160
σάλπιγγος ἤχῳ, φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο, φησὶ, μὴ προστεθῆναι αὐτοῖς τὸν λόγον. Ἄρα αὐτοὶ γεγόνασιν αἴτιοι τοῦ διὰ σαρκὸς φανῆναι τὸν Θεόν. Τί δὲ καὶ ἔλεγον; Λαλείτω ἡμῖν Μωϋσῆς, καὶ μὴ λαλείτω ἡμῖν ὁ Θεός. Οἱ τὰς συγκρίσεις ποιοῦντες, μᾶλλον ἐκεῖνα αἴρουσιν, ἵνα ταῦτα πολλῷ μείζονα δείξωσιν· ἐγὼ δὲ κἀκεῖνα ἡγούμενος θαυμαστὰ (Θεοῦ γὰρ ἔργα, καὶ τῆς αὐτοῦ δυνάμεως ἀπόδειξις), ὅμως καὶ ταύτῃ κρείττονα καὶ θαυμασιώτερα τὰ ἡμέτερα δείκνυμι. ∆ιπλῇ γὰρ μεγάλα· ὅτι τε λαμπρὰ καὶ ὅτι μείζονα ὄντα, εὐπρόσιτα μᾶλλόν ἐστι καὶ ἡμερώτερα. Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων φησί· Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, καὶ οὐχ ὡς Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ πρόσωπον αὐτοῦ. Οὐκ ἠξιώθησαν, φησὶν, ὧν ἡμεῖς ἐκεῖνοι. Τίνος γὰρ κατηξιώθησαν; σκότος εἶδον, γνόφον, φωνῆς ἤκουσαν. Ἀλλὰ καὶ σὺ φωνῆς ἤκουσας, οὐ διὰ γνόφου, ἀλλὰ διὰ σαρκός· οὐ διεταράχθης οὐδὲ διεθορυβήθης, ἀλλὰ καὶ ἔστης καὶ διελέχθης τῷ μεσίτῃ. Ἄλλως δὲ, καὶ τὸ ἀόρατον δείκνυσι διὰ τοῦ σκότους. Καὶ γνόφος, φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ. Τότε καὶ Μωϋσῆς ἔδεισε, νυνὶ δὲ οὐδείς· κάτω εἱστήκει ὁ λαὸς τότε, ἡμεῖς δὲ οὐκ ἐσμὲν κάτω, ἀλλὰ τοῦ οὐρανοῦ ἀνώτεροι, ἐγγὺς τοῦ Θεοῦ ὡς υἱοὶ, ἀλλ' οὐχ ὡς Μωϋσῆς. Ἐκεῖ ἔρημος ἦν, ἐνταῦθα πόλις, καὶ μυριάσιν ἀγγέλων πανηγύρει· ἐνταῦθα τὴν χαρὰν δείκνυσι καὶ τὴν εὐφροσύνην, ἀντὶ τοῦ γνόφου καὶ τοῦ σκότους καὶ τῆς θυέλλης Καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων. Ἐκεῖνοι οὐ προσῆλθον, ἀλλὰ πόῤῥω εἱστήκεισαν, καὶ ὁ Μωϋσῆς· ὑμεῖς δὲ προσεληλύθατε. Ἐνταῦθα αὐτοὺς φοβεῖ εἰπὼν, Καὶ κριτῇ Θεῷ πάντων. Ἄρα οὐχὶ τῶν Ἰουδαίων μόνον, οὐδὲ τῶν πιστῶν, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης καθεδεῖται κριτής. Καὶ πνεύμασι δικαίων τετελειωμένων. Τὰς ψυχὰς λέγει τῶν εὐδοκίμων. Καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ· τουτέστι, καθαρμοῦ. Κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Εἰ δὲ τὸ αἷμα λαλεῖ, πολλῷ μᾶλλον ὁ σφαγιασθεὶς ζῇ. Τί δὲ λαλεῖ, ἄκουε· Καὶ τὸ πνεῦμα, φησὶ, λαλεῖ στεναγμοῖς ἀλαλήτοις. Πῶς λαλεῖ; Ἔνθα γὰρ ἂν εἰς εἰλικρινῆ διάνοιαν ἐμπέσῃ, αὐτὴν διανίστησι, καὶ ποιεῖ λαλεῖν. Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· τουτέστι, Μὴ ἀπογνῶτε. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα. Τίνα λέγει; Ἐμοὶ δοκεῖ, Μωϋσῆν. Ὃ δὲ λέγει, τοῦτόἐστιν· Εἰ ἐπὶ γῆς νομοθετοῦντα παραιτησάμενοι οὐκ ἐξέφυγον, ἀπὸ τοῦ οὐρανοῦ νομοθετοῦντα πῶς παραιτησόμεθα; Ἐνταῦθα ἐπιδείκνυσιν, οὐχ ὅτι ἄλλος ἐστὶν ἐκεῖνος· μὴ γένοιτο· οὐκ ἄλλον καὶ ἄλλον δείκνυσιν, ἀλλὰ ὅτι φοβερὸς φαίνεται φωνὴν ἀφιεὶς ἐκ τοῦ οὐρανοῦ. Αὐτὸς μὲν οὖν ἐστι καὶ οὗτος κἀκεῖνος, φοβερὸς δὲ οὗτος· οὐ γὰρ διαφορὰν λέγει προσώπων, ἀλλὰ δόσεως. Πόθεν δῆλον; Ἐξ ὧν ἐπήγαγε λέγων· Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον, παραιτησάμενοι τὸν ἐπὶ γῆς χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανῶν ἀποστρεφόμενοι. Τί οὖν; ἄλλος οὗτός ἐστι παρ' ἐκεῖνον; πῶς οὖν φησιν, 63.222 Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε; ἡ γὰρ τοῦ τότε δόντος τὸν νόμον φωνὴ τὴν γῆν ἐσάλευσε. Νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ, ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν ὡς πεποιημένων. Ἄρα ἐκ τοῦ μέσου πάντα ἀρεήσεται, καὶ ἐπὶ τὸ βέλτιον συμπαγήσεται ἄνωθεν· τοῦτο γὰρ αἰνίττεται ταῦτα λέγων ἐνταῦθα. Τί τοίνυν ἀλγεῖς, ἐν κόσμῳ πάσχων οὐ μένοντι, ἐν κόσμῳ θλιβόμενος μικρὸν ὕστερον παροδευομένῳ; Εἰ ἐν ὑστέρῳ τοῦ κόσμου ἡ ἄνεσις ἦν, τότε θλίβεσθαι ἐχρῆν πρὸς τὸ τέλος ὁρῶντα. Ἵνα μείνῃ, φησὶ, τὰ μὴ σαλευόμενα. Ποῖα δέ ἐστι τὰ μὴ σαλευόμενα; Τὰ μέλλοντα. γʹ. Πάντα τοίνυν ὑπὲρ τούτου πράττωμεν, ὥστε ἐκείνων τυχεῖν, ὥστε ἐκείνων ἀπολαῦσαι τῶν ἀγαθῶν. Ναὶ δέομαι καὶ ἀντιβολῶ, τοῦτο σπουδάζωμεν. Οὐδεὶς ἐν πόλει μελλούσῃ καταπίπτειν οἰκοδομεῖ. Εἰπὲ δή μοι, παρακαλῶ, εἴ τις ἔλεγεν ὅτι μετὰ ἐνιαυτὸν αὕτη πεσεῖται ἡ πόλις, ἡ δεῖνα δὲ οὐ πάντως, ἆρα ἂν ᾠκοδόμησας ἐν