1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

159

λιθοβοληθήσεται, καὶ (οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον), Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος. Τί θαυμαστὸν εἰ περὶ τοῦ λαοῦ τοιαῦτα παθεῖν διαλέγεται, ὅπου καὶ αὐτὸς ὁ εἰς τὸν γνόφον εἰσελθὼν, οὗ ἦν ὁ Θεὸς, φησὶν, Ἔμφοβός εἰμι καὶ ἔντρομος; Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Ὅρα διὰ πόσων ἔδειξε τὸ ὑπερέχον τῆς Καινῆς πρὸς τὴν Παλαιάν. Ἀντὶ γὰρ τῆς κάτω Ἱερουσαλὴμ ἡ ἐπουράνιος· Προσεληλύθατε γὰρ, φησὶ, πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· ἀντὶ Μωϋσέως ὁ Ἰησοῦς· Καὶ διαθήκης, φησὶ, νέας μεσίτῃ Ἰησοῦ· ἀντὶ δὲ τοῦ λαοῦ πάν 63.220 τες οἱ ἄγγελοι· Καὶ μυριάσιν ἀγγέλων πανηγύρει, φησί. Τίνας δὲ πρωτοτόκους καλεῖ λέγων, Καὶ Ἐκκλησίᾳ πρωτοτόκων; Πάντας τοὺς χοροὺς τῶν πιστῶν. Τοὺς αὐτοὺς δὲ καὶ πνεύματα δικαίων τετελειωμένων λέγει. Μὴ τοίνυν ἀσχάλλετε· μετὰ τούτων ἔσεσθε, φησί. Τί ἐστιν ὃ λέγει, Αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ; τὸ γὰρ τοῦ Ἄβελ ἐλάλησε; Ναί· καὶ πῶς, ἄκουε Παύλου λέγοντος, Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε, δι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος· καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ. Τοῦτο καὶ ὁ Θεὸς δείκνυσι λέγων· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Ἢ τοῦτο τοίνυν ἔστιν εἰπεῖν, ἢ ὅτι ἔτι καὶ νῦν ᾄδεται· ἀλλ' οὐχ οὕτως ὡς τὸ τοῦ Χριστοῦ· τοῦτο γὰρ πάντας ἐκάθηρε, καὶ φωνὴν ἀφίησι λαμπροτέραν καὶ εὐσημοτέραν, ὅσῳ μείζονα τὴν μαρτυρίαν ἔχει τὴν διὰ τῶν πραγμάτων. Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον, τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανοῦ ἀποστρεφόμενοι. Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε· νῦν δὲ ἐπήγγελται, λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ, Ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. ∆ιὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν, δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. Φοβερὰ ἐκεῖνα, ἀλλὰ πολλῷ ταῦτα θαυμασιώτερα καὶ λαμπρότερα· οὐ γὰρ σκότος ἐνταῦθα, οὐδὲ γνόφος, οὐδὲ θύελλα, ὥσπερ ἐκεῖ. Καὶ τίνος ἕνεκεν διὰ πυρὸς ὤφθη τότε ὁ Θεός; Ἐμοὶ δοκεῖ δι' ἐκείνων αἰνίττεσθαι τὸ ἀσαφὲς τῆς Παλαιᾶς, καὶ τὸ συνεσκιασμένον τοῦ νόμου καὶ τὸ συγκεκαλυμμένον· ἄλλως δὲ, ἵνα δείξῃ ὅτι ὁ νομοθέτης φοβερὸς ὀφείλει εἶναι, καὶ κολαστικὸς τοῖς παραβαίνουσι. βʹ. Τί δὲ οἱ ἦχοι τῆς σάλπιγγος; Εἰκότως, ἅτε ὡς βασιλέως τινὸς παρόντος. Τοῦτο γοῦν καὶ ἐπὶ τῆς δευτέρας ἔσται παρουσίας· Σαλπίσει γὰρ, φησὶ, καὶ πάντες ἀναστησόμεθα. Ὥστε τῇ τοῦ Θεοῦ δυνάμει πάντων ἡ ἀνάστασις ἔσται. Ἡ δὲ φωνὴ τῆς σάλπιγγος οὐδὲν ἕτερον, ἀλλ' ἢ τοῦτο δηλοῖ, ὅτι πάντας ἐγηγέρθαι δεῖ. Ἀλλὰ τότε μὲν ἦσαν ἐκεῖνα αἰσθητὰ, καὶ ὄψεις, καὶ φωναί· τὰ δὲ μετὰ ταῦτα πάντα, νοητὰ καὶ ἀόρατα. Καὶ τὸ μὲν πῦρ τοῦτο δηλοῖ, ὅτι ὁ Θεὸς πῦρ ἐστι. Πῦρ γὰρ, φησὶν, ὁ Θεὸς ἡμῶν καταναλίσκον· ὁ δὲ γνόφος καὶ τὸ σκότος καὶ ὁ καπνὸς πάλιν τὸ φοβερὸν ἐμφαίνει. Οὕτω καὶ ὁ Ἡσαΐας φησί· Καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Καὶ ἡ θύελλα τί βούλεται; Ῥᾴθυμον τὸ γένος τὸ ἀνθρώπινον ἦν· ἔδει τοίνυν αὐτὸ διανίστασθαι τούτοις. Οὐδεὶς γὰρ οὕτω νωθὴς, ὃς οὐκ ἄνω τὴν διάνοιαν εἶχε γινομένων τούτων καὶ νομοθετουμένων· Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ· ἔδει γὰρ τοῦ Θεοῦ φέρεσθαι τὴν φωνήν. Ἐπεὶ δὲ διὰ Μωϋσέως ἔμελλε νομοθετεῖν, διὰ τοῦτο ἀξιόπιστον αὐτὸν ποιεῖ. Οὐχ ἑώρων αὐτὸν διὰ τὸν γνόφον, οὐκ ἤκουον αὐτοῦ διὰ τὸ ἰσχνόφωνον. Τί οὖν; Ἀποκρίνεται ὁ Θεὸς φωνῇ φθεγγόμενος, 63.221 ὥσπερ καὶ δημηγορῶν, καὶ ἐξακουστὰ ποιῶν τὰ νομοθετούμενα. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα· Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ καὶ