162
πρόσωπον ἔχουσα καὶ ἥμερον· ὑπόπτερός ἐστι καὶ κούφη, παρὰ τὸν θρόνον ἑστῶσα τὸν βασιλικόν. Ὅταν κρινώμεθα, ἄφνω ἐφίπταται καὶ φαίνεται, καὶ ἐξαιρεῖται τῆς κολάσεως ἡμᾶς, ταῖς αὑτῆς πτέρυξι περιβάλλουσα. Ταύτην θέλει ὁ Θεὸς μᾶλλον, ἢ θυσίας· πολλὰ περὶ αὐτῆς διαλέγεται· οὕτως αὐτὴν φιλεῖ. Χήραν καὶ ὀρφανὸν καὶ πένητα, φησὶν, ἀναλήψεται. Ἀπ' αὐτῆς φιλεῖ καλεῖσθαι ὁ Θεός· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, φησὶν ὁ ∆αυῒδ, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός· καὶ πάλιν ἕτερος, Ἔλεος τοῦ Θεοῦ ἐπὶ πᾶσαν τὴν γῆν. Αὕτη τὸ τῶν ἀνθρώπων γένος διέσωσεν· εἰ γὰρ μὴ ἠλέησεν ἡμᾶς ὁ Θεὸς, πάντα ἂν ἀπόλωλεν· αὕτη ἐχθροὺς ἡμᾶς ὄντας κατήλλαξεν, αὕτη τὰ μυρία ἀγαθὰ εἰργάσατο, αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἔπεισε δοῦλον γενέσθαι καὶ κενῶσαι 63.224 ἑαυτόν. Ταύτην ζηλώσωμεν, ἀγαπητοὶ, δι' ἧς ἐσώθημεν· ταύτην ἀγαπήσωμεν, ταύτην χρημάτων προτιμήσωμεν, καὶ χωρὶς χρημάτων ψυχὴν ἐλεήμονα ἔχωμεν. Οὐδὲν οὕτω χαρακτηριστικὸν Χριστιανοῦ, ὡς ἐλεημοσύνη· οὐδὲν οὕτω καὶ ἄπιστοι καὶ πάντες θαυμάζουσιν, ὡς ὅταν ἐλεῶμεν. Πολλαχοῦ γὰρ καὶ ἡμεῖς δεόμεθα τοῦ ἐλέους τούτου, καὶ πρὸς τὸν Θεὸν καθ' ἑκάστην λέγομεν· Κατὰ τὸ μέγα σου ἔλεος ἐλέησον ἡμᾶς. Πρότερον αὐτοὶ ἀρχώμεθα· μᾶλλον δὲ οὐκ ἀρχόμεθα πρότερον· καὶ γὰρ αὐτὸς ἤδη ἐπεδείξατο τὸν ἔλεον αὐτοῦ τὸν περὶ ἡμᾶς. Ἀλλ', ἀγαπητοὶ, κἂν δεύτεροι ἑπώμεθα. Εἰ γὰρ ἄνθρωποι τὸν ἐλεήμονα, κἂν μυρία ἐργάσηται ἁμαρτήματα, ἐλεοῦσι· πολλῷ μᾶλλον ὁ Θεός. Ἄκουε τοῦ προφήτου λέγοντος· Ἐγὼ δὲ ὡσεὶ ἐλαία, φησὶ, κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τοιοῦτοι γενώμεθα, ὡς ἐλαία γενώμεθα· πάντοθεν βριθώμεθα ταῖς ἐντολαῖς· οὐ γὰρ ἀρκεῖ ὡς ἐλαίαν εἶναι, ἀλλὰ καὶ κατάκαρπον. Εἰσὶ γὰρ οἳ ἐλεοῦντες ὀλίγα διδόασιν, ἢ διὰ παντὸς τοῦ ἐνιαυτοῦ ἅπαξ, ἢ καθ' ἑκάστην ἑβδομάδα, ἢ τὸ τυχὸν προϊέμενοι· οὗτοι ἐλαῖαι μέν εἰσιν, οὐ κατάκαρποι δὲ, ἀλλὰ καὶ ξηραί. Ὅτι μὲν γὰρ ἐλεοῦσιν, ἐλαῖαι· ὅτι δὲ οὐ φιλοτίμως, οὐ κατάκαρποι ἐλαῖαι. Ἀλλ' ἡμεῖς κατάκαρποι γενώμεθα. Ὃ πολλάκις εἶπον, καὶ λέγω νῦν· οὐ τῷ μέτρῳ τῶν διδομένων τὸ μέγεθος δείκνυται τῆς ἐλεημοσύνης, ἀλλὰ τῇ προαιρέσει τοῦ διδόντος. Ἴστε τὰ κατὰ τὴν χήραν· καλὸν ἀεὶ φέρειν τοῦτο τὸ ὑπόδειγμα, ἵνα μηδὲ ὁ πένης ἀπογινώσκῃ ἑαυτοῦ, ὁρῶν εἰς τὴν τὰ δύο λεπτὰ καταβαλοῦσαν. Ἤνεγκάν τινες καὶ τρίχας ἐν τῇ τοῦ ναοῦ κατασκευῇ, καὶ οὐδὲ οὗτοι ἀπεβλήθησαν. Ἀλλ' εἰ μὲν χρυσίον ἔχοντες, τρίχας ἔφερον, ἐπικατάρατοι· εἰ δὲ τοῦτο ἔχοντες μόνον, τοῦτο ἤνεγκαν, ἀπόδεκτοι. ∆ιὰ τοῦτο καὶ ὁ Κάϊν ἐμέμφθη, οὐκ ἐπειδὴ φαῦλα προσήνεγκεν, ἀλλ' ἐπειδὴ ὧν εἶχε τὰ φαυλότερα· Ἐπικατάρατος, φησὶν, ὃς ἔχει ἄρσεν, καὶ θύει διεφθαρμένον τῷ Θεῷ, Οὐχ ἁπλῶς εἶπεν, ἀλλ' ὁ ἔχων, φησὶ, καὶ φειδόμενος. Εἰ τοίνυν τις οὐκ ἔχει, ἀπήλλακται καὶ ἐγκλημάτων, μᾶλλον δὲ ἔχει μισθόν. Τί γὰρ δύο ὀβολῶν εὐτελέστερον, καὶ τριχῶν οὐδαμινέστερον; τί δὲ σεμιδάλεως κοτύλης; ἀλλ' ὅμως ταῦτα ηὐδοκίμησεν ὁμοίως τοῖς μόσχοις καὶ τῷ χρυσίῳ. Καθ' ὃ γὰρ ἔχει τις, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει· καὶ, Ὡς ἂν ἔχῃ, φησὶν, ἡ χείρ σου, εὖ ποίει· διὸ, παρακαλῶ, κενώσωμεν προθύμως τὰ ὄντα εἰς τοὺς πένητας· κἂν ὀλίγα ᾖ, τὸν αὐτὸν ληψόμεθα μισθὸν τοῖς τὰ πλείονα καταβάλλουσι, μᾶλλον δὲ πλείονα τῶν μυρία τάλαντα καταβαλλόντων. Ἂν ταῦτα ποιῶμεν, ἐπιτευξόμεθα τῶν ἀφάτων θησαυρῶν τοῦ Θεοῦ, ἂν μὴ ἀκούωμεν μόνον, ἀλλὰ καὶ πράττωμεν, ἂν μὴ ἐπαινῶμεν, ἀλλὰ καὶ διὰ τῶν ἔργων ἐπιδεικνύωμεν. Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΓʹ.
∆ιὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχω μεν χάριν, δι' ἧς
λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ