1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

160

βοήθειαν τῶν χριστιανῶν ἐπῆλθον οἱ αὐτοὶ Σαμαρεῖται, κἀκεῖνον κατέσφαξαν ἐν τῷ πραιτωρίῳ, καὶ τὰ πράγματα αὐτοῦ πάντα καθήρπασαν. ἡ δὲ γυνὴ τοῦ αὐτοῦ ἄρχοντος Στεφάνου, ἀνελθοῦσα ἐν Κωνσταντινουπόλει, προσῆλθε τῷ αὐτῷ βασιλεῖ. καὶ ἀκούσας ὁ βασιλεὺς τὰ γεγονότα ὑπὸ τῶν Σαμαρειτῶν καὶ θυμωθείς, ἐκέλευσε τῷ ὄντι τότε ἄρχοντι τῆς ἀνατολῆς Ἀμαντίῳ ἐκζητῆσαι τὰ γενόμενα καὶ τὸν φόνον τοῦ αὐτοῦ Στεφάνου. ὅστις Ἀμάντιος δεξάμενος ἀποκρίσεις βασιλικὰς καὶ ἀπελθὼν ἐν Καισαρείᾳ, καὶ ἀναζητήσας τοὺς πεποιηκότας τοὺς φόνους καὶ εὑρών, τοὺς μὲν ἐφούρκισεν, 488 ἑτέρους δὲ ἀπεκεφάλισε καὶ ἄλλους ἐδεξιοκόπησε καί τινας ἐδή488 μευσε· καὶ ἐγένετο φόβος μέγας ἐν τῇ πόλει Καισαρείας καὶ ἐν τοῖς ἀνατολικοῖς μέρεσι. Μηνὶ δεκεμβρίῳ, ἰνδικτιῶνι τῇ αὐτῇ, ἐγένετο θνῆσις ἀνθρώπων ἐν διαφόροις πόλεσι. Μηνὶ μαΐῳ τῆς αὐτῆς ἰνδικτιῶνος ἐγένετο σπάνις ἄρτου ἐν Κωνσταντινουπόλει, καὶ πρὸς μὲν ὀλίγον ἐστενώθησαν οἱ ἄνθρωποι, καὶ ἔκραξαν τῷ αὐτῷ βασιλεῖ ἐν γενεθλίῳ συνθεωροῦντος τῷ αὐτῷ βασιλεῖ πρεσβευτοῦ Περσῶν· καὶ ἀγανακτήσας ὁ αὐτὸς βασιλεὺς κελεύει Μουσωνίῳ τῷ ὄντι ἐπάρχῳ πόλεως, καὶ κατεσχέθησαν ἐκ τοῦ Βενέτου μέρους καὶ ἐκολάσθησάν τινες τῶν ἐνδόξων ἀνδρῶν. κατέσχε δὲ ἡ αὐτὴ σπάνις τοῦ ἄρτου ἐπὶ μῆνας τρεῖς. καὶ μετ' ὀλίγας ἡμέρας ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ φοβεραὶ ἐν διαφόροις πόλεσιν, ὥστε καὶ πολλοὺς βλαβῆναι. Μηνὶ νοεμβρίῳ ἰνδικτιῶνος εʹ ἐφάνη πῦρ ἐν τῷ οὐρανῷ ὡς εἶδος λόγχης ἀπὸ τῶν ἀνατολικῶν μερῶν ἐκτεταμένον ἕως δυσμῶν. Μηνὶ ἀπριλλίῳ, ἰνδικτιῶνι τῇ αὐτῇ, γέγονε σεισμὸς φοβερὸς καὶ ἀβλαβής. Μηνὶ δεκεμβρίῳ ἰνδικτιῶνος ςʹ γέγονεν ἕτερος σεισμὸς ἐν μεσονυκτίῳ φοβερὸς πάνυ, ὥστε παθεῖν τὰ δύο τείχη Κωνσταντινουπόλεως, τό τε παλαιὸν τὸ γενόμενον ὑπὸ Κωνσταντίνου καὶ 489 τὸ κτισθὲν ὑπὸ Θεοδοσίου, καὶ ἐκκλησιῶν δὲ μέρη κατέπεσον, ἐξαιρέτως δὲ τὰ ἐπέκεινα τοῦ Ἑβδόμου· καὶ ὁ κίων δὲ ὢν ἐν Σεκουνδιαναῖς σὺν τῇ στήλῃ κατηνέχθη· τοῦ δὲ Ῥηγίου πάνυ πολλὰ κατέπεσον. πολλοὶ ἀπέθανον ἐν τοῖς συμπτώμασι· τινὲς δὲ καὶ μεθ' ἡμέρας ἐκ τῶν καταληφθέντων ὑπὸ τῶν συμπτωμάτων διεσώθησαν. ἐν αὐτῷ δὲ τῷ φόβῳ καὶ ἐν ταῖς ἔξω πόλεσι πολλοὶ τόποι πεπτώκασιν. ἡ δὲ αὐτὴ φοβερὰ ἀπειλὴ ἐπεκράτησεν ἐπὶ ἡμέρας δέκα· καὶ πρὸς ὀλίγον κατενύγησαν οἱ ἄνθρωποι λιταῖς καὶ δεήσεσι προσκαρτεροῦντες ἐν τῇ ἐκκλησίᾳ. ὁ δὲ αὐτὸς βασιλεὺς Ἰουστινιανὸς οὐκ ἐφόρεσε στέμμα ἐπὶ ἡμέρας τριάκοντα. Καὶ τῷ αὐτῷ χρόνῳ εἰσῆλθεν ἐν Κωνσταντινουπόλει ἔθνος Οὕννων παράξενον τῶν λεγομένων Ἀβάρων. Ἐν αὐταῖς δὲ ταῖς ἡμέραις τελευτᾷ ὁ ἐπίσκοπος Καισαρείας Καππαδοκίας ἐν Βυζαντίῳ· καὶ ἐγένετο ἀντ' αὐτοῦ Θεόκριτος. Μηνὶ φεβρουαρίῳ ἰνδικτιῶνος ςʹ γέγονε θνῆσις ἐν Κωνσταντινουπόλει ἀπὸ βουβώνων. ἐν αὐτῷ δὲ τῷ φόβῳ τὰ μεθόδια πάντα κραββάτους ἀργυροὺς ἐποίησαν. ἐπεκράτησε δὲ ἡ αὐτὴ φοβερὰ τοῦ θεοῦ ἀπειλὴ ἐπὶ μῆνας ἕξ. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ φιλοκαλουμένου τοῦ τρούλλου τῆς μεγάλης ἐκκλησίας, ῥήξας γὰρ ἦν εἰς φανεροὺς τόπους ἐκ τῶν γε 490 γονότων κατὰ φιλανθρωπίαν θεοῦ φόβων, αἰφνιδίως ἐργαζομένων τῶν Ἰσαύρων ἔπεσε τὸ ἀνατολικὸν μέρος τῆς προϋποστολῆς, καὶ συνέτριψε τὸ κιβούριον σὺν τῇ ἁγίᾳ τραπέζῃ. κατηνέχθη δὲ καὶ τὸ λοιπὸν μέρος τὸ ἀπομεῖναν καὶ αὐτὰ τὰ εἰλήματα· ἐκτίσθη δὲ ὁ αὐτὸς τροῦλλος ὑψωθεὶς ἐπὶ πόδας εἴκοσι. Μηνὶ μαρτίῳ ἰνδικτιῶνος ζʹ ἐπανέστησαν οἱ Οὗννοι καὶ οἱ Σκλᾶβοι τῇ Θρᾴκῃ· καὶ πολεμήσαντες πολλοὺς ἀπέκτειναν καί τινας ἐπραίδευσαν· τὸν δὲ υἱὸν Βάκχου Σέργιον τὸν στρατηλάτην καὶ Ἐδέρμαν μειζότερον Καλοποδίου ἐπραίδευσαν, λαβόντες αὐτοὺς αἰχμαλώτους. εὗρον δὲ τοῦ τείχους Κωνσταντινουπόλεως τόπους καταπεπτωκότας, κἀκεῖθεν εἰσελθόντες κατέδραμον ἕως τοῦ ἁγίου Στρατονίκου ****** τὴν ὀρθόδοξον πίστιν. Μηνὶ μαΐῳ ἀπεζώσθη Ζήμαρχος ὁ