1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

157

αὐταῖς δὲ ταῖς ἡμέραις ὁ αὐτὸς βασιλεὺς Ἰουστινιανὸς ἐν ἑκάστῃ πόλει κατέπεμψε θείας προστάξεις περιεχούσας οὕτως. Ἤδικτον περιέχον περὶ τῆς ὀρθοδόξου πίστεως καὶ κατὰ ἀσεβῶν αἱρετικῶν. καὶ προετέθη ἐν ἑκάστῃ πόλει ἐν ταῖς ἐκκλησίαις. Καὶ μετ' οὐ πολὺ σεισμὸς ἐγένετο φοβερὸς ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀβλαβής. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἔῤῥιψε καὶ τὴν τρίτην ὑπατείαν ὁ αὐτὸς βασιλεύς, ἀνακαλεσάμενος τοὺς πατρικίους Ὀλύβριον καὶ Πρόβον, ὄντας ἐν ἐξορίᾳ, δεδωκὼς αὐτοῖς πάντα τὰ ὑπάρχοντα αὐτῶν. Ἰνδικτιῶνος ιβʹ παρελήφθη ὁ ῥὴξ Ἀφρικῆς μετὰ τῆς αὐτοῦ 479 γυναικὸς ὑπὸ Βελισαρίου· καὶ εἰσηνέχθησαν ἐν Κωνσταντινουπόλει. καὶ ἱπποδρομίου ἀγομένου εἰσηνέχθησαν αἰχμάλωτοι μετὰ καὶ τῶν λαφύρων. Τῷ αὐτῷ δὲ χρόνῳ ἔπεσεν ἡ στήλη Ἰουλιανοῦ τοῦ παραβάτου ἡ σταθεῖσα μέσον τοῦ Ἰουλιανοῦ λιμένος· καὶ ἔπηξαν ἀντὶ τῆς αὐτῆς στήλης σταυρόν. Καὶ μετὰ τὴν ὑπατείαν Βελισαρίου ἐγένετο σύνοδος ἐν Κωνσταντινουπόλει ὑπὸ τοῦ ἐπισκόπου Ῥώμης Ἀγαπητοῦ· καὶ καθῆρεν Ἀνθέμιον τὸν πατριάρχην Κωνσταντινουπόλεως. καὶ ἐν τῷ αὐτῷ ἔτει τελευτᾷ ἐν Βυζαντίῳ ὁ ἐπίσκοπος Ῥώμης· καὶ γέγονε πατριάρχης ἐν Κωνσταντινουπόλει Μηνᾶς ὁ ἀπὸ ξενοδόχων τῶν Σαμψών. Ἐν δὲ τῇ ὑπατείᾳ Ἰωάννου τοῦ Καππάδοκος ἐπήρθησαν αἱ ἐκκλησίαι τῶν Ἀρειανῶν. Καὶ τῷ αὐτῷ χρόνῳ ἐπληρώθη ἡ χαλκῆ τοῦ παλατίου Κωνσταντινουπόλεως, κοσμηθεῖσα διαφόροις μαρμάροις καὶ μουσίῳ. μετηνέχθη δὲ καὶ τὸ ὡρολογεῖον τὸ πλησίον τοῦ Αὐγουστίου καὶ τῆς βασιλικῆς. περιῃρέθη δὲ τῷ αὐτῷ χρόνῳ ἡ τοῦ νυκτεπάρχου ἀρχή, καὶ ἐγένετο ἀντ' αὐτοῦ πραίτωρ. καὶ τῷ αὐτῷ ἔτει προεβλήθη κοιαίστωρ. Ἐν αὐτῇ δὲ τῇ ὑπατείᾳ γέγονε τὰ ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας. Μηνὶ ἰουνίῳ ἰνδικτιῶνος γʹ παρελήφθη Ἀντιόχεια ἡ μεγά 480 λη ὑπὸ Χοσρόου, βασιλέως Περσῶν. καὶ ἐπέμφθη εἰς τὸ πολεμῆσαι Γερμανὸς ζωσθεὶς στρατηλάτης μετὰ καὶ τοῦ ἰδίου αὐτοῦ υἱοῦ Ἰουστίνου. καὶ μηδὲν ὠφελήσας ἐκάθητο ἐν Ἀντιοχείᾳ, ἀγοράζων τὸν ἄργυρον νομισμάτων βʹ ἢ τριῶν τὴν λίτραν ἐκ τῶν αὐτῶν Ἀντιοχέων. Ὁ δὲ βασιλεὺς Περσῶν εἰσῆλθε καὶ ἐν Ἀπαμείᾳ καὶ ἐν ἑτέραις πόλεσι τῆς ἀνατολῆς. Καὶ τῷ αὐτῷ χρόνῳ κατεπέμφθη Βελισάριος ἐν Ῥώμῃ· καὶ πολεμήσας παρέλαβε τήν τε Ῥώμην καὶ Σικελίαν καὶ τὰς πέριξ πόλεις κρατουμένας ὑπὸ Οὐιττιγή, ῥηγὸς τῶν Γότθων. καὶ πολεμήσας, καὶ παραλαβὼν τὸν αὐτὸν Οὐιττιγὴν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὸν υἱὸν αὐτοῦ, ἤγαγεν ἐν Βυζαντίῳ. Καὶ μετ' ὀλίγον καιρὸν ὁ αὐτὸς βασιλεὺς ἔπεμψε Ναρσὴν τὸν κουβικουλάριον μετὰ πολλῆς βοηθείας ἐν Ῥώμῃ κατὰ τῶν αὐτῶν Γότθων. Μηνὶ αὐγούστῳ ἀπεζώσθη Ἰωάννης ὁ ἐπίκλην Καππάδοξ, δὶς διανύσας τὴν τῶν ἐπάρχων ἀρχήν. καὶ δημευθεὶς ἐπέμφθη ἐν Κυζίκῳ, κληρωθεὶς διάκονος ἐν Ἀρτάκῃ· κἀκεῖσε φρατριάσας μετά τινων κτητόρων ἀνεῖλον Εὐσέβιον τὸν ἐπίσκοπον τῆς αὐτῆς Κυζικηνῶν πόλεως. μαθὼν δὲ ὁ βασιλεὺς καὶ ἀγανακτήσας κατὰ τοῦ αὐτοῦ Ἰωάννου, πέμψας ἐξήτασεν αὐτὸν ἐκεῖ διὰ τὸν γενόμενον φόνον. καὶ κατὰ κέλευσιν τοῦ αὐτοῦ 481 βασιλέως ἐκεῖθεν ἐξωρίσθη ἐν Ἀντίνῳ. καὶ μετὰ χρόνον ἀνακληθεὶς τελευτᾷ ἐν Βυζαντίῳ. Ἰνδικτιῶνος εʹ συνέβη γενέσθαι τοιοῦτον πρᾶγμα. γυνή τις καταμένουσα πλησίον τῆς λεγομένης Χρυσῆς πόρτας κρεμασθεῖσα ἐν μιᾷ νυκτὶ ἐφλυάρησε πολλά, ὥστε συνδραμεῖν τὰ πλήθη Κωνσταντινουπόλεως καὶ ἀπελθεῖν λιτανεύοντα εἰς τὸν ἅγιον ∆ιομήδην εἰς Ἱερουσαλὴμ καὶ καταγαγεῖν τὴν γυναῖκα ἐκ τοῦ οἴκου αὐτῆς καὶ εἰσαγαγεῖν εἰς τὴν ἐκκλησίαν τοῦ ἁγίου ∆ιομήδους· ἔλεγε γὰρ ὅτι μετὰ τρεῖς ἡμέρας ἀνέρχεται ἡ θάλασσα καὶ πάντας λαμβάνει. καὶ πάντων λιτανευόντων καὶ κραζόντων τὸ Κύριε ἐλέησον· ἠκούετο γὰρ ὅτι καὶ πόλεις πολλαὶ κατεπόθησαν. τότε δὲ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Ἀλεξανδρείᾳ θνῆσις ἀνθρώπων γέγονεν. ὁ δὲ αὐτὸς βασιλεὺς πέμψας Ναρσὴν τὸν