶν εἰσελθόντων μετὰ βοηθείας ἐν τῷ ἱπποδρομίῳ, ἐξ ἀμφοτέρων τῶν εἰσόδων ἤρξαντο κόπτειν τὰ πλήθη· καὶ ἄλλοι μὲν ἐτόξευον, ἕτεροι δὲ κατέσφαζον. κρυφῇ δὲ ἐξελθὼν Βελισάριος τὸν μὲν Ὑπάτιον καὶ Πομπήιον χειρὶ συνελάβετο, καὶ εἰσήγαγεν αὐτοὺς τῷ βασιλεῖ Ἰουστινιανῷ. καὶ προσέπεσαν ὑπὸ τοὺς πόδας τοῦ αὐτοῦ βασιλέως ἀπολογούμενοι καὶ λέγοντες, ∆έσποτα, πολὺς ἡμῖν κόπος ἐγένετο ὥστε συναγάγαι τοὺς ἐχθροὺς τοῦ κράτους ὑμῶν ἐν τῷ Ἱπποδρομίῳ. καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς ὁ βασιλεὺς εἶπε, Καλῶς μὲν πεποιήκατε· εἰ δὲ ἐπείθοντο ὑμῖν προστατοῦσι, διὰ τί μὴ τοῦτο ἐποιήσατε πρὸ τοῦ καυθῆναι πᾶσαν τὴν πόλιν; καὶ ἐπιτραπέντες οἱ σπαθάριοι ὑπὸ τοῦ βασιλέως παρέλαβον καὶ ἀπέκλεισαν Ὑπάτιον καὶ Πομπήιον. οἱ δὲ ἐν τῷ ἱπποδρομίῳ σφαγέντες ἦσαν χιλιάδες τριάκοντα πέντε μικρῷ πλέον ἢ ἔλασσον. καὶ τῇ ἐπαύριον ἐσφάγησαν Ὑπάτιος καὶ Πομπήιος, καὶ ἐῤῥίφησαν τὰ λείψανα αὐτῶν ἐν θαλάσσῃ. ὁ δὲ αὐτὸς βασιλεὺς ἐσήμανε τὴν ἑαυτοῦ νίκην ἐν πάσαις ταῖς πόλεσι καὶ τὴν ἀναίρεσιν 477 τῶν τυράννων, ἐπιβαλλόμενος κτίζειν τοὺς καυθέντας τόπους. ἔκτισε δὲ πλησίον τοῦ παλατίου καὶ ὡρεῖον καὶ κιστέρνας ὑδάτων διὰ τὸ ἐν περιστάσεσιν ἔχειν ἀπόθετα. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἐξῆλθε Ῥουφῖνος ἐν τοῖς Περσικοῖς μέρεσι μετὰ θείων ὑπομνηστικῶν τοῦ ποιῆσαι μετὰ Περσῶν πάκτα εἰρήνης. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ καὶ πρεσβευτὴς Ἰνδῶν μετὰ δώρων κατεπέμφθη ἐν Κωνσταντινουπόλει. καὶ αὐτῷ τῷ χρόνῳ Ἰωάννης ὁ Καππάδοξ ἐγένετο ἔπαρχος πραιτωρίων. Καὶ ἐν αὐτῷ τῷ χρόνῳ ἐγένετο δρόμος ἀστέρων πολὺς ἀπὸ ἑσπέρας ἕως αὔγους, ὥστε πάντας ἐκπλήττεσθαι καὶ λέγειν ὅτι Οὐδέποτε οἴδαμεν τοιοῦτόν τι γεγονός. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ὑπέστρεψαν ἐκ τῶν Περσικῶν Ἑρμογένης καὶ Ῥουφῖνος, ἐπιφερόμενοι μεθ' ἑαυτῶν καὶ πάκτα εἰρήνης τῶν δύο πολιτειῶν Ῥωμαίων τε καὶ Περσῶν τῶν δύο πολιτειῶν ἄχρι τῆς τῶν ἀμφοτέρων ζωῆς, ἀναδοθέντων μὲν Πέρσαις τὸ μέρος τῶν Φαραγγίων μετὰ πάντων τῶν αἰχμαλώτων, Ῥωμαίοις δὲ τὰ κάστρα τὰ περιληφθέντα ὑπὸ Περσῶν σὺν τοῖς παραληφθεῖσι, συνθεμένων τῶν δύο βασιλέων καὶ ὀνομασάντων ἐν τοῖς πάκτοις ἑαυτοὺς ἀδελφοὺς εἶναι κατὰ τὸ ἀρχαῖον ἔθος, καὶ ἵνα εἴ τις δεηθῇ ἑαυτῶν ἢ χρημάτων ἢ σωμάτων εἰς συμμαχίαν, ἀφιλονείκως παράσχωσι. καὶ τούτων προβάντων, ἀνε 478 χώρησαν τὰ ἀμφότερα ἐξπέδιτα, Ῥωμαίων τε καὶ Περσῶν, τοῦ πολέμου κατασχόντος λʹ καὶ ἕνα ἐνιαυτὸν ἀφ' οὗ ἦν ἀνελθὼν ἐν τοῖς Ῥωμαϊκοῖς Κωάδης ὁ Περσῶν βασιλεὺς πολεμῶν, ὡς προγέγραπται ἐπὶ τῆς βασιλείας Ἀναστασίου, καὶ τὴν παράληψιν Ἀμίδης, ὡς προγέγραπται, καὶ τὴν πρὸς Ῥωμαίους ἀποκατάστασιν τῆς αὐτῆς πόλεως Ἀμίδης καὶ τοὺς μερικοὺς πολέμους τῶν Σαρακηνῶν ἐπιδρομῶν. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ γέγονε σεισμὸς ἐν Βυζαντίῳ ἑσπέρας βαθείας, ὥστε πᾶσαν τὴν πόλιν συναχθῆναι ἐν τῷ λεγομένῳ φόρῳ Κωνσταντίνου, ἐν λιταῖς καὶ δεήσεσι καὶ ἀγρυπνίαις συναγόμενοι. Ἐν